1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

15

μένα τῇ φύσει καὶ τῇ δυνάμει τυγχάνουσι· καὶ οὔτε ὁ χαλκὸς ἴδιος τοῦ χρυσοῦ οὔτε ἡ φάσσα ἐκ τῆς περιστερᾶς, ἀλλὰ ὅμοια μὲν νομίζεται εἶναι, ἑτεροούσια δὲ ἀλλήλων ἐστίν. 23.4 εἰ μὲν οὖν καὶ ὁ υἱὸς οὕτως ἐστίν, ἔστω κτίσμα ὥσπερ καὶ ἡμεῖς καὶ μὴ ὁμοούσιος· εἰ δὲ υἱός ἐστι λόγος, σοφία, εἰκὼν τοῦ πατρός, ἀπαύγασμα, εἰκότως ὁμοούσιος ἂν εἴη. εἰ μὴ γὰρ τὸ μὴ ἐκ τοῦ θεοῦ, ἀλλ' ὡς ὄργανον ἑτεροφυὲς καὶ ἑτεροούσιον δείκνυται, καλῶς ἄρα ἡ σύνοδος ἔγραψε καὶ νενόηκεν ὀρθῶς.

24.1 Ἐξῃρήσθω δὲ πάλιν ἐν τούτοις πᾶς λογισμὸς σωματικός, φαντασίαν τε πάσης αἰσθήσεως ὑπερβάντες καθαρᾷ τῇ νοήσει καὶ μόνῳ τῷ νῷ νοῶμεν υἱοῦ πρὸς πατέρα τὸ γνήσιον καὶ λόγου τὴν πρὸς τὸν θεὸν ἰδιότητα καὶ τὴν ἀπαράλλακτον ὁμοιότητα τοῦ ἀπαυγάσματος πρὸς τὸ φῶς. ὡς γὰρ τὸ γέννημα καὶ τὸ υἱὸς οὐκ ἀνθρώπινον, ἀλλ' ὡς θεῷ πρέπον ἐστίν, εἴρηταί τε καὶ ἔστι, τὸν αὐτὸν τρόπον τὴν λέξιν τοῦ ὁμοουσίου ἀκού οντες μὴ εἰς τὰς ἀνθρωπίνας αἰσθήσεις πίπτοντες μερισμοὺς καὶ διαιρέσεις τῆς θεότητος λογιζώμεθα· ἀλλ' ὡς ἐπὶ ἀσωμάτων διανοούμενοι τὴν ἑνότητα τῆς φύσεως καὶ τὴν ταυτότητα τοῦ φωτὸς μὴ διαιρῶμεν. τοῦτο γὰρ ἴδιον υἱοῦ πρὸς πατέρα καὶ τοῦτο 24.2 δείκνυσι τὸν θεὸν ἀληθῶς ὄντα πατέρα τοῦ λόγου. πάλιν γὰρ τὸ παράδειγμα τοῦ φωτὸς καὶ τοῦ ἀπαυγάσματος ἀναγκαῖον εἰς τοῦτο. τίς τολμήσει λέγειν τὸ ἀπαύγασμα ξένον καὶ ἀνόμοιον εἶναι τοῦ ἡλίου; ἢ τίς μᾶλλον ἐνορῶν οὕτως τὸ ἀπαύγασμα πρὸς τὸν ἥλιον καὶ τὴν ταυτότητα τοῦ φωτὸς οὐκ ἂν εἴποι θαρρήσας· ὄντως τὸ φῶς καὶ τὸ ἀπαύγασμα ἕν εἰσι καὶ τοῦτο ἐν ἐκείνῳ δείκνυται καὶ τὸ ἀπαύγασμα ἐν τῷ ἡλίῳ τυγ χάνει ὄν, ὥστε τὸν ὁρῶντα τοῦτο βλέπειν κἀκεῖνο; τὴν δὲ τοιαύτην ἑνότητα καὶ φυ σικὴν ἰδιότητα πῶς ἂν οἱ πιστεύοντες καὶ βλέποντες ὀρθῶς καλέσαιεν ἢ ὁμοούσιον γέν 24.3 νημα; τὸ δὲ τοῦ θεοῦ γέννημα τί ἄν τις οἰκείως καὶ πρεπόντως νοήσειεν ἢ λόγον καὶ σοφίαν καὶ δύναμιν, ἥνπερ οὔτε τοῦ πατρὸς λέγειν ξένην ὅσιόν ἐστιν οὔτε μὴ ἀιδίως εἶναι παρὰ τῷ πατρὶ κἂν φαντάζεσθαι θέμις ἐστί; τούτῳ γὰρ τῷ γεννήματι τὰ πάντα πεποίηκεν ὁ πατὴρ καὶ τὴν εἰς πάντα πρόνοιαν ἐκτείνων δι' αὐτοῦ φιλανθρωπεύεται. 24.4 καὶ οὕτως ἓν αὐτὸς καὶ ὁ πατήρ εἰσιν, ὥσπερ εἴρηται, εἰ μὴ ἄρα οἱ κακόφρονες τολμή σαντες πάλιν εἴποιεν ἄλλην εἶναι τὴν τοῦ λόγου οὐσίαν καὶ ἄλλο τὸ ἐκ τοῦ πατρὸς ἐν αὐτῷ φῶς, ἵν' ᾖ τὸ μὲν ἐν τῷ υἱῷ φῶς ἓν πρὸς τὸν πατέρα, αὐτὸς δὲ ξένος κατ' οὐσίαν ὡς κτίσμα. ἀλλὰ τοῦτο τοῦ Καιάφα καὶ τοῦ Σαμοσατέως ἀτεχνῶς ἐστι τὸ φρόνημα, ὅπερ ἡ μὲν ἐκκλησία ἐξέβαλεν, οὗτοι δὲ νῦν ὑποκρίνονται, διὸ καὶ αὐτοὶ τῆς ἀληθείας ἐκπε 24.5 σόντες ἀπεδείχθησαν αἱρετικοί. εἰ γὰρ ὅλως μετέχει τοῦ ἐκ τοῦ πατρὸς φωτός, διατί μὴ μᾶλλον αὐτός ἐστι τὸ μετεχόμενον, ἵνα μὴ μέσον αὐτοῦ τι καὶ τοῦ πατρὸς εὑρίσκηται; εἰ γὰρ μὴ οὕτως ἐστίν, οὐκέτι δείκνυται διὰ τοῦ υἱοῦ γεγενῆσθαι τὰ πάντα, ἀλλὰ δι' ἐκείνου, οὗ καὶ αὐτὸς μετέχει. εἰ δὲ οὗτός ἐστιν ὁ λόγος, ἡ σοφία τοῦ πατρός, ἐν ᾧ ὁ πατὴρ ἀποκαλύπτεται καὶ γινώσκεται καὶ δημιουργεῖ καὶ οὗ ἄνευ οὐδὲν ὁ πατὴρ ποιεῖ, δηλονότι αὐτός ἐστι τὸ ἐκ τοῦ πατρός· αὐτοῦ γὰρ καὶ πάντα τὰ γενητὰ μετέχει, μετέ χοντα τοῦ ἁγίου πνεύματος. οὕτω δὲ ὢν οὐκ ἔσται ἐξ οὐκ ὄντων οὔτε ὅλως κτίσμα, ἀλλὰ μᾶλλον ἐκ τοῦ πατρὸς ἴδιον γέννημα ὡς ἐκ φωτὸς τὸ ἀπαύγασμα.

25.1 Οἱ μὲν οὖν ἐν τῇ Νικαίᾳ συνελθόντες ταύτην ἔχοντες τὴν διάνοιαν τοιαύτας καὶ τὰς λέξεις ἔγραψαν. ὅτι δὲ οὐχ ἑαυτοῖς πλάσαντες ἐπενόησαν ταύτας, ἐπειδὴ καὶ τοῦτο προφασίζονται, ἀλλ' ἄνωθεν παρὰ τῶν πρὸ αὐτῶν παραλαβόντες εἰρήκασι, φέρε καὶ 25.2 τοῦτο διελέγξωμεν, ἵνα μηδὲ αὕτη αὐτοῖς ἡ πρόφασις περιλείπηται. μάθετε τοίνυν, ὦ χριστομάχοι Ἀρειανοί, ὅτι Θεόγνωστος μέν, ἀνὴρ λόγιος, οὐ παρῃτήσατο τὸ ἐκ τῆς οὐσίας εἰπεῖν. γράφων γὰρ περὶ υἱοῦ ἐν τῷ δευτέρῳ τῶν ὑποτυπώσεων οὕτως εἴρηκεν· «οὐκ ἔξωθέν τίς ἐστιν ἐφευρεθεῖσα ἡ τοῦ υἱοῦ οὐσία οὐδὲ ἐκ μὴ ὄντων ἐπεισήχθη,» ἀλλὰ ἐκ τῆς τοῦ πατρὸς οὐσίας ἔφυ ὡς τοῦ