1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

32

ποιησάμενος βοήθειαν ἑαυτῷ παρεσκευάσατο, ὥς γέ μοι δοκεῖ. «ὃ γὰρ ἄν», φησίν, «ἀπ' αὐτοῦ ἀφέλῃς, τούτῳ ἐλάττονα πεποίηκας». 40.30 εἶτα, ὦ λυμεὼν καὶ ὀλέθριε, σοὶ τοῦτ' ἔστι πίστις; σὺ καθ' ὑπόθεσιν καὶ πλάσμα λαμβάνεις τὸν τὰ πλάσματα τῶν ἐθνῶν κατακρίναντα, σὺ ἐπείσακτον καλεῖς καὶ ὡς ἐπὶ καθηκόντων ὑπηρέτην τὸν ἄνευ ἐνθυμήσεως καὶ λογισμοῦ τῷ συνυπάρχειν τῇ τοῦ πατρὸς ἀϊδιότητι πάντα διανύσαντα; ἐφάρμοσον νῦν, εἰ δὴ τολμᾷς, ἐφάρμοσον, φημί, τῷ θεῷ καὶ τὸ εὐλα βεῖσθαι καὶ τὸ ἐλπίζειν τὸ ἐκβησόμενον, ἔτι δὲ τὸ ἐνθυμεῖσθαι, τὸ λογίζεσθαι τὸ σκεπτό μενον, τὸ γνώμην ἀποφαίνεσθαι καὶ διαρθροῦν καὶ ὅλως τὸ τέρπεσθαι, τὸ γελᾶν, τὸ 40.31 λυπεῖσθαι. τί τοίνυν φῄς, ὦ τῶν ἀθλίων ἀθλιώτερε, ὦ τῆς κακίας αὐτόχρημα μῆστορ; 40.32 σύνες δή, εἰ δύνασαι, ὡς ἐν αὐτῇ γέ σου τῇ πανουργίᾳ μοχθηρὸς ὢν ἁλίσκῃ. «ὁ Χριστός», φησί, «δι' ἡμᾶς πέπονθεν». ἀλλ' ἤδη φθάσας ἔγωγε εἶπον, ὡς μορφῇ σώματος ἀπεστάλη. «ναί», φησίν, «ἀλλὰ δέος μὴ δόξωμεν κατά τι ἐλαττοῦν». εἶτα, ὦ τῶν θηρίων μεσίτα, ταῦτα λέγων οὐ μαίνῃ καὶ σαφῶς λυττᾷς; ἰδοὺ γὰρ δὴ ὁ κόσμος αὐτὸς μορφή, ἤγουν σχῆμα τυγχάνει ὢν καὶ οἱ ἀστέρες γε χαρακτῆρες προβέβληνται, καὶ ὅλως τὸ πνεῦμα τοῦ σφαιροειδοῦς τούτου κύκλου εἶδος τῶν ὄντων τυγχάνει ὂν καὶ ὥσπερ μόρ φωμα. καὶ ὅμως ὁ θεὸς πανταχοῦ πάρεστι. ποῦ τοίνυν εἰσὶν ἐν τῷ θεῷ αἱ ὕβρεις; ἢ κατὰ 40.33 τί ὁ θεὸς ἐλαττοῦται; ὦ πατροκτόνε τῆς ἐπιεικείας σύ, λόγισαι δὴ οὖν ἐξ αὐτοῦ τεκμαιρόμενος καὶ ἐνθυμήθητι, εἰ ἁμάρτημα τοῦτ' εἶναι δοκεῖ, τὸ ἐν Χριστῷ παρεῖναι τὸν θεόν. ἐκεῖνος μὲν οὖν κατεῖδε τὴν ἀτιμίαν τοῦ λόγου καὶ τὴν τιμωρίαν οὐ βραδέως ἐπήγαγε. χωρὶς δὲ τούτων καθ' ἑκάστην δήπουθεν ἡμέραν ἁμαρτήματα ἐν τῷ κόσμῳ γίνεται. καὶ ὅμως ὁ θεὸς πάρεστι καὶ τὰ τῆς δίκης οὐχ ὑστερίζει. τί οὖν παρὰ τοῦτο ἐλαττοῦται, 40.34 εἰ τὸ μέγεθος αὐτοῦ τῆς δυνάμεως τὰ πανταχοῦ διαισθάνεται; οὐδέν, οἶμαι. ὁ μὲν γὰρ τοῦ κόσμου νοῦς διὰ τοῦ θεοῦ· δι' αὐτοῦ πᾶσα διαμονή. δι' αὐτοῦ πᾶσα δίκη. ἡ δὲ τοῦ Χριστοῦ πίστις ἀνάρχως ἐξ αὐτοῦ. ὅλος δὲ θεοῦ νόμος ἐστὶ Χριστός, δι' αὐτοῦ τὸ ἄπειρον ἅμα καὶ ἀτελεύτητον ἔχων. 40.35 Ἀλλὰ γὰρ σὺ κατὰ σεαυτὸν ἐννοῶν φαίνῃ, ὢ τῆς μανίας λίαν· περίστρεψον νῦν εἰς τὴν σαυτοῦ ἀπώλειαν τὸ τοῦ διαβόλου ξίφος. ὁρᾶτε δὴ, πάντες ὁρᾶτε, ὡς γοερὰς ἤδη προίσχεται φωνὰς τῷ τοῦ ἔχεως ἐνισχημένος δήγματι, ὡς αἱ φλέβες αὐτοῦ καὶ σάρκες τῷ ἰῷ ἐγκατειλημμέναι δεινὰς ἀνακινοῦσιν ὀδύνας, ὡς διερρύηκεν αὐτοῦ τὸ σῶμα πᾶν κατισχνωθέν- αὐχμοῦ τε καὶ ῥύπου καὶ θρήνων καὶ ὠχριάσεως καὶ φρίκης καὶ μυρίων τε γέμει κακῶν καὶ δεινῶς κατέσκληκεν-ὡς εἰδεχθὲς καὶ κατάρρυπον τὸ τῆς κόμης δάσος, ὡς ὅλος ἡμιθνὴς καὶ ἐξασθενῶν ἤδη τὸ βλέμμα, ὡς ἄναιμον τὸ πρόσωπον καὶ ὑπὸ μερίμνης ἐκτετηκός, ὡς ὁμοῦ πάντα εἰς αὐτὸν συνδραμόντα, οἶστρος μανία τε καὶ ματαιότης, διὰ 40.36 τὸ χρόνιον τοῦ πάθους ἄγριόν τε καὶ θηριώδη σε πεποιήκασιν. αὐτίκα οὐδὲ ἐπαισθανό μενος οὗ δὴ κακοῦ τυγχάνει ὢν «αἴρομαι», φησίν, «ὑφ' ἡδονῆς καὶ πηδῶ γε σκιρτῶν ὑπὸ 40.37 χαρᾶς καὶ πτεροῦμαι». καὶ πάλιν νεανικῶς γε λίαν «εἶεν», φησίν, «ἀπωλόμεθα». τοῦτο μέν γε καὶ ἀληθές ἐστι· σοὶ γὰρ μόνῳ ἡ κακία τὰς παρ' ἑαυτῆς σπουδὰς δαψιλῶς κεχορήγηκε, καὶ ὃ πολλῆς ἐωνεῖτο τιμῆς, τοῦτό σοι ῥᾷστα δέδωκε. φέρε δὴ νῦν εἰπέ, ποῦ τὰ σεμνά σού ἐστι παραγγέλματα; ἀπόνιψαι δῆτα τῷ Νείλῳ σαυτόν, εἰ οἷόν τε, ὦ ἀτόπου γέμων ἄνθρωπε ἀναισθησίας· καίτοι σύ γε τὴν οἰκουμένην ἅπασαν τοῖς σεαυτοῦ ἀσεβή 40.38 μασι διαταράξαι ἐσπούδακας. ἆρα γε συνίης ὡς ἅπαντα ἤδη ὁ τοῦ θεοῦ ἄνθρωπος ἐγὼ ἐξεπίσταμαι; ἀλλὰ γὰρ ἀπορῶ, πότερον μένειν ἢ ἀπιέναι δεῖ· οὔτε γὰρ βλέπειν εἰς τοῦτον ἔτι δύναμαι καὶ τὴν ἁμαρτίαν ἐπαισχύνομαι, ὦ Ἄρειε δῆτα Ἄρειε. ἡμᾶς μὲν εἰς φῶς κατέστησας, σαυτὸν δὲ εἰς σκότος, ὦ ταλαίπωρε, κατέβαλες. τοῦτό σου τῶν πόνων πέφηνε τὸ τέλος. 40.39 Ἀλλ' ἐκεῖσε πάλιν ἐπάνειμι· πλῆθος εἶναι φῂς τῶν περὶ σὲ ἀλωμένων. εἰκός, οἶμαι, καὶ δέχου γε τούτους, δέχου, φημί. λύκοις γὰρ ἑαυτοὺς καὶ