1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

25

ἁρμοδιώτερον ἂν εἴη περὶ τοῦ λόγου νῦν λεγόμενον, ὅτι καὶ γενόμενος ἄνθρω πος οὐκ ἠλλοίωται, ἀλλ' ὡς εἶπεν ὁ ἀπόστολος· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας». τίς δὲ ἄρα εἰπεῖν αὐτοὺς ἔπεισεν, ὅτι δι' ἡμᾶς γέγονε καίτοι 35.15 τοῦ Παύλου γράφοντος «δι' ὃν τὰ πάντα, καὶ δι' οὗ τὰ πάντα». περὶ γὰρ τοῦ βλασ φημεῖν αὐτούς, ὅτι οὐκ οἶδεν τελείως ὁ υἱὸς τὸν πατέρα, οὐ δεῖ θαυμάζειν. ἅπαξ γὰρ προ θέμενοι χριστομαχεῖν παρακρούονται καὶ τὰς φωνὰς αὐτοῦ λέγοντος «καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα». εἰ μὲν οὖν ἐκ μέρους ὁ πατὴρ γινώσκει τὸν υἱόν, δῆλον ὅτι καὶ ὁ υἱὸς μὴ τελείως γινωσκέτω τὸν πατέρα. εἰ δὲ τοῦτο λέγειν οὐ θέμις, οἶδεν δὲ τελείως ὁ πατὴρ τὸν υἱόν, δῆλον ὅτι καθὼς γινώσκει ὁ πατὴρ τὸν ἑαυτοῦ λόγον, οὕτως καὶ ὁ λόγος γινώσκει τὸν ἑαυτοῦ πατέρα, οὗ καὶ ἔστι λόγος. 35.16 Ταῦτα λέγοντες καὶ ἀναπτύσσοντες τὰς θείας γραφὰς πολλάκις ἐνετρέψαμεν αὐτούς, καὶ πάλιν ὡς χαμαιλέοντες μετεβάλοντο φιλονεικοῦντες εἰς ἑαυτοὺς ἐφελκύσαι τὸ γεγραμ μένον «ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν καταφρονεῖ». πολλαὶ γοῦν αἱρέσεις πρὸ αὐτῶν γεγόνασιν, αἵτινες πλέον τοῦ δέοντος τολμήσασαι πεπτώκασιν εἰς ἀφροσύνην. οὗτοι δὲ διὰ πάντων ἑαυτῶν τῶν ῥηματίων ἐπιχειρήσαντες εἰς ἀναίρεσιν τῆς τοῦ λόγου θεότητος ἐδικαίωσαν ἐξ ἑαυτῶν ἐκείνας ὡς ἐγγύτεροι τοῦ ἀντιχρίστου γενόμενοι. διὸ 35.17 καὶ ἀπεκηρύχθησαν καὶ ἀνεθεματίσθησαν ἀπὸ τῆς ἐκκλησίας. λυπούμεθα μὲν οὖν ἐπὶ τῇ ἀπωλείᾳ τούτων καὶ μάλιστα, ὅτι μαθόντες ποτὲ καὶ αὐτοὶ τὰ τῆς ἐκκλησίας νῦν ἀπεπήδησαν, οὐ ξενιζόμεθα δέ. τοῦτο γὰρ καὶ Ὑμέναιος καὶ Φίλητος πεπόνθασι καὶ πρὸ αὐτῶν Ἰούδας ὁ ἀκολουθήσας τῷ σωτῆρι, ὕστερον γὰρ προδότης καὶ ἀποστάτης γέγονε. 35.18 Καὶ περὶ τούτων δὲ αὐτῶν οὐκ ἀδίδακτοι μεμενήκαμεν, ἀλλ' ὁ μὲν κύριος προείρηκε «βλέπετε μή τις ὑμᾶς πλανήσῃ. πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέ γοντες ὅτι ἐγώ εἰμι καὶ ὁ καιρὸς ἤγγικε καὶ πολλοὺς πλανήσουσι. μὴ πορευθῆτε ὀπίσω αὐτῶν». ὁ δὲ Παῦλος μαθὼν ταῦτα παρὰ τοῦ σωτῆρος ἔγραψεν «ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης πίστεως προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκα 35.19 λίαις δαιμονίων ἀποστρεφομένων τὴν ἀλήθειαν». Τοῦ τοίνυν κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διά τε ἑαυτοῦ παραγγείλαντος καὶ διὰ τοῦ ἀποστόλου σημάναντος περὶ τῶν τοιούτων ἀκολούθως ἡμεῖς αὐτήκοοι τῆς ἀσεβείας αὐτῶν γενόμενοι ἀνεθεματίσαμεν, καθὰ προείπομεν, τοὺς τοιούτους ἀποδείξαντές [τε] αὐτοὺς ἀλλοτρίους τῆς καθολικῆς ἐκκλησίας τε καὶ πίστεως. 35.20 Ἐδηλώσαμεν καὶ τῇ ὑμετέρᾳ θεοσεβείᾳ, ἀγαπητοὶ καὶ τιμιώτατοι συλλειτουργοί, ἵνα μήτε τινὰς ἐξ αὐτῶν, εἰ προπετεύσαιντο πρὸς ὑμᾶς ἐλθεῖν, προσδέξησθε μήτε Εὐσεβίῳ ἢ ἑτέρῳ τινὶ γράφοντι περὶ αὐτῶν πεισθῆτε. πρέπει γὰρ ὑμᾶς Χριστιανοὺς ὄντας πάντας τοὺς κατὰ Χριστοῦ λέγοντάς τε καὶ φρονοῦντας ὡς θεομάχους καὶ φθορέας τῶν ψυχῶν ἀποστρέφεσθαι, καὶ μηδὲ κἂν χαίρειν τοῖς τοιούτοις λέγειν, ἵνα μήποτε καὶ ταῖς ἁμαρ τίαις αὐτῶν κοινωνοὶ γενώμεθα, ὡς παρήγγειλεν ὁ μακάριος Ἰωάννης. προσείπατε τοὺς παρ' ὑμῖν ἀδελφούς. ὑμᾶς οἱ σὺν ἐμοὶ προσαγορεύουσιν. 35.21 {Ἀλεξανδρείας πρεσβύτεροι.} Κόλλουθος πρεσβύτερος σύμψηφός εἰμι τοῖς γεγραμμένοις καὶ τῇ καθαιρέσει Ἀρείου καὶ τῶν σὺν αὐτῷ ἀσεβησάντων. Ἀλέξανδρος πρεσβύτερος ὁμοίως. ∆ιόσκορος πρεσβύτερος ὁμοίως. ∆ιο νύσιος πρεσβύτερος ὁμοίως. Εὐσέβιος πρεσβύτερος ὁμοίως. Ἀλέξανδρος πρεσ βύτερος ὁμοίως. Νειλαρᾶς πρεσβύτερος ὁμοίως. Ἁρποκρατίων πρεσβύτερος ὁμοίως. Ἀγαθὸς πρεσβύτερος. Νεμέσιος πρεσβύτερος. Λόγγος πρεσβύτερος. Σιλβανὸς πρεσβύτερος. Περώους πρεσβύτερος. Ἄπις πρεσ βύτερος. Προτέριος πρεσβύτερος. Παῦλος πρεσβύτερος. Κῦρος πρεσ βύτερος ὁμοίως. {∆ιάκονοι.} Ἀμμώνιος διάκονος ὁμοίως. Μακάριος διάκονος. Πιστὸς διάκονος ὁμοίως. Ἀθανάσιος διάκονος. Εὐμενὴς