1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

2

2.1 Ἰουδαῖοι μὲν οὖν οἱ τότε τοιαῦτα πονηρευόμενοι καὶ ἀρνούμενοι τὸν κύριον εἰκότως τῶν τε νόμων καὶ τῆς πρὸς τοὺς πατέρας ἐπαγγελίας ἔξω γεγόνασι. καὶ Ἀρειανοὶ δὲ νῦν ἰουδαίζοντες ταὐτόν μοι δοκοῦσι πάσχειν τῷ Καιάφᾳ καὶ τοῖς τότε Φαρισαίοις· οὐδὲν γὰρ ὁρῶντες εὔλογον ἔχουσαν ἑαυτῶν τὴν αἵρεσιν προφάσεις ἐπινοοῦσι, διατί τοῦτο καὶ 2.2 μὴ τοῦτο γέγραπται; καὶ μήτοι θαυμάσῃς, εἰ τοιαῦτα νῦν μηχανῶνται. μετ' ὀλίγον γὰρ καὶ εἰς ὕβρεις ἐκτραπήσονται καὶ μετὰ ταῦτα τὴν σπείραν καὶ τὸν χιλίαρχον ἀπειλή σουσιν· ἐν τούτοις γάρ ἐστιν αὐτῶν ἡ δοκοῦσα σύστασις τῆς κακοδοξίας. τὸν γὰρ τοῦ 2.3 θεοῦ λόγον ἀρνούμενοι εἰκότως καὶ λόγου παντός εἰσιν ἔρημοι. ταῦτα γοῦν εἰδὼς οὐδὲν ἂν ἀπεκρινάμην ἐρωτῶσιν ἐκείνοις. ἐπειδὴ δὲ ἡ σὴ διάθεσις ἀπῄτησε γνῶναι τὰ ἐν τῇ συνόδῳ πραχθέντα, οὐχ ὑπερεθέμην· ἀλλ' εὐθύς, ὡς τότε γέγονε, δεδήλωκα δείξας δι' ὀλίγων, ὅσον εὐσεβοῦς φρονήσεως ἡ ἀρειανὴ αἵρεσις ἐστέρηται καὶ μόνον προφάσεις 2.4 πλάττονται. σκόπει δὲ καὶ σύ, ἀγαπητέ, εἰ μὴ οὕτως ἔχει. εἰ θαρροῦσιν οἷς ἐφεῦρον αὐτοὶ κακοῖς ἐπισπείραντος αὐτοῖς τοῦ διαβόλου τὴν κακοφροσύνην, ἀπολογείσθωσαν περὶ ὧν ἐγκληθέντες ἀπεδείχθησαν αἱρετικοί, καὶ τότε λοιπὸν αἰτιάσθωσαν, εἰ δύναν ται, τὰ κατ' αὐτῶν ὁρισθέντα. οὐδεὶς γὰρ ἐλεγχθεὶς ἐπὶ φόνῳ καὶ μοιχείᾳ μετὰ τὴν δίκην χώραν ἔχει τὴν ἀπόφασιν τοῦ κρίναντος αἰτιᾶσθαι, διατί μὴ οὕτως ἀλλ' ἐκείνως ἐλάλησε. τοῦτο γὰρ οὐκ ἐλευθεροῖ τὸν κριθέντα, ἀλλὰ καὶ μᾶλλον αὐτοῦ τὸ ἔγκλημα διὰ τὴν 2.5 προπέτειαν καὶ τὴν τόλμαν ἐπαυξάνει. οὐκοῦν καὶ οὗτοι ἢ δεικνύτωσαν τὸ φρό νημα ἑαυτῶν εὐσεβές -κατηγορηθέντες γὰρ ἠλέγχθησαν, οὐ μεμψάμενοι πρότερον· καὶ δίκαιόν ἐστι τοὺς αἰτιαθέντας μηδὲν ἕτερον ποιεῖν ἢ ἀπολογεῖσθαι- ἢ εἰ τὸ συνειδὸς ἔχουσι ῥυπαρὸν καὶ συνορῶσιν ἑαυτοὺς ἀσεβοῦντας, μὴ αἰτιάσθωσαν ἃ ἀγνοοῦσιν, 2.6 ἵνα μὴ καὶ διπλοῦν ἀσεβείας ἔγκλημα καὶ ἀπαιδευσίας ἀπενέγκωνται μέμψιν. ἐξε ταζέτωσαν δὲ μᾶλλον φιλομαθῶς, ἵν' ἐπιγνόντες ἃ πρότερον ἠγνόουν, ἀπονίψωνται τὰς ἑαυτῶν ἀσεβεῖς ἀκοὰς τῷ τῆς ἀληθείας νάματι καὶ τοῖς τῆς εὐσεβείας δόγμασιν. οὕτω γὰρ καὶ ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ γέγονε τοῖς περὶ Εὐσέβιον.

3.1 Ὡς ἐφιλονείκουν ἀσεβοῦντες καὶ θεομαχεῖν ἐπεχείρουν, τὰ μὲν λεγόμενα παρ' αὐτῶν ἀσεβείας ἦν μεστά, οἱ δὲ συνελθόντες ἐπίσκοποι, ἦσαν δὲ πλέον ἢ ἔλαττον τρια κόσιοι, πρᾴως καὶ φιλανθρώπως ἀπῄτουν αὐτούς, περὶ ὧν ἔλεγον διδόναι λόγον καὶ ἀποδείξεις εὐσεβεῖς. ὡς δὲ καὶ μόνον φθεγγόμενοι κατεγινώσκοντο καὶ πρὸς ἑαυτοὺς διεμάχοντο πολλὴν ὁρῶντες τῆς ἑαυτῶν αἱρέσεως τὴν ἀπορίαν, ἀχανεῖς μὲν ἔμενον οὗτοι 3.2 καὶ διὰ τῆς σιωπῆς ὡμολόγουν τὴν ἐπὶ τῇ κενοδοξίᾳ αὐτῶν αἰσχύνην. οἱ τοίνυν ἐπίσκοποι λοιπὸν ἀνελόντες τὰ παρ' αὐτῶν ἐπινοηθέντα ῥήματα οὕτως ἐξέθεντο κατ' αὐτῶν τὴν ὑγιαίνουσαν καὶ ἐκκλησιαστικὴν πίστιν· πάντων τε ὑπογραψάντων ὑπέ γραψαν καὶ οἱ περὶ Εὐσέβιον τούτοις τοῖς ῥήμασιν, οἷς αἰτιῶνται νῦν οὗτοι· λέγω δὴ τῷ ἐκ τῆς οὐσίας καὶ τῷ ὁμοουσίῳ, καὶ ὅτι μήτε κτίσμα ἢ ποίημα μήτε τῶν γενητῶν 3.3 ἐστιν ὁ τοῦ θεοῦ υἱός, ἀλλὰ γέννημα ἐκ τῆς οὐσίας τοῦ πατρός ἐστιν ὁ λόγος. καὶ τό γε παράδοξον, Εὐσέβιος ὁ ἀπὸ Καισαρείας τῆς Παλαιστίνης, καίτοι πρὸ μιᾶς ἀρνούμενος, ὅμως ὕστερον ὑπογράψας ἐπέστειλε τῇ ἐκκλησίᾳ ἑαυτοῦ, λέγων ταύτην εἶναι τῆς ἐκ κλησίας τὴν πίστιν καὶ τῶν πατέρων τὴν παράδοσιν, πᾶσί τε φανερῶς ἔδειξεν, ὅτι πρό 3.4 τερον ἐσφάλλοντο καὶ μάτην ἐφιλονείκουν πρὸς τὴν ἀλήθειαν. εἰ γὰρ καὶ ᾐσχύνθη τότε ταύταις ταῖς λέξεσι γράψαι καὶ ὡς ἠθέλησεν αὐτὸς ἀπελογήσατο τῇ ἐκκλησίᾳ, ἀλλά γε διὰ τῆς ἐπιστολῆς τὸ ὁμοούσιον καὶ τὸ ἐκ τῆς οὐσίας μὴ ἀρνησάμενος φανερῶς τοῦτο σημᾶναι βούλεται. καὶ πέπονθέ τι δεινόν· ὡς γὰρ ἀπολογούμενος κατηγόρησε λοιπὸν τῶν Ἀρειανῶν, ὅτι γράψαντες «οὐκ ἦν ὁ υἱὸς πρὶν γεννηθῆναι» οὐκ ἤθελον 3.5 αὐτὸν εἶναι οὐδὲ πρὸ τῆς κατὰ σάρκα γεννήσεως.