1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

30

ἂν εἴποι τις, τὸν τῆς παρανοίας ἀνέῳξε θησαυρόν. «ἀπελαυνόμεθα», φησί, «καὶ τὴν τοῦ εἰσδεχθῆναι ἡμᾶς 40.9 ἄδειαν ἀφαιροῦνται». ἀλλ' οὐδέν πω ταῦτα πρὸς τὸ πρᾶγμα, τοῖς δὲ ἑξῆς προσέχετε τὸν νοῦν· αὐτοῦ γὰρ χρήσομαι τοῖς ῥήμασι. «δεόμεθα», φησί, «ἐὰν ἐπὶ τῆς αὐτῆς ἐπιμείνῃ γνώμης ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος, ἄδειαν ἡμῖν τοῦ λοιποῦ δοθῆναι κατὰ τὴν τοῦ 40.10 νόμου διάταξιν τὰς ἐνθέσμους καὶ ἀπαραιτήτους θεραπείας τῷ θεῷ ἐπιτελεῖν». ὦ δεινῆς ἀναιδείας, ἣν σπουδῇ τῆς ἀληθείας ἀπελέγξαι προσῆκεν. ὃ γὰρ αὐτῷ καθ' ἡδο νὴν ἐτύγχανεν ὄν, τοῦτο τῇ συντομίᾳ τῆς φράσεως ἀπετυπώσατο. τί φῂς ἄτοπε; διάστασιν εὐπρόσωπον ἡμῖν τῷ σαθρῷ τῆς κατεαγυίας σου διανοίας ἐπιτειχίζειν 40.11 μηχανᾷ καὶ τοὺς ἐπὶ κακῷ σοι προσπλακέντας ἀπολέσαι σπεύδεις; «τί οὖν», φῄς, «πράξω, εἰ μηδεὶς ἄξιον ἡγεῖται με δέξασθαι»; τοῦτο γὰρ πολλάκις ἐκ τῆς ἀνοσίας φά ρυγγος ἐκβοᾷς. ἐγὼ δὲ τοὐναντίον ἔρομαί σε· ποῦ δὲ σαφὲς γνώρισμα καὶ μαρτύριον τῆς σεαυτοῦ διανοίας ἐπεδείξω; ἣν ἐχρῆν σε διαπτύξαντα καὶ τοῖς θείοις καὶ τοῖς ἀνθρω πίνοις σαφῆ καταστῆσαι. καὶ μάλισθ' ὅτε τὰ ἰοβόλα τῶν ἑρπετῶν τὸ τηνικαῦτα μᾶλλον ἀγριαίνειν πέφυκεν, ὅταν ἑαυτὰ τοῖς τῶν φωλεῶν μυχοῖς ἐνιδρυνθέντα αἴσθηται. 40.12 Ἐκεῖνο δέ γε λίαν ἀστεῖον αὐτοῦ τὸ σπουδαίως εὖ μάλα καθάπερ ὑπό τι προσω πεῖον αἰδοῦς σιγὴν πλάττεσθαι. τῇ μὲν τοῦ σχήματος τέχνῃ τιθασσὸν σεαυτὸν καὶ χειροήθη σύ γε παρέχεις, κακῶν δὲ μυρίων καὶ ἐπιβουλῶν ἔνδον γέμων τοὺς πολλοὺς λέληθας. ἀλλ' ὢ τῆς ἀθλιότητος· ὡς ὁ πονηρὸς βεβούληται, οὕτως Ἄρειος ἡμῖν ἀνομίας ἐργαστή 40.13 ριον κατεστήσατο. λέγε δὴ νῦν μοι παρελθὼν τῆς σεαυτοῦ πίστεως τὸ γνώρισμα καὶ μηδαμῶς γε ἀποσιωπήσῃς, ὦ τὸ μὲν στόμα διάστροφον, τὴν δὲ φύσιν ὀξύρροπον πρὸς πονηρίαν κεκτημένε· «ἕνα» λέγεις «θεόν»; σύμψηφον ἔχεις κἀμέ, οὕτω φρόνει. «τῆς οὐσίας αὐτοῦ ἄναρχον καὶ ἀτελεύτητον λόγον εἶναι φῄς;» στέργω τοῦτο· οὕτω πίστευε. 40.14 εἴ τι περαιτέρω προσπλέκεις, τοῦτ' ἀναιρῶ· εἴ τι πρὸς ἀσεβῆ χωρισμὸν συγκαττύεις, τοῦτο οὔτε ὁρᾶν οὔτε νοεῖν ὁμολογῶ· εἰ «τὴν τοῦ σώματος ξενίαν πρὸς οἰκονομίαν τῶν θείων ἐνεργειῶν» παραλαμβάνεις, οὐκ ἀποδοκιμάζω. εἰ «τὸ πνεῦμα τῆς ἀϊδιότητος ἐν τῷ ὑπερέχοντι λόγῳ γεγενῆσθαι» λέγεις, δέχομαι. τίς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ ἐλθὼν ἀπὸ τοῦ πατρός; τίνα ἔγνω ὁ πατήρ, εἰ μὴ ὃν ἀϊδίως καὶ ἀνάρχως ἐξ αὐτοῦ γεγέννηκε; σὺ μὲν «ὑπόστασιν ξένην» ὑποτάττειν οἴει δεῖν κακῶς δήπου πιστεύων, ἐγὼ δὲ τῆς ὑπερεξό χου καὶ ἐπὶ πάντα διηκούσης δυνάμεως τὸ πλήρωμα τοῦ πατρὸς καὶ υἱοῦ οὐσίαν μίαν 40.15 εἶναι γινώσκω. εἰ τοίνυν σὺ ἀφαιρεῖς μὲν ἀπ' ἐκείνου, ἀφ' οὗ χωρισθῆναι οὐδὲ διανοίᾳ τῶν ἐρεσχελούντων δεδύνηται οὐδεπώποτε οὐδέν, προσθήκης δὲ χαρακτῆρας εἰδοποιεῖς καὶ ὅλως γνωρίσματα ζητήσεων διορίζεις ἐκείνῳ, ᾧ ὁλόκληρον μὲν ἐξ ἑαυτοῦ τὴν ἀϊδιότητα δέδωκεν, ἀδιάφθορον δὲ τὴν ἔννοιαν, ἀθανασίας δὲ δι' ἑαυτοῦ καὶ ἐκκλησίας ἔνειμε πίστιν- κατάβαλε οὖν δή, κατάβαλε τὸ εὔηθες τοῦτο ἀνόμημα, ὦ ἀστεῖε σὺ καὶ εὔφωνε καὶ τὰ 40.16 κακὰ πρὸς ἀπιστίαν τῶν ἀνοήτων ἐξᾴδων. εἰκότως ἄρα σε ὁ πονηρὸς τῇ ἑαυτοῦ κατεστρέψατο κακίᾳ, καὶ τοῖς μὲν ἴσως ἡδὺ τὸ τοιοῦτον εἶναι ἐδόκει (οὕτω γὰρ ἀστεῖον 40.17 σεαυτὸν προσπεποίηκας), ἔστι δὲ πάντη ὀλέθριον τὸ κακόν. φέρε δή, τῆς ἐν τοῖς ἀτοπήμασι διατριβῆς ἀπαλλαγεὶς ἄκουε, ὦ δαιμόνιε Ἄρειε. σοὶ γὰρ διαλέγομαι. τῆς ἐκκλησίας δήπου τοῦ θεοῦ ἀποκεκηρυγμένος οὐκ αἰσθάνῃ; ἀπόλωλας, εὖ ἴσθι, ἐὰν μὴ βλέψας εἰς σεαυτὸν τὴν παροῦσάν σου κατακρίνῃς ἄνοιαν. ἀλλ' ἐρεῖς, ὡς ὄχλοι συμπράτ τουσί σοι καὶ τὰς φροντίδας ἀπελαφρύνουσιν. 40.18 Ἄκουε δὴ οὖν μικρὸν ὑποσχὼν τὰ ὦτα, ὦ ἀνόσιε Ἄρειε, καὶ σύνες τὴν σαυτοῦ ἄνοιαν. σὺ δέ, ὦ πάντων κηδεμὼν θεός, εὐμενὴς εἴης τῷ λεγομένῳ, εἰ πίστεως ἔχοιτο. ἐγὼ γὰρ ὁ σὸς ἄνθρωπος ἵλεω ἔχων τὴν παρὰ σοῦ προμήθειαν καὶ ἐξ Ἑλληνικῆς καὶ ἐκ Ῥωμαικῆς γραφῆς πάνυ ἀρχαιοτάτης σαφῶς ἀποδείξω τὴν Ἀρείου μανίαν πρὸ τρισ40.19 χιλίων