1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

7

ἐκτίσθησαν, ὁ δὲ θεὸς ἄυλος καὶ ἀσώματος. 10.6 εἰ δὲ αἱ αὐταὶ λέξεις ἐπὶ θεοῦ καὶ ἀνθρώπων ἐν ταῖς θείαις ποτὲ κεῖνται γραφαῖς, ἀλλ' ἀν θρώπων ἐστὶ διορατικῶν, ὡς παρήγγειλεν ὁ Παῦλος, προσέχειν τῇ ἀναγνώσει καὶ οὕτω διακρίνειν καὶ κατὰ τὴν ἑκάστου τῶν σημαινομένων φύσιν τὰ γεγραμμένα διαγινώσκειν καὶ μὴ συγχέειν τὴν διάνοιαν, ὥστε τὰ τοῦ θεοῦ μὴ ἀνθρωπίνως νοεῖν μηδὲ τὰ τῶν ἀνθρώπων ὡς περὶ θεοῦ ποτε λογίζεσθαι. τοῦτο γάρ ἐστι τὸν οἶνον ὕδατι μίξαι καὶ πῦρ ἀλλότριον ἐπιβάλλειν ἐπὶ τὸ θυσιαστήριον τῷ θείῳ πυρί.

11.1 Καὶ γὰρ καὶ ὁ θεὸς κτίζει, καὶ ἐπ' ἀνθρώπων δὲ τὸ κτίζειν εἴρηται. καὶ ὁ μὲν θεὸς ὤν ἐστι, λέγονται δὲ καὶ οἱ ἄνθρωποι εἶναι παρὰ θεοῦ καὶ τοῦτο λαβόντες ἔχειν. ἆρ' οὖν οὕτως ὁ θεὸς κτίζει ὡς ἄνθρωποι; ἢ οὕτως ὤν ἐστιν ὡς ἄνθρωπος; μὴ γένοιτο. ἄλλως ἐπὶ θεοῦ τὰς λέξεις λαμβάνομεν καὶ ἑτέρως ἐπὶ τῶν ἀνθρώπων ταύτας διανοούμεθα. 11.2 ὁ μὲν γὰρ θεὸς κτίζει καλῶν τὰ μὴ ὄντα εἰς τὸ εἶναι οὐδενὸς ἐπιδεόμενος, οἱ δὲ ἄνθρωποι τὴν ὑποκειμένην ὕλην ἐργάζονται εὐξάμενοι πρότερον καὶ τὴν ἐπιστήμην τοῦ ποιεῖν 11.3 λαβόντες παρὰ τοῦ πάντα δημιουργήσαντος θεοῦ διὰ τοῦ ἰδίου λόγου. πάλιν τε οἱ μὲν ἄνθρωποι οὐ δυνάμενοι καθ' ἑαυτοὺς εἶναι ἐν τόπῳ τυγχάνοντές εἰσι περιεχόμενοι καὶ συνεστῶτες ἐν τῷ τοῦ θεοῦ λόγῳ, ὁ δὲ θεὸς ὤν ἐστι καθ' ἑαυτὸν περιέχων τὰ πάντα καὶ ὑπ' οὐδενὸς περιεχόμενος, καὶ ἐν πᾶσι μέν ἐστι κατὰ τὴν ἑαυτοῦ ἀγαθότητα καὶ δύ ναμιν, ἔξω δὲ τῶν πάντων πάλιν ἐστὶ κατὰ τὴν ἰδίαν φύσιν. ὥσπερ οὖν οὐ τὸν αὐτὸν τρόπον οἱ ἄνθρωποι κτίζουσιν, ὅνπερ τρόπον ὁ θεὸς κτίζει, οὐδ' οὕτως εἰσὶν οἱ ἄνθρωποι, ὥσπερ ἐστὶν ὁ θεός· οὕτως ἄλλως ἐστὶν ἡ τῶν ἀνθρώπων γένεσις καὶ ἄλλως ἐστὶν ὁ 11.4 υἱὸς ἐκ τοῦ πατρός. τῶν μὲν γὰρ ἀνθρώπων τὰ γεννήματα μέρη πως τῶν γεννώντων εἰσίν, ἐπεὶ καὶ αὐτῶν τῶν σωμάτων ἡ φύσις οὐχ ἁπλῆ τίς ἐστιν, ἀλλὰ ῥευστή, καὶ ἐκ μερῶν ἔχει τὴν σύνθεσιν. ἀπορρέουσί τε ἄνθρωποι γεννῶντες καὶ πάλιν ἐπιρρεῖ τὰ ἐκ τῶν τροφῶν εἰς αὐτοὺς εἰσαγόμενα· δι' ἣν αἰτίαν καὶ πολλῶν κατὰ καιρὸν τέκνων γίνονται πατέρες οἱ ἄνθρωποι. ὁ δὲ θεὸς ἀμερὴς ὢν ἀμερίστως ἐστὶ καὶ ἀπαθὴς τοῦ υἱοῦ πατήρ. οὔτε γὰρ ἀπορροὴ τοῦ ἀσωμάτου ἔστιν οὔτ' ἐπιρροή τις εἰς αὐτὸν γίνεται ὡς ἐπ' ἀνθρώπων· 11.5 ἁπλοῦς δὲ ὢν τὴν φύσιν ἑνὸς καὶ μόνου τοῦ υἱοῦ πατήρ ἐστι. διὰ τοῦτο γὰρ καὶ μονο γενής ἐστι καὶ μόνος ἐν τοῖς κόλποις τοῦ πατρός ἐστι, μόνον τε αὐτὸν ἐξ ἑαυτοῦ δείκνυσιν ὁ πατὴρ λέγων· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα»· λόγος δέ ἐστιν οὗτος τοῦ πατρός, ἐν ᾧ τὸ ἀπαθὲς καὶ ἀμερὲς τοῦ πατρὸς νοεῖν δυνατόν. λόγος γὰρ 11.6 οὐδὲ ὁ τῶν ἀνθρώπων κατὰ πάθος καὶ μέρος γεννᾶται, μήτι γε ὁ τοῦ θεοῦ. διὸ καὶ καθέζεται μὲν αὐτὸς ἐν δεξιᾷ τοῦ πατρὸς ὡς λόγος· ἔνθα γάρ ἐστιν ὁ πατήρ, ἐκεῖ καὶ ὁ τούτου λόγος ἐστίν· ἡμεῖς δὲ στήκομεν κρινόμενοι παρ' αὐτοῦ ὡς ποιήματα. καὶ προσ κυνεῖται μὲν αὐτὸς διὰ τὸ εἶναι αὐτὸν υἱὸν τοῦ προσκυνητοῦ πατρός, ἡμεῖς δὲ προσκυ νοῦμεν κύριον καὶ θεὸν αὐτὸν ὁμολογοῦντες διὰ τὸ εἶναι ἡμᾶς κτίσματα καὶ ἄλλους παρ' ἐκεῖνον.

12.1 Τούτων δὲ οὕτως ὄντων σκοπείτω λοιπὸν ὁ βουλόμενος αὐτῶν καὶ γενέσθω τις αὐτοὺς ἐντρέπων, εἰ τὸ ἐκ τοῦ θεοῦ καὶ ἴδιον αὐτοῦ γέννημα θέμις εἰπεῖν ἐξ οὐκ ὄντων ἢ λόγον ἔχει κἂν εἰς ἐνθύμησίν τινος ὅλως ἐλθεῖν, ὅτι τὸ ἐκ τοῦ θεοῦ ἐπισυμβέβηκεν αὐτῷ, ἵνα καὶ τολμήσας εἴπῃ, ὅτι οὐκ ἔστιν ἀεὶ ὁ υἱός. καὶ γὰρ ἐν τούτῳ πάλιν τὰς ἀνθρώπων 12.2 ἐννοίας ὑπερεξῆλθε καὶ ὑπεραναβέβηκεν ἡ τοῦ υἱοῦ γέννησις. ἡμεῖς μὲν γὰρ τῶν ἰδίων τέκνων ἐν χρόνῳ γινόμεθα πατέρες, ἐπεὶ καὶ αὐτοὶ οὐκ ὄντες πρότερον ὕστερον γεγόναμεν· ὁ δὲ θεὸς ἀεὶ ὢν ἀεὶ τοῦ υἱοῦ πατήρ ἐστι. καὶ τῶν μὲν ἡ γένεσις ἐκ τῶν ὁμοίως ὄντων ἔχει τὴν πίστιν. ἐπειδὴ δὲ «οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπι γινώσκει εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ», διὰ τοῦτο οἱ ἅγιοι, οἷς ἀπεκάλυψεν ὁ υἱός, εἰκόνα τινὰ δεδώκασιν ἡμῖν ἐκ τῶν ὁρωμένων λέγοντες· «ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς