1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

13

δυνάμεων μεθ' ἡμῶν· ἀντιλήπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ». τοιαῦτα γὰρ καὶ Ἀστέριος ὁ λεγόμενος σοφιστὴς παρ' αὐτῶν μαθὼν ἔγραψε καὶ παρ' αὐτοῦ δὲ Ἄρειος μαθών, ὥσπερ 20.3 εἴρηται. ἀλλ' οἱ ἐπίσκοποι καὶ ἐν τούτῳ θεωρήσαντες τὴν ὑπόκρισιν ἐκείνων καὶ ὅτι κατὰ τὸ γεγραμμένον «ἐν καρδίαις τῶν ἀσεβῶν δόλος ἐστὶ τεκταινομένων κακά», ἠναγκάσθησαν καὶ αὐτοὶ αὖθις συναγαγεῖν ἐκ τῶν γραφῶν τὴν διάνοιαν καί, ἅπερ πρό τερον ἔλεγον, ταῦτα πάλιν λευκότερον εἰπεῖν καὶ γράψαι, ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱόν, ἵνα μὴ μόνον ὅμοιον τὸν υἱόν, ἀλλὰ ταὐτὸν τῇ ὁμοιώσει ἐκ τοῦ πατρὸς εἶναι ση μαίνωσι καὶ ἄλλην οὖσαν τὴν τοῦ υἱοῦ ὁμοίωσιν καὶ ἀτρεψίαν δείξωσι παρὰ τὴν ἐν ἡμῖν λεγομένην μίμησιν, ἣν ἐξ ἀρετῆς διὰ τὴν τῶν ἐντολῶν τήρησιν ἡμεῖς προσλαμβάνομεν. 20.4 τὰ μὲν γὰρ τῶν σωμάτων ὅμοια πρὸς ἑαυτὰ τυγχάνοντα δυνατόν πως διίστασθαι καὶ μακρὰν ἀπ' ἀλλήλων γίνεσθαι, οἷοί εἰσιν οἱ τῶν ἀνθρώπων υἱοὶ πρὸς τοὺς γεννήσαντας, ὡς γέγραπται περὶ τοῦ Ἀδὰμ καὶ τοῦ ἐξ αὐτοῦ γεννηθέντος Σήθ, ὃς ἦν ὅμοιος αὐτῷ 20.5 «κατὰ τὴν ἰδέαν αὐτοῦ». ἐπειδὴ δὲ ἡ ἐκ πατρὸς τοῦ υἱοῦ γέννησις ἄλλη παρὰ τὴν ἀνθρώπων φύσιν ἐστὶ καὶ οὐ μόνον ὅμοιος, ἀλλὰ καὶ ἀδιαίρετός ἐστι τῆς τοῦ πατρὸς οὐσίας καὶ ἓν μέν εἰσιν αὐτὸς καὶ ὁ πατήρ, ὡς αὐτὸς εἴρηκεν, ἀεὶ δὲ ἐν τῷ πατρί ἐστιν ὁ λόγος καὶ ὁ πατὴρ ἐν τῷ λόγῳ, ὡς ἔστι τὸ ἀπαύγασμα πρὸς τὸ φῶς-τοῦτο γὰρ καὶ ἡ λέξις σημαίνει-, διὰ τοῦτο ἡ σύνοδος τοῦτο νοοῦσα καλῶς ὁμοούσιον ἔγραψεν, ἵνα τήν τε τῶν αἱρετικῶν κακοήθειαν ἀνατρέψωσι καὶ δείξωσιν ἄλλον εἶναι τῶν γενητῶν τὸν λόγον. καὶ γὰρ τοῦτο γράψαντες εὐθὺς ἐπήγαγον· «τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν υἱὸν τοῦ θεοῦ ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ποίημα ἢ ἐξ ἑτέρας οὐσίας τούτους ἀνα 20.6 θεματίζει ἡ ἁγία καὶ καθολικὴ ἐκκλησία». ταῦτα δὲ εἰρηκότες ἐδήλωσαν φανερῶς, ὅτι τὸ ἐκ τῆς οὐσίας καὶ τὸ ὁμοούσιον ἀναιρετικὰ τῶν τῆς ἀσεβείας λογαρίων εἰσίν, ἅπερ ἐστὶ κτίσμα καὶ ποίημα καὶ γενητὸν καὶ τρεπτὸν καὶ οὐκ ἦν πρὶν γεννηθῇ. ὁ γὰρ ταῦτα φρονῶν ἀντιλέγει τῇ συνόδῳ, ὁ δὲ τὰ Ἀρείου μὴ φρονῶν ἐξ ἀνάγκης τὰ τῆς συνόδου φρονεῖ καὶ διανοεῖται καλῶς αὐτὰ βλέπων, ὅπως ἐστὶ τὸ ἀπαύγασμα πρὸς τὸ φῶς, καὶ ἐξ αὐτοῦ τὴν εἰκόνα τῆς ἀληθείας λαμβάνων.

21.1 Οὐκοῦν εἰ τὰ ῥήματα καὶ οὗτοι ὡς ξένα προφασίζονται, φρονείτωσαν τὴν διάνοιαν, καθ' ἣν ἡ σύνοδος οὕτως ἔγραψεν, ἀναθεματίζοντες ἅπερ ἀνεθεμάτισεν ἡ σύνοδος καὶ λοιπόν, εἰ δύνανται, μεμφέσθωσαν τὰς λέξεις. εὖ δὲ οἶδα, ὅτι φρονήσαντες τὴν διάνοιαν τῆς συνόδου καὶ τὰ ῥήματα τῆς διανοίας πάντως ἀποδέξονται. ἂν δὲ καὶ ταύτην αἰ τιᾶσθαι θελήσωσι, δῆλοι πᾶσίν εἰσι μάτην καὶ περὶ ἐκείνων λέγοντες καὶ μόνον ἀφορμὰς 21.2 ἑαυτοῖς εἰς ἀσέβειαν ἐπινοοῦντες. ἡ μὲν οὖν πρόφασις τῶν τοιούτων λέξεων αὕτη· εἰ δ' ὅτι καὶ μὴ ἔγγραφοί εἰσι πάλιν γογγύζουσιν, αὐτόθεν μὲν αὐτοὶ ἐκβαλλέσθωσαν ὡς κενολογοῦντες καὶ τὸν νοῦν οὐχ ὑγιαίνοντες· ἑαυτοὺς δὲ καὶ ἐν τούτοις αἰτιάσθωσαν, ὅτι πρῶτοι παρασχόντες τὴν τοιαύτην πρόφασιν ἐξ ἀγράφων θεομαχεῖν ἤρξαντο. γινω σκέτω δὲ ὅμως, εἴ τίς ἐστι φιλομαθής, ὅτι εἰ καὶ μὴ οὕτως ἐν ταῖς γραφαῖς εἰσιν αἱ λέξεις, ἀλλά, καθάπερ εἴρηται πρότερον, τὴν ἐκ τῶν γραφῶν διάνοιαν ἔχουσι καὶ ταύτην ἐκφω 21.3 νούμεναι σημαίνουσι τοῖς ἔχουσιν εἰς εὐσέβειαν τὴν ἀκοὴν ὁλόκληρον. σκοπεῖν δὲ τοῦτό σε μὲν ἔξεστιν, ἐκείνους δὲ κατακούειν τοὺς ἀπαιδεύτους. δέδεικται ἐν τοῖς ἔμπροσθεν, καὶ τοῦτ' ἔστιν ἀληθὲς πιστεύειν, τὸν λόγον ἐκ τοῦ πατρὸς εἶναι καὶ μόνον ἴδιον αὐτοῦ καὶ φύσει γέννημα. πόθεν γὰρ ἄλλοθεν νοήσειέ τις τὸν υἱόν, ὅς ἐστιν ἡ σοφία καὶ ὁ 21.4 λόγος, ἐν ᾧ τὰ πάντα γέγονεν, ἢ ἐξ αὐτοῦ τοῦ θεοῦ; ὅμως δὲ τοῦτο καὶ παρὰ τῶν γραφῶν μεμαθήκαμεν, τοῦ μὲν πατρὸς διὰ τοῦ ∆αυὶδ λέγοντος· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», καί· «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», τοῦ δὲ υἱοῦ περὶ ἑαυτοῦ δεικνύντος τοῖς Ἰουδαίοις «εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ πατρὸς ἐξῆλθον», καὶ πάλιν· «οὐχ ὅτι τὸν