1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

17

«παλαιὰν οὔτε καινὴν διαθήκην κηρύττουσαν. οὐ μεῖον δ' ἄν τις καταμέμφοιτο καὶ» τοὺς ποίημα τὸν υἱὸν εἶναι δοξάζοντας καὶ γεγονέναι τὸν κύριον ὥσπερ ἕν τι τῶν ὄντως «γενομένων νομίζοντας, τῶν θείων λογίων γέννησιν αὐτῷ τὴν ἁρμόττουσαν καὶ πρέπουσαν,» ἀλλ' οὐχὶ πλάσιν τινὰ καὶ ποίησιν προσμαρτυρούντων. βλάσφημον οὖν οὐ «τὸ τυχόν, μέγιστον μὲν οὖν, χειροποίητον τρόπον τινὰ λέγειν τὸν κύριον. εἰ γὰρ γέγονεν υἱός,» ἦν ὅτε οὐκ ἦν· ἀεὶ δὲ ἦν, εἴ γε ἐν τῷ πατρί ἐστιν, ὡς αὐτός φησι, καὶ εἰ λόγος «καὶ σοφία καὶ δύναμις ὁ Χριστός. ταῦτα γὰρ εἶναι τὸν Χριστὸν αἱ θεῖαι λέγουσι γραφαί,» ὥσπερ ἐπίστασθε· ταῦτα δὲ δυνάμεις οὖσαι τοῦ θεοῦ τυγχάνουσιν. εἰ τοίνυν γέγονεν «ὁ υἱός, ἦν ὅτε οὐκ ἦν ταῦτα, ἦν ἄρα καιρός, ὅτε χωρὶς τούτων ἦν ὁ θεός. ἀτοπώτατον 26.5» δὲ τοῦτο. καὶ τί ἂν ἐπὶ πλέον περὶ τούτων πρὸς ὑμᾶς διαλεγοίμην, πρὸς ἄνδρας «πνευματοφόρους καὶ σαφῶς ἐπισταμένους τὰς ἀτοπίας τὰς ἐκ τοῦ ποίημα λέγειν τὸν» υἱὸν ἀνακυπτούσας; αἷς μοι δοκοῦσι μὴ προσεσχηκέναι τὸν νοῦν οἱ καθηγησάμενοι «τῆς δόξης ταύτης καὶ διὰ τοῦτο κομιδῇ τοῦ ἀληθοῦς διημαρτηκέναι, ἑτέρως ἢ βούλεται» ταύτῃ ἡ θεία καὶ προφητικὴ γραφὴ τὸ κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ ἐκδεξά 26.6 «μενοι. οὐ μία γὰρ ἡ τοῦ ἔκτισεν, ὡς ἴστε, σημασία· ἔκτισε γὰρ ἐνταῦθα ἀκουστέον» ἀντὶ τοῦ ἐπέστησε τοῖς ὑπ' αὐτοῦ γεγονόσιν ἔργοις, γεγονόσι δὲ δι' αὐτοῦ τοῦ υἱοῦ. «οὐχὶ δέ γε τὸ ἔκτισε νῦν λέγοιτ' ἂν ἐπὶ τοῦ ἐποίησε· διαφέρει γὰρ τοῦ ποιῆσαι τὸ» κτίσαι. οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔκτισέ σε; τῇ «ἐν τῷ ∆ευτερονομίῳ μεγάλῃ ᾠδῇ ὁ Μωσῆς φησι. πρὸς οὓς καὶ εἴποι ἄν τις· ὦ ῥιψοκίνδυνοι ἄνθρωποι,» ποίημα ὁ πρωτότοκος πάσης κτίσεως, ὁ ἐκ γαστρὸς πρὸ ἑωσφόρου «γεννηθείς, ὁ εἰπὼν ὡς σοφία· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με;» καὶ πολλαχοῦ δὲ τῶν θείων λογίων γεγεννῆσθαι, ἀλλ' οὐ γεγονέναι τὸν υἱὸν λεγόμενον εὕροι τις ἄν. «ὑφ' ὧν καταφανῶς ἐλέγχονται τὰ ψεύδη περὶ τῆς τοῦ κυρίου γεννήσεως ὑπολαμβάνοντες 26.7» οἱ ποίησιν αὐτοῦ τὴν θείαν καὶ ἄρρητον γέννησιν λέγειν τολμῶντες. οὔτ' οὖν κατα 26.7 «μερίζειν χρὴ εἰς τρεῖς θεότητας τὴν θαυμαστὴν καὶ θείαν μονάδα οὔτε ποιήσει κωλύειν» τὸ ἀξίωμα καὶ τὸ ὑπερβάλλον μέγεθος τοῦ κυρίου, ἀλλὰ πεπιστευκέναι εἰς θεὸν πατέρα «παντοκράτορα καὶ εἰς Χριστὸν Ἰησοῦν τὸν υἱὸν αὐτοῦ καὶ εἰς τὸ ἅγιον πνεῦμα, ἡνῶσθαι» δὲ τῷ θεῷ τῶν ὅλων τὸν λόγον· ἐγὼ γάρ, φησί, καὶ ὁ πατὴρ ἕν ἐσμεν· καὶ ἐγὼ ἐν «τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί. οὕτω γὰρ ἂν καὶ ἡ θεία τριὰς καὶ τὸ ἅγιον κήρυγμα» τῆς μοναρχίας διασώζοιτο.

27.1 Περὶ δὲ τοῦ ἀιδίως συνεῖναι τὸν λόγον τῷ πατρὶ καὶ μὴ ἐξ ἑτέρας οὐσίας ἢ ὑπο στάσεως, ἀλλὰ τῆς τοῦ πατρὸς ἴδιον γέννημα αὐτὸν εἶναι, ὡς εἰρήκασιν οἱ ἐν τῇ συν όδῳ, ἐξέστω πάλιν ὑμᾶς ἀκοῦσαι καὶ παρὰ τοῦ φιλοπόνου Ὠριγένους. ἃ μὲν γὰρ ὡς ζητῶν καὶ γυμνάζων ἔγραψε, ταῦτα μὴ ὡς αὐτοῦ φρονοῦντος δεχέσθω τις, ἀλλὰ τῶν πρὸς ἔριν φιλονεικούντων ἐν τῷ ζητεῖν· ἃ δὲ ἀδεῶς ὁρίζων ἀποφαίνεται, τοῦτο τοῦ 27.2 φιλοπόνου τὸ φρόνημά ἐστι. μετὰ γοῦν τὰ ὡς ἐν γυμνασίᾳ λεγόμενα πρὸς τοὺς αἱρετικοὺς εὐθὺς αὐτὸς ἐπιφέρει τὰ ἴδια λέγων οὕτως· «εἰ ἔστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀο «ράτου, ἀόρατος εἰκών· ἐγὼ δὲ τολμήσας προσθείην ἄν, ὅτι καὶ ὁμοιότης τυγχάνων «τοῦ πατρὸς οὐκ ἔστιν ὅτε οὐκ ἦν. πότε γὰρ ὁ θεὸς ὁ κατὰ τὸν Ἰωάννην φῶς λεγόμενος,» ὁ θεὸς γὰρ φῶς ἐστιν, ἀπαύγασμα οὐκ εἶχε τῆς ἰδίας δόξης, ἵνα τολμήσας τις ἀρχὴν «δῷ εἶναι υἱοῦ πρότερον οὐκ ὄντος; πότε δὲ ἡ τῆς ἀρρήτου καὶ ἀκατονομάστου καὶ» ἀφθέγκτου ὑποστάσεως τοῦ πατρὸς εἰκών, ὁ χαρακτήρ, ὁ λόγος ὁ γινώσκων τὸν «πατέρα» οὐκ ἦν; κατανοείτω γὰρ ὁ τολμῶν καὶ λέγων· «ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱός», 27.3 «ὅτι ἐρεῖ καὶ τὸ σοφία ποτὲ οὐκ ἦν καὶ λόγος οὐκ ἦν καὶ ζωὴ οὐκ ἦν». καὶ πάλιν ἐν ἑτέροις οὕτω λέγει· «ἀλλ' οὐ θέμις ἐστὶν οὐδὲ ἀκίνδυνον διὰ τὴν ἀσθένειαν ἡμῶν τὸ» ὅσον ἐφ' ἡμῖν ἀποστερεῖσθαι τὸν θεὸν τοῦ ἀεὶ συνόντος αὐτῷ λόγου μονογενοῦς, «σοφίας ὄντος ᾗ προσέχαιρεν· οὕτω γὰρ