1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

5

αὐτούργησε, τὰ δ' ἄλλα πάντα διὰ τοῦ υἱοῦ 7.2 γέγονεν ὡς δι' ὑπουργοῦ»; εἰ μὲν γὰρ διὰ τὸ κάμνειν ἠρκέσθη μόνον αὐτουργῆσαι τὸν υἱὸν ὁ θεός, τὰ δ' ἄλλα οὐκέτι, ἀσεβὲς τοιαῦτα περὶ τοῦ θεοῦ λογίζεσθαι μάλιστα τοὺς ἀκούσαντας Ἡσαίου λέγοντος· «θεὸς αἰώνιος, θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει οὐδὲ κοπιάσει οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ». καὶ γὰρ μᾶλλον αὐτὸς τοῖς πεινῶσι δίδωσιν ἰσχὺν καὶ διὰ τοῦ λόγου ἑαυτοῦ τοὺς κάμνοντας ἀναπαύει. 7.3 εἰ δὲ ὡς ταπεινὸν ἀπηξίωσεν αὐτὸς τὰ μετὰ τὸν υἱὸν αὐτουργῆσαι, καὶ τοῦτο μὲν ἀσε βές. οὐκ ἔστι γὰρ τύφος ἐν τῷ θεῷ, ὅς γε μετὰ τοῦ Ἰακὼβ εἰς Αἴγυπτον κατέρχεται, καὶ διὰ μὲν τὸν Ἁβραὰμ διορθοῦται τὸν Ἀβιμέλεχ χάριν τῆς Σάρρας, τῷ δὲ Μωυσῇ ἀνθρώπῳ ὄντι στόμα κατὰ στόμα λαλεῖ, καὶ εἰς μὲν τὸ Σινᾶ ὄρος κατέρχεται, τῷ δὲ λαῷ 7.4 συνεπολέμει κρυφαίᾳ χάριτι τὸν Ἀμαλήκ. ψεύδεσθε δὲ ὅμως καὶ τοῦτο λέγοντες· «αὐτὸς γὰρ ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς»· αὐτός τέ ἐστιν ὁ διὰ τοῦ λόγου ἑαυτοῦ τὰ πάντα τά τε μικρὰ καὶ τὰ μεγάλα ποιήσας, καὶ οὐκ ἔστι διελεῖν τὴν κτίσιν, ὥστε εἰπεῖν τοῦτο μὲν τοῦ πατρός, τοῦτο δὲ τοῦ υἱοῦ, ἀλλ' ἑνός ἐστι θεοῦ ὡς χειρὶ χρωμένου τῷ ἰδίῳ λόγῳ καὶ ἐν αὐτῷ ποιοῦντος τὰ πάντα, καὶ τοῦτ' αὐτὸς μὲν ὁ θεὸς δεικνὺς ἔλεγεν· «ἡ χείρ μου ἐποίησε ταῦτα πάντα». ὁ δὲ Παῦλος τοῦτο μαθὼν ἐδίδασκεν· «εἷς θεὸς ἐξ 7.5 οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα». αὐτὸς γοῦν ἀεὶ καὶ νῦν λέγει τῷ μὲν ἡλίῳ καὶ ἀνατέλλει, ταῖς δὲ νεφέλαις ἐντέλλεται καὶ βρέχει ἐπὶ μίαν μερίδα, ἐφ' ἣν δὲ οὐ βρέχει, ξηραίνεται. καὶ τὴν μὲν γῆν κελεύει τοὺς καρποὺς ἀποδιδόναι, τὸν δὲ Ἰερεμίαν ἐν τῇ κοιλίᾳ πλάττει. εἰ δὲ ταῦτα νῦν αὐτὸς ποιεῖ, οὐκ ἔστιν ἀμφίβολον, ὅτι καὶ κατὰ τὴν ἀρχὴν οὐκ ἀπηξίωσεν αὐτὸς τὰ πάντα διὰ τοῦ λόγου ποιῆσαι· μέρη γὰρ τῶν ὅλων ἐστὶ ταῦτα.

8.1 Εἰ δὲ ὅτι μὴ ἐδύνατο τὰ λοιπὰ κτίσματα τῆς ἀκράτου χειρὸς τοῦ ἀγενήτου τὴν ἐργασίαν βαστάξαι, μόνος ὁ υἱὸς ὑπὸ μόνου τοῦ θεοῦ γέγονε, τὰ δ' ἄλλα ὡς δι' ὑπουργοῦ καὶ βοηθοῦ τοῦ υἱοῦ γέγονε· καὶ τοῦτο γὰρ Ἀστέριος ὁ θύσας ἔγραψεν, ὁ δὲ Ἄρειος μεταγράψας δέδωκε τοῖς ἰδίοις καὶ λοιπὸν ὡς καλάμῳ τεθραυσμένῳ χρῶνται τῷ ῥηματίῳ 8.2 τούτῳ ἀγνοοῦντες τὸ ἐν αὐτῷ σαθρὸν οἱ παράφρονες. εἰ γὰρ ἀδύνατον ἦν τὰ γενητὰ βαστάξαι τὴν χεῖρα τοῦ θεοῦ-ἔστι δὲ καθ' ὑμᾶς ὁ υἱὸς εἷς τῶν γενητῶν-πῶς αὐτὸς ἠδυνήθη γενέσθαι παρὰ μόνου τοῦ θεοῦ; καὶ εἰ ἵνα τὰ γενητὰ γένηται, μεσίτου γέγονε χρεία, γενητὸς δὲ καθ' ὑμᾶς ἐστιν ὁ υἱός, ἔδει καὶ πρὸ αὐτοῦ μέσον τινὰ εἶναι, ἵνα κτισθῇ. τοῦ δὲ μεσίτου πάλιν καὶ αὐτοῦ κτίσματος τυγχάνοντος ἄραρεν ὅτι κἀκεῖνος ἐδέετο μεσίτου ἑτέρου πρὸς τὴν ἰδίαν σύστασιν. κἄν τις ἄλλον ἐπινοήσῃ, προεπινοήσει τὸν ἐκείνου μεσίτην, ὥστε καὶ εἰς ἄπειρον ἐκπεσεῖν. οὕτω δὲ ἀεὶ τοῦ μεσίτου ζητουμένου οὐδὲ ἡ κτίσις συστῆναι δυνήσεται διὰ τὸ μὴ δύνασθαι, ὡς λέγετε, μηδένα τῶν γενητῶν βαστάξαι 8.3 τὴν ἄκρατον χεῖρα τοῦ ἀγενήτου. εἰ δὲ τὸ ἄτοπον τοῦτο συνορῶντες ἄρχεσθε λέγειν, ὅτι ὁ υἱὸς κτίσμα ὢν ἱκανὸς γέγονεν, ὥστε ὑπὸ τοῦ ἀγενήτου γενέσθαι, ἐξ ἀνάγκης καὶ τὰ ἄλλα πάντα γενητὰ ὄντα δυνατὰ ἦν παρὰ τοῦ ἀγενήτου ὑπουργηθῆναι· κτίσμα γὰρ καθ' ὑμᾶς κἀκεῖνος ὥσπερ οὖν καὶ ταῦτα πάντα ἐστί. καὶ περιττὴ λοιπὸν τοῦ λόγου ἡ γένεσις κατὰ τὴν ἀσεβῆ καὶ μωρὰν ὑμῶν ἐπίνοιαν, αὐτάρκους ὄντος τοῦ θεοῦ τὰ πάντα αὐτουργεῖν πάντων τε τῶν γενητῶν δυναμένων τὴν ἄκρατον χεῖρα 8.4 βαστάξαι τοῦ θεοῦ. ἀνοήτου δὴ οὔσης αὐτῶν τῆς τοιαύτης φρενοβλαβείας, ἴδωμεν εἰ μὴ καὶ τὸ λεγόμενον τοῦτο τῶν ἀσεβῶν τὸ σόφισμα πλέον τῶν ἄλλων αὐτῶν ἀλογώ τερον ἀναφανείη. Ἀδὰμ μόνος ὑπὸ μόνου τοῦ θεοῦ διὰ τοῦ λόγου γέγονεν. ἀλλ' οὐκ ἐν τῷ πάλιν τὸν Ἀδὰμ πλέον τι τῶν πάντων ἀνθρώπων ἔχειν ἢ διαφέρειν τῶν μετ' αὐτὸν ἄν τις φήσειεν, εἰ μόνος μὲν αὐτὸς ὑπὸ μόνου τοῦ θεοῦ πεποίηται καὶ πέπλασται, ἡμεῖς δὲ πάντες ἐκ τοῦ Ἀδὰμ γεννώμεθα καὶ κατὰ διαδοχὴν τοῦ γένους συνιστάμεθα, ἕως μόνον καὶ αὐτὸς ἐκ γῆς ἐπλάσθη, καὶ μὴ ὢν πρότερον ὕστερον γέγονεν.