1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

11

Ἰωάννης τε γινώσκων τὴν χεῖρα καὶ τὴν σοφίαν εἶναι τὸν λόγον εὐηγγελίζετο· «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν». ὁ δὲ ἀπόστολος βλέπων τὴν χεῖρα, τὴν σοφίαν, τὸν λόγον αὐτὸν ὄντα τὸν υἱόν φησι· «πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλά λησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων· δι' οὗ καὶ ἐποίησε τοὺς αἰῶνας», καὶ 17.8 πάλιν· «εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ». εἰδὼς δὲ πάλιν τὸν λόγον, τὴν σοφίαν, τὸν υἱὸν αὐτὸν ὄντα τὴν εἰκόνα τοῦ πατρός φησιν ἐν τῇ πρὸς Κολασσαεῖς ἐπιστολῇ· «εὐχαριστοῦντες τῷ θεῷ καὶ πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξου σίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται καὶ αὐτός ἐστι πρὸ πάντων καὶ τὰ πάντα 17.9 ἐν αὐτῷ συνέστηκεν». ὡς γὰρ διὰ τοῦ λόγου, οὕτως εἰκόνος αὐτοῦ ὄντος ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. οὕτως δέ τις περὶ τοῦ κυρίου διανοούμενος οὐ προσκόψει τῷ λίθῳ τοῦ προσκόμματος, ἀλλὰ μᾶλλον πορεύσεται πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς τῆς ἀληθείας. τοῦτο γὰρ ὄντως ἐστὶ τῆς εὐσεβείας τὸ φρόνημα, κἂν διαρραγῶσιν οὗτοι φιλονεικοῦντες μήτε τὸν θεὸν σεβόμενοι μήτε τοὺς ἐκ τῶν ἀποδείξεων ἐλέγχους ἐντρεπόμενοι.

18.1 Οἱ μὲν οὖν περὶ Εὐσέβιον οὕτως ἐξεταζόμενοι τότε διὰ πολλῶν καὶ καταγνόντες ἑαυτῶν, καθὰ προεῖπον, ὑπέγραψαν καὶ μεταγνόντες ἠρέμησαν καὶ ἀνεχώρησαν. ἐπειδὴ δὲ οὗτοι νεανιευόμενοι ταῖς ἀσεβείαις καὶ σκοτοδινιῶντες περὶ τὴν ἀλήθειαν οὐδὲν ἕτερον ἢ κακηγορεῖν τὴν σύνοδον ἐπιχειροῦσιν, εἰπάτωσαν ἡμῖν, ἐκ ποίων αὐτοὶ γραφῶν μαθόντες ἢ παρὰ τίνος τῶν ἁγίων ἀκούσαντες συμπεφορήκασιν ἑαυτοῖς ῥημάτια, τὸ «ἐξ οὐκ ὄντων» καὶ «οὐκ ἦν πρὶν γεννηθῇ» καὶ τὸ «ἦν ποτε ὅτε οὐκ ἦν» καὶ τὸ «τρεπτόν» καὶ τὸ «προυπάρχειν» καὶ τὸ «θελήματι», ἐν οἷς κατὰ τοῦ κυρίου παίζοντες μυθολογοῦσιν. 18.2 ὁ μὲν γὰρ μακάριος Παῦλος ἐν τῇ πρὸς Ἑβραίους φησί· «πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι». ἀλλ' οὐδὲν κοινὸν τῷ λόγῳ πρὸς τοὺς αἰῶνας· αὐτὸς γάρ ἐστιν ὁ προυπάρχων πρὸ τῶν αἰώνων, 18.3 δι' οὗ καὶ οἱ αἰῶνες γεγόνασιν. ἐν δὲ τῷ Ποιμένι γέγραπται, ἐπειδὴ καὶ τοῦτο καίτοι μὴ ὂν ἐκ τοῦ κανόνος προφέρουσι· «πρῶτον πάντων πίστευσον, ὅτι εἷς ἐστιν ὁ θεός, ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα». ἀλλὰ καὶ τοῦτο πάλιν οὐδὲν πρὸς τὸν υἱόν ἐστι· περὶ γὰρ τῶν πάντων λέγει τῶν δι' αὐτοῦ γενομένων, ὧν καὶ ἄλλος ἐστὶν αὐτός. οὐ γὰρ οἷόν τε τὸν δημιουργοῦντα τοῖς ὑπ' αὐτοῦ γενομένοις συγκαταριθμεῖν, εἰ μὴ καὶ τὸν ἀρχιτέκτονα τοῖς ὑπ' αὐτοῦ γενο 18.4 μένοις οἰκοδομήμασι τὸν αὐτὸν ἄν τις παραφρονῶν λέγοι. διατί τοίνυν ἀγράφους αὐτοὶ λέξεις πρὸς ἀσέβειαν ἐφευρόντες, αἰτιῶνται τοὺς ἀγράφοις λέξεσιν εὐσεβοῦντας; τὸ μὲν γὰρ ἀσεβεῖν παντελῶς κεκώλυται, κἂν ποικίλοις ῥήμασι καὶ πιθανοῖς σοφίσμασι περιβάλλειν αὐτό τις ἐπιχειρῇ· τὸ δὲ εὐσεβεῖν ὅσιον παρὰ πᾶσιν ὡμολόγηται, κἂν ξενιζούσαις λέξεσί τις χρήσηται, ἕως μόνον ὁ λέγων εὐσεβὲς ἔχοι τὸ φρόνημα καὶ δι' αὐτῶν, 18.5 ὃ νενόηκεν, εὐσεβῶς βούλεται σημαίνειν. τὰ μὲν οὖν προειρημένα τῶν χριστομάχων χαμαίζηλα ῥημάτια προαπέδειξεν ὁ λόγος καὶ τότε καὶ νῦν πάσης ἀσεβείας ὄντα μεστά, τὰ δὲ παρὰ τῆς συνόδου γραφέντα καὶ ὁρισθέντα κατ' αὐτῶν ἐὰν ἐρευνήσῃ τις