1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

26

διάκονος. Ἀπολλώνιος διάκονος. Ὀλύμπιος διάκονος. Ἀφθόνιος διάκονος. Ἀθανάσιος διάκονος. Μακάριος διάκονος. Παῦλος διάκονος. Πέτρος διάκονος. Ἀμυντιανὸς διάκονος. Γάιος διάκονος. Ἀλέξανδρος διάκονος. ∆ιονύσιος διάκονος. Ἀγάθων διάκονος. Πολύβιος διάκονος. Θεωνᾶς διάκονος. Μάρκος διάκονος. Κώμοδος διάκονος. Σεραπίων διάκονος. Νεῖλος διάκονος. Ῥωμανὸς διάκονος ὁμοίως. {Μαρεώτου πρεσβύτεροι.} Ἀπολλώνιος πρεσβύτερος σύμψηφός εἰμι τοῖς γεγραμμένοις καὶ τῇ καθαιρέσει Ἀρείου καὶ τῶν σὺν αὐτῷ ἀσεβησάντων. Ἰνγένιος πρεσβύτερος ὁμοίως. Ἀμμώνιος πρεσβύτερος. ∆ιόσκορος πρεσβύτερος. Σωστρᾶς πρεσβύτερος. Θέων πρεσβύτερος. Τύραννος πρεσβύτερος. Κόπρης πρεσβύτερος. Ἀμμωνᾶς πρεσβύτερος. Ὡρίων πρεσβύτερος. Σερῆνος πρεσβύτερος. ∆ίδυμος πρεσβύτερος. Ἡρακλῆς πρεσ βύτερος. Βόκκων πρεσβύτερος. Ἀγαθὸς πρεσβύτερος. Ἀχιλλᾶς πρεσ βύτερος. Παῦλος πρεσβύτερος. Θαλέλαιος πρεσβύτερος. ∆ιονύσιος πρεσ βύτερος ὁμοίως. {∆ιάκονοι.} Σαραπίων διάκονος ὁμοίως. Ἰοῦστος διάκονος ὁμοίως. ∆ίδυμος διάκονος. ∆ημήτριος διάκονος. Μαῦρος διάκονος. Ἀλέξανδρος διάκονος. Μάρκος διάκονος. Κόμων διάκονος. Τρύφων διάκονος. Ἀμμώνιος διάκονος. ∆ίδυμος διάκονος. Πτολλαρίων διάκονος. Σέρας διάκονος. Γάιος διάκονος. Ἱέραξ διάκονος. Μάρκος διάκονος. Θεωνᾶς διάκονος. Σαρμάτων διάκονος. Κάρπων διάκονος. Ζώιλος διάκονος ὁμοίως.

36.τ {Ἀντίγραφον ἐπιστολῆς τῆς ἐν Νικαίᾳ συνόδου κατὰ Ἀρείου

καὶ τῶν σὺν αὐτῷ.}

36.1 Τῇ ἁγίᾳ καὶ μεγάλῃ θεοῦ χάριτι Ἀλεξανδρέων ἐκκλησίᾳ καὶ τοῖς κατ' Αἴγυπτον καὶ Λιβύην καὶ Πεντάπολιν ἀγαπητοῖς ἀδελφοῖς οἱ ἐν Νικαίᾳ συναχθέντες καὶ τὴν μεγάλην καὶ ἁγίαν σύνοδον συγκροτήσαντες ἐπίσκοποι ἐν κυρίῳ χαίρειν. 36.2 Ἐπειδὴ τῆς τοῦ θεοῦ χάριτος καὶ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου συναγαγόντος ἡμᾶς ἐκ διαφόρων ἐπαρχιῶν καὶ πόλεων ἡ μεγάλη καὶ ἁγία σύνοδος ἐν Νικαίᾳ συνεκροτήθη, ἐξ ἅπαντος ἀναγκαῖον ἐφάνη παρὰ τῆς ἱερᾶς συνόδου καὶ πρὸς ὑμᾶς ἐπιτεθῆναι γράμματα, ἵν' εἰδέναι ἔχοιτε, τίνα μὲν ἐκινήθη καὶ ἐξητάσθη, τίνα δὲ ἔδοξε καὶ ἐκρατύνθη. πρῶτον μὲν οὖν ἁπάντων ἐξητάσθη τὰ κατὰ τὴν ἀσέβειαν καὶ τὴν παρανομίαν 36.3 Ἀρείου καὶ τῶν σὺν αὐτῷ ὑπὸ παρουσίᾳ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου. καὶ παμψηφὶ ἔδοξεν ἀναθεματισθῆναι τὴν ἀσεβῆ αὐτοῦ δόξαν καὶ τὰ ῥήματα καὶ τὰ ὀνόματα τὰ βλάσφημα, οἷς ἐκέχρητο βλασφημῶν τὸν υἱὸν τοῦ θεοῦ, λέγων «ἐξ οὐκ ὄντων εἶναι» καὶ «πρὶν γεννηθῆναι μὴ εἶναι» καὶ «εἶναί ποτε ὅτε οὐκ ἦν», καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτικὸν τὸν υἱὸν τοῦ θεοῦ λέγοντος καὶ κτίσμα ὀνομάζοντος καὶ ποίημα. 36.4 ἅπαντα ἀνεθεμάτισεν ἡ ἁγία σύνοδος οὐδὲ ὅσον ἀκοῦσαι τῆς ἀσεβοῦς δόξης καὶ τῆς ἀπονοίας καὶ τῶν βλασφήμων ῥημάτων ἀνασχομένη. καὶ τὰ μὲν κατ' ἐκεῖνον οἵου τέλους τετύχηκε πάντως ἢ ἀκηκόατε ἢ ἀκούσεσθε, ἵνα μὴ δόξωμεν ἐπεμβαίνειν ἀνδρὶ δι' οἰκείαν 36.5 ἁμαρτίαν ἄξια τὰ ἐπίχειρα κομισαμένῳ. τοσοῦτον δὲ ἴσχυσεν αὐτοῦ ἡ ἀσέβεια, ὡς καὶ παραπολαῦσαι Θεωνᾶν ἀπὸ Μαρμαρικῆς καὶ Σεκοῦνδον ἀπὸ Πτολεμαίδος, τῶν γὰρ αὐτῶν κἀκεῖνοι τετυχήκασιν. Ἀλλ' ἐπειδὴ ἡ τοῦ θεοῦ χάρις τῆς μὲν κακοδοξίας ἐκείνης καὶ τῆς βλασφημίας καὶ τῶν προσώπων τῶν τολμησάντων διάστασιν καὶ διαίρεσιν ποιήσασθαι τοῦ εἰρηνευο μένου ἄνωθεν λαοῦ ἠλευθέρωσεν τὴν Αἴγυπτον, ἐλείπετο δὲ τὸ κατὰ τὴν προπέτειαν Μελιτίου καὶ τῶν ὑπ' αὐτοῦ χειροτονηθέντων· καὶ περὶ τούτου τοῦ μέρους ἃ ἔδοξε τῇ 36.6 συνόδῳ