1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

33

λέουσι βρωθησομένους ἐκ δεδώκασι. πλὴν ἀλλὰ καὶ τούτων ἕκαστος προσθήκῃ κεφαλαίων δέκα καὶ τελέσμασι τούτων πιεσθεὶς αὐτίκα δὴ μάλα ἱδρώσει, ἐὰν μὴ τὴν ταχίστην ἐπὶ τὴν σωτήριον δραμὼν 40.40 ἐκκλησίαν τὴν τῆς ἀγάπης εἰρήνην τῷ φίλτρῳ τῆς ὁμονοίας ἐπανέληται. οὐδὲ γὰρ δὴ ὑπὸ σοῦ λοιπὸν ἐξαπατηθήσονται ἐπὶ πονηρᾷ συνειδήσει κατεγνωσμένου, οὐδ' ἀνέξονται τέλεον ἀπολέσθαι ταῖς μιαραῖς σου ζητήσεσιν ἐμπλακέντες. σαφῆ καὶ γνώριμα πᾶσι πρὸς γοῦν τὸν ἑξῆς χρόνον τὰ σά ἐστι σοφίσματα· καὶ μὴν οὐδὲ αὐτὸς ἀνύσαι τι δυνήσῃ, ἀλλὰ μάτην σχηματιῇ, ἐπιείκειάν τε καὶ πραότητα λόγων καθυποκρινόμενος καὶ ἁπλότητος ὡς εἰπεῖν προσωπεῖον ἔξωθεν περιτιθέμενος. μάταιον ἔσται σου τὸ ὅλον τέχνασμα. αὐτίκα γάρ σε ἡ ἀλήθεια περιστήσεται. αὐτίκα σου τὰς φλόγας ὁ τῆς 40.41 δυνάμεως ὡς εἰπεῖν ὄμβρος ἀποσβέσει. καὶ μέντοι καὶ τοὺς ἑταίρους καὶ ὁμογνώμονάς σου ἐνόχους ἤδη τῇ βουλῇ γενομένους αἱ τῶν δημοσίων λειτουργημάτων καταλήψονται φροντίδες, ἐάν γε μὴ τὴν ταχίστην ἀποφεύγοντες τῆς πρὸς σὲ συνουσίας τὴν ἀδιάφθορον 40.42 ἀνταλλάξωνται πίστιν. σὺ δέ, ὁ σιδηρόφρων ἀνήρ, δεῖγμά μοι δὸς τῆς σῆς προαιρέ σεως, εἰ σαυτῷ πιστεύεις καὶ ἔρρωσαι τῷ βεβαίῳ τῆς πίστεως καὶ καθαρὰν ὅλως ἔχεις συνείδησιν. ἧκε πρὸς ἐμέ, ἧκε, φημί, πρὸς θεοῦ ἄνθρωπον. πίστευσον, ὡς ταῖς ἐμαυτοῦ πεύσεσι διερευνήσομαί σου τὰ ἀπόρρητα τῆς καρδίας· κἂν μέν τι μανικὸν ἐνεῖναι δόξῃ, τὴν θείαν ἐπικαλεσάμενος χάριν παραδείγματός σε κάλλιον ἰάσομαι. ἐὰν δὲ ὑγιαίνων τὰ κατὰ ψυχὴν φανῇς, τὸ τῆς ἀληθείας φῶς ἐπιγνοὺς ἐν σοὶ καὶ τῷ θεῷ χάριν εἴσομαι καὶ ἐμαυτῷ τῆς εὐσεβείας συνησθήσομαι. 40.43 Καὶ ἄλλῃ χειρί· ὁ θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί. ∆ιὰ Συγκλητίου καὶ Γαυδεντίου μαγιστριανῶν ἐκομίσθη καὶ ταῦτα, ὅτε Πατέριος ἦν ἔπαρχος Αἰγύπτου, καὶ ἀνεγνώσθη ἐν τῷ παλατίῳ.

41.τ {Κατὰ Εὐσεβίου καὶ Θεογνίου.}

41.1 Κωνσταντῖνος Σεβαστὸς τῇ καθολικῇ ἐκκλησίᾳ Νικομηδέων. Τὸν

δεσπότην θεὸν δηλαδὴ καὶ σωτῆρα Χριστὸν ἀκριβῶς ἅπαντες ἴστε, ἀγαπητοὶ ἀδελφοί, πατέρα τε καὶ υἱὸν εἶναι, πατέρα φημὶ ἄναρχον ἄνευ τέλους γονέα τοῦ αἰῶνος αὐτοῦ, υἱὸν δέ, τοῦτ' ἔστι τὴν τοῦ πατρὸς βούλησιν, ἥτις οὔτε δι' ἐνθυμήσεώς τινος ἀνείληπται οὔτε πρὸς τὴν τῶν ἔργων αὐτοῦ τελεσιουργίαν διά τινος ἐξεζητημένης οὐσίας κατελήφθη. ὃς γὰρ τοῦτο καὶ νοεῖ καὶ νοήσει, οὗτος ἕξει πρὸς ἅπαν τιμωρίας 41.2 γένος ἀκάματον ὑπομονήν. ἀλλὰ γὰρ ὁ τοῦ θεοῦ υἱὸς Χριστὸς ὁ τῶν ἁπάντων δημι ουργὸς καὶ τῆς ἀθανασίας αὐτῆς χορηγὸς ἐγεννήθη, ὅσον πρὸς τὴν πίστιν ἀνῆκεν ᾗ πεπιστεύκαμεν, ἐγεννήθη-μᾶλλον δὲ προῆλθεν αὐτὸς ὁ καὶ πάντοτε ἐν τῷ πατρὶ ὢν ἐπὶ τὴν τῶν ὑπ' αὐτοῦ γεγενημένων διακόσμησιν-ἐγεννήθη τοίνυν ἀμερίστῳ προε λεύσει· ἡ γὰρ βούλησις ὁμοῦ καὶ τῷ οἰκητηρίῳ ἑαυτῆς ἐμπέπηγε καὶ ταῦθ', ἅπερ δια 41.3 φόρου δέεται τημελείας, κατὰ τὴν ἑκάστου ποιότητα πράττει τε καὶ διοικεῖ. τί οὖν ἐστι μεταξὺ τοῦ θεοῦ καὶ πατρὸς καὶ υἱοῦ; οὐδὲν δηλαδή. αὕτη γὰρ ἡ τῶν πραγμάτων συμπλήρωσις αἰσθήσει παρείληφε τὸ τῆς βουλήσεως πρόσταγμα, οὐχὶ δὲ μερισθεῖσαν 41.4 ἐκ τῆς τοῦ πατρὸς οὐσίας τὴν βούλησιν διέστησεν. ὃ δὲ τούτοις ἕπεται· τίς ἐστιν, ὃς τοῦ Χριστοῦ τοῦ ἐμοῦ δεσπότου πάθος δι' αἰδῶ μᾶλλον ἢ μωρίαν δέδιεν; ἆρ' οὖν πάσχει τὸ θεῖον, ἐπειδὰν ἡ τοῦ σεμνοῦ σώματος οἴκησις πρὸς ἐπίγνωσιν τῆς ἰδίας ἁγιότητος ὁρμᾷ, ἢ ὑποπίπτει θίξει τὸ τοῦ σώματος ἐκκεχωρισμένον; ἆρ' οὐχὶ διέστηκε τοῦθ' ὅπερ ἐκ τῆς τοῦ σώματος ἀφῄρηται ταπεινότητος; οὐχὶ δὲ ζῶμεν, κἂν πρὸς θάνατον ἡ τῆς 41.5 ψυχῆς εὔκλεια τὸ σῶμα προσκαλέσηται; τί τοίνυν ἐνταῦθα ἡ ἀβλαβής τε καὶ εἰλικρινὴς