1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

31

που ἐτῶν ὑπὸ τῆς Ἐρυθραίας προρρηθεῖσάν τε καὶ προφημισθεῖσαν. ἔφη γὰρ ἐκείνη γε· «οὐαί σοι, Λιβύη, ἐν παράλοις κειμένη χώροις· ἥξει γάρ σοι καιρός, ἐν ᾧ μετὰ τοῦ δήμου καὶ τῶν σαυτῆς θυγατέρων δεινὸν ἀγῶνα καὶ ὠμὸν καὶ παγχάλεπον ὑπελθεῖν ἀναγκασθήσῃ, ἀφ' οὗ κριτήριον μὲν εἰς ἅπαντας πίστεώς τε καὶ εὐσεβείας δια δοθήσεται, σοὶ δὲ πρὸς ἔσχατον ἀποκλινεῖ καταστροφῆς. ὑμεῖς γὰρ τῶν οὐρανίων ἀνθῶν τὸ δεκτήριον ἀνασπάσαι τετολμήκατε καὶ δήγματι σπαράξαι καὶ μέντοι σιδηροῖς ἐγ 40.20 χρᾶναι τοῖς ὀδοῦσι». τί δῆτα, ὦ πανοῦργε; ποῦ γῆς σαυτὸν εἶναι νῦν ὁμολογεῖς; ἐκεῖ δηλονότι. κατέχω γάρ σου τὰ γράμματα, ἃ τῷ τῆς μανίας καλάμῳ πρός με διεχάραξας, ἐν οἷς φῂς πάντα τὸν Λίβυν δῆμον σύμψηφον εἶναί σοι πρὸς σωτηρίαν δήπου. εἰ δὲ οὐ φήσεις ταυτὶ οὕτως ἔχειν, μαρτύρομαι ἤδη τὸν θεόν, ἦ μὴν ἀρχαιότατον τῆς Ἐρυθραίας πυκτίον Ἑλληνικῇ συντεταγμένον γλώττῃ εἰς Ἀλεξάνδρειαν ἀποστέλλειν, ὡς ἂν θᾶττον 40.21 ἀπόλοιο. εἶτα σὺ ἀναμάρτητος, ὦ δικρανοφόρε; εἶτα οὐ σαφῶς ἀπόλωλας, ὦ ἄθλιε, τοιούτῳ δεινῷ περιεστοιχισμένος; ἴσμεν, ἴσμεν σου τὸ ἐγχείρημα· ποία φροντίς, ποῖόν σε θράττει δέος; οὐ λέληθεν ἡμᾶς· ὦ δύστηνε καὶ ταλαίπωρε, ὢ τῆς ἀμβλύτητος τῶν σῶν φρενῶν, ὃς οὐδὲ τὴν νόσον καὶ τὴν ἀμηχανίαν τῆς σεαυτοῦ ψυχῆς ἀναστένεις· ὦ ἀνόσιε, ὃς τὴν ἀλήθειαν ποικίλοις διορύττεις λόγοις καὶ τοιοῦτος ὢν οὐκ αἰσχύνῃ ἡμᾶς ψέγων καὶ νῦν μὲν ἐλέγχων, ὥς γε οἴει, νῦν δ' αὖ πάλιν νουθετῶν· ὦ πίστει καὶ λόγοις ὑπερφέρων, παρ' οἵου δῆτα 40.22 οἱ ἄθλιοι ἐπικουρίαν ἑαυτοῖς πορίζεσθαι γλίχονται. καίτοι οὐδὲ συγγίνεσθαι τῷ τοιούτῳ ἐχρῆν, οὐδὲ ὅλως αὐτὸν προσφθέγγεσθαι, πλὴν εἰ μή τις ἐν τοῖς ὑπούλοις τούτου 40.23 ῥήμασι τὴν τοῦ ὀρθῶς βιοῦν ἐλπίδα τοῖς μετρίοις ἀποκεῖσθαι οἴεται. ἀλλ' οὐκ ἔστι τοῦτο, πολλοῦ γε δεῖ, τὸ δ' ἀληθές, ὢ τῆς ὑμετέρας ἀνοίας, ὅσοι τούτῳ συναναμίγνυσθε. τίς ἄρα οἶστρος τῆς χαλεπῆς τούτου γλώττης καὶ τῆς ὄψεως ἀνασχέσθαι κατηνάγκασεν; 40.24 Εἶεν· ἀλλ' ἐπ' αὐτὸν ἤδη σὲ βαδιοῦμαι τῷ λόγῳ· ὦ τὴν μὲν ψυχὴν ἄφρον σύ, τὴν δὲ γλῶτταν στωμύλε, ἄπιστε δὲ τὰς φρένας, δὸς δή μοι τοῦ λόγου οὐκ ἀμφιλαφές τι λέγω καὶ ἱππήλατον πεδίον, ἀλλ' οὖν κύκλον γε εὐπερίγραφον, μὴ σαθρὸν μόνον, ἀλλ' ἐρρω μένον τε καὶ στερρὸν τῇ φύσει, ὦ ἀνόσιε δῆτα καὶ κάκιστε καὶ κρυψίνου. ἐξάγομαι γὰρ ταῦτα λέγειν· μᾶλλον δὲ βρόχον ἤδη σοι περιάψας καὶ συμποδίσας τῷ λόγῳ εἰς μέσους 40.25 σε καταστήσω, ὡς ἂν πᾶς ὁ δῆμος τὴν σὴν καταμάθῃ φαυλότητα. ἐπ' αὐτὸ δὲ πορεύσο μαι ἤδη τὸ πρᾶγμα. νενιμμέναι δήπουθέν εἰσιν αἱ χεῖρες· προσίωμεν ταῖς εὐχαῖς· ἐπικά λεσαι δὴ τὸν θεόν. μᾶλλον δὲ μικρὸν ἐπισχών, εἰπέ μοι, ὦ πανοῦργε σύ, τίνα θεὸν ἐπικα 40.26 λέσῃ πρὸς βοήθειαν; ἀλλὰ γὰρ ἠρεμεῖν οὐ δύναμαι. ὦ τῶν πάντων ἔχων τὸ κῦρος δέσποτα, ὦ τῆς μονήρους δυνάμεως πάτερ, διὰ τουτονὶ τὸν ἀνόσιον ὀνείδη τε καὶ μώλω πας καὶ μέντοι καὶ τραύματα καὶ ὀδύνας ἡ σὴ ἔχει ἐκκλησία. Ἄρειός σοι τόπον ἤδη προσ αρμόζει καὶ μάλα γε εὐφυῶς, ἐφ' οὗ καθιζάνων οἶμαι σύνοδον ἑαυτῷ ἢ παῖδα τὸν Χριστὸν τὸν σὸν τὸν ἐκ σοῦ τὸν τῆς ἡμετέρας ἐπικουρίας ἀρχηγέτην θέσεως νόμῳ περιπεποίηται καὶ 40.27 ἴσχει. ἐπάκουσον, ἀντιβολῶ σε, τῆς θαυμασίας πίστεως. σὲ τὴν κατὰ τὸν τόπον κινεῖσθαι, δέσποτα, κίνησιν οἴεται. σὲ τῆς ἀφωρισμένης καθέδρας κύκλῳ περιγράφειν τολμᾷ. ποῦ γὰρ οὐκ ἔστιν ἡ σὴ παρουσία; ἢ ποῦ τὴν σὴν οὐ πάντες ἐνέργειαν ἐκ τῶν ἐπὶ πάντα σου διηκόντων νόμων αἰσθάνονται; πάντα γὰρ αὐτὸς περιέχεις, καὶ ἔξω σου οὔτε τόπον οὔτε ἄλλο οὐδὲν ἐπινοεῖσθαι θέμις. οὕτως ἡ σὴ δύναμις μετ' ἐνεργείας ἐστὶν 40.28 ἄπειρος. σὺ μὲν δὴ ἐπάκουσον, ὁ θεός, ὑμεῖς δέ, πᾶς ὁ λαός, προσέχετε τὸν νοῦν. ὁ γὰρ ἀναίσχυντος οὗτος καὶ ἀχρεῖος, ὁ ἐπ' ἄκρον μοχθηρίας τε καὶ ἀνομίας ὁμοίως ἐληλακὼς 40.29 εὐλάβειαν σκήπτεται. «ἄπαγε», φησίν, «οὐ βούλομαι τὸν θεὸν ἐγὼ ὕβρεων πάθει δοκεῖν ἐνέχεσθαι». καὶ διὰ τοῦτο ὑποτίθεμαι καὶ πλάττω θαυμάσιά γε τῇ πίστει, ὡς ὁ θεὸς νεογενῆ καὶ νεόκτιστον οὐσίαν Χριστοῦ