1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

8

ὑποστάσεως αὐτοῦ»· καὶ πάλιν· «ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς»· ὅτε καὶ μεμφόμενος τὸν Ἰσραὴλ ὁ λόγος φησίν· «ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας»· αὕτη δέ ἐστιν ἡ πηγὴ ἡ λέγουσα· «ἐμὲ ἐγκατ 12.3 έλιπον πηγὴν ὕδατος ζῶντος». καὶ μικρὸν μέν ἐστι τὸ παράδειγμα καὶ λίαν ἀμυδρὸν πρὸς τὸ ποθούμενον, δυνατὸν δὲ ὅμως ἐξ αὐτοῦ πλέον τῆς ἀνθρώπου φύσεως κατα νοεῖν καὶ μὴ νομίζειν ἴσην τὴν ἡμῶν εἶναι καὶ τὴν τοῦ υἱοῦ γέννησιν. τίς γὰρ δύνα ται κἂν λογίσασθαι μὴ εἶναί ποτε τὸ ἀπαύγασμα, ἵνα καὶ τολμήσας εἴπῃ μὴ εἶναι ἀεὶ τὸν υἱόν, ἢ ὅτι οὐκ ἦν ὁ υἱὸς πρὶν γεννηθῇ; ἢ τίς ἱκανὸς διελεῖν ἀπὸ τοῦ ἡλίου τὸ ἀπαύ γασμα ἢ τὴν πηγὴν ἐπινοῆσαί ποτε τῆς ζωῆς ἔρημον, ἵνα καὶ μανεὶς εἴπῃ, ἐξ οὐκ ὄντων ἐστὶν ὁ υἱὸς ὁ λέγων· «ἐγώ εἰμι ἡ ζωή», ἢ ἀλλότριος τῆς τοῦ πατρὸς οὐσίας ὁ λέγων· «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα»; οὕτω γὰρ ἡμᾶς οἱ ἅγιοι βουλόμενοι νοεῖν τοιαῦτα καὶ παραδείγματα δεδώκασι, καὶ ἔστιν ἄτοπον καὶ λίαν ἀσεβὲς τοιαύτας ἐχούσης τῆς γραφῆς τὰς εἰκόνας ἐξ ἄλλων ἡμᾶς περὶ τοῦ κυρίου διανοεῖσθαι τῶν μήτε γεγραμμένων μήτε τινὰ διάνοιαν εἰς εὐσέβειαν ἐχόντων.

13.1 Οὐκοῦν λοιπὸν λεγέτωσαν, πόθεν ἄρα καὶ οὗτοι μαθόντες ἢ τίνος αὐτοῖς παρα δεδωκότος τοιαῦτα περὶ τοῦ σωτῆρος ὑπονοεῖν ἤρξαντο. ἀνέγνωμεν, φήσουσιν, ἐν 13.2 ταῖς Παροιμίαις· «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». καὶ γὰρ καὶ οἱ περὶ Εὐσέβιον τοῦτο λέγειν ἐδόκουν, καὶ σὺ δὲ γράφων ἐδήλωσας, ὅτι διὰ πολλῶν μὲν ἀποδείξεων ἀνατρεπόμενοι καὶ οὗτοι κατεγινώσκοντο, τοῦτο δὲ ὅμως αὐτοὶ τὸ ῥητὸν ἄνω καὶ κάτω περιφέροντες ἓν τῶν κτισμάτων τὸν υἱὸν εἶναι ἔλεγον καὶ τοῖς γενητοῖς 13.3 αὐτὸν συνηρίθμουν. ἀλλὰ καὶ τοῦτο δοκοῦσί μοι μὴ νενοηκέναι καλῶς· ἔχει γὰρ τὴν διάνοιαν εὐσεβῆ καὶ λίαν ὀρθήν, ἣν εἰ καὶ αὐτοὶ νενοήκεισαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐβλασφήμησαν. τὰ γὰρ προειρημένα εἰς τὸ ῥητὸν τοῦτο συμβαλλέτωσαν, καὶ 13.4 ὄψονται πολλὴν ἐν αὐτοῖς οὖσαν τὴν διαφοράν. τίς γὰρ οὐ συνορᾷ διάνοιαν ἔχων ὀρθήν, ὅτι τὰ μὲν κτιζόμενα καὶ ποιούμενα ἔξωθεν τοῦ ποιοῦντος, ὁ δὲ υἱός, ὡς ἐν τοῖς ἔμπροσθεν ἔδειξεν ὁ λόγος, οὐκ ἔξωθεν ἀλλ' ἐκ τοῦ γεννῶντος πατρὸς ὑπάρχει; καὶ γὰρ ἄνθρωπος κτίζει μὲν οἰκίαν, γεννᾷ δὲ υἱόν, καὶ οὐκ ἄν τις ἀναστρέφων εἴποι τὴν μὲν οἰκίαν καὶ τὴν ναῦν γεννᾶσθαι παρὰ τοῦ κατασκευάζοντος, τὸν δὲ υἱὸν κτίζεσθαι καὶ ποιεῖσθαι παρὰ τοῦ αὐτοῦ, οὐδὲ πάλιν τὴν μὲν οἰκίαν εἰκόνα τοῦ κτίζοντος, τὸν δὲ υἱὸν ἀνόμοιον τοῦ γεννῶντος. ἀλλὰ μᾶλλον τὸν μὲν υἱὸν εἰκόνα τοῦ πατρὸς ὁμολογήσει, τὴν δὲ οἰκίαν τέχνης εἶναι δημιούργημα, εἰ μή τις ἄρα τὴν διάνοιαν νοσοίη καὶ τὰς φρένας παρεξεστη 13.5 κὼς τυγχάνοι. ἀμέλει πάντων μᾶλλον ἡ θεία γραφὴ γινώσκουσα τὴν ἑκάστου φύσιν περὶ μὲν τῶν κτιζομένων διὰ Μωυσέος φησίν· «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν»· περὶ δὲ τοῦ υἱοῦ οὐχ ἕτερον, ἀλλ' αὐτὸν τὸν πατέρα σημαίνει λέγοντα· «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε»· καὶ πάλιν· «υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε»· αὐτός τε περὶ ἑαυτοῦ ὁ κύριος ἐν Παροιμίαις λέγει· «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με»· καὶ περὶ μὲν τῶν γενητῶν καὶ κτιστῶν ὁ Ἰωάννης φησί· «πάντα δι' αὐτοῦ ἐγένετο»· περὶ δὲ τοῦ κυρίου εὐαγγελιζόμενος λέγει· «ὁ μονογενὴς υἱός, ὁ 13.6 ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο». εἰ τοίνυν υἱός, οὐ κτίσμα, εἰ δὲ κτίσμα, οὐχ υἱός· πολλὴ γὰρ ἐν αὐτοῖς ἡ διαφορά. καὶ οὐκ ἂν εἴη αὐτὸς υἱὸς καὶ κτίσμα, ἵνα μὴ καὶ ἐκ τοῦ θεοῦ καὶ ἔξωθεν τοῦ θεοῦ ἡ οὐσία αὐτοῦ νομίζηται.

14.1 Ἆρ' οὖν μάτην γέγραπται τοῦτο τὸ ῥητόν; τοῦτο γὰρ πάλιν ἐκεῖνοι περιβομ βοῦσιν ὡς ἀγέλη κωνώπων. οὐχί γε, οὐ μάτην γέγραπται, ἀλλὰ καὶ μάλα ἀναγκαίως. καὶ γὰρ καὶ κτίζεσθαι λέγεται, ἀλλ' ὅτε γέγονεν ἄνθρωπος· ἀνθρώπου γὰρ ἴδιον τοῦτο. τὴν δὲ διάνοιαν ταύτην εὑρήσει καλῶς ἐν τοῖς λογίοις κειμένην ὁ μὴ πάρεργον ἡγούμενος τὴν ἀνάγνωσιν, ἀλλὰ καὶ τὸν καιρὸν καὶ τὰ πρόσωπα καὶ