1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

12

ἀκριβῶς, εὑρήσει πάντως ἐν αὐτοῖς τὸν τῆς ἀληθείας νοῦν περιεχόμενον, ἂν μάλιστα καὶ τὴν πρό φασιν τῶν τοιούτων λέξεων ἔχουσαν τὸ εὔλογον φιλομαθῶς ἐρωτήσας ἀκούσῃ· ἔστι γὰρ αὕτη.

19.1 Τῆς συνόδου βουλομένης τὰς μὲν τῶν Ἀρειανῶν τῆς ἀσεβείας λέξεις ἀνελεῖν, τὰς δὲ τῶν γραφῶν ὁμολογουμένας φωνὰς γράψαι, ὅτι τε υἱός ἐστιν οὐκ ἐξ οὐκ ὄντων, ἀλλ' ἐκ τοῦ θεοῦ, καὶ λόγος ἐστὶ καὶ σοφία, ἀλλ' οὐ κτίσμα οὐδὲ ποίημα, ἴδιον δὲ ἐκ τοῦ πατρὸς γέννημα, οἱ περὶ Εὐσέβιον ὑπὸ τῆς πολυχρονίου κακοδοξίας ἑαυτῶν ἑλκόμενοι ἐβούλοντο τὸ ἐκ τοῦ θεοῦ κοινὸν εἶναι πρὸς ἡμᾶς καὶ τὸν τοῦ θεοῦ λόγον μηδέν τε ἐν τούτῳ διαφέρειν ἡμῶν αὐτὸν διὰ τὸ γεγράφθαι· «εἷς θεὸς ἐξ οὗ τὰ πάντα», καὶ πάλιν· «τὰ ἀρχαῖα 19.2 παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά, τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ». ἀλλ' οἱ πατέρες θεωρήσαντες ἐκείνων τὴν πανουργίαν καὶ τὴν τῆς ἀσεβείας κακοτεχνίαν ἠναγκάσθησαν λοιπὸν λευκότερον εἰπεῖν τὸ ἐκ τοῦ θεοῦ καὶ γράψαι «ἐκ τῆς οὐσίας τοῦ θεοῦ εἶναι τὸν υἱὸν» ὑπὲρ τοῦ μὴ τὸ ἐκ τοῦ θεοῦ κοινὸν καὶ ἴσον τοῦ τε υἱοῦ καὶ τῶν γενητῶν νομίζεσθαι, 19.3 ἀλλὰ τὰ μὲν ἄλλα πάντα κτίσμα, τὸν δὲ λόγον μόνον ἐκ τοῦ πατρὸς πιστεύεσθαι. κἂν γὰρ ἐκ τοῦ θεοῦ τὰ πάντα λέγηται, ἀλλὰ ἄλλως ἢ ὡς ἔστιν ὁ υἱὸς εἴρηται. τὰ μὲν γὰρ κτίσματα διὰ τὸ μὴ εἶναι εἰκῆ καὶ ἐκ ταὐτομάτου μηδὲ κατὰ τύχην ἔχειν τὴν γένεσιν κατὰ τοὺς λέγοντας ἐξ ἀτόμων συμπλοκῆς καὶ ὁμοιομερῶν, ἢ ὥς τινες τῶν αἱρετικῶν ἄλλον δημιουργὸν λέγουσιν, ἢ ὡς πάλιν ἄλλοι ὑπό τινων ἀγγέλων λέγουσιν εἶναι τὴν τῶν πάντων σύστασιν, ἀλλ' ὅτι τοῦ θεοῦ ὄντος τὰ πάντα παρ' αὐτοῦ διὰ τοῦ λόγου οὐκ 19.4 ὄντα πρότερον εἰς τὸ εἶναι γέγονε, διὰ τοῦτο εἴρηται τὸ ἐκ τοῦ θεοῦ. ὁ δὲ λόγος, ἐπεὶ μὴ κτίσμα ἐστίν, εἴρηται καὶ ἔστι μόνος ἐκ τοῦ πατρός, τῆς δὲ τοιαύτης διανοίας γνώρισμα τὸ εἶναι τὸν υἱὸν ἐκ τῆς οὐσίας τοῦ πατρός· οὐδενὶ γὰρ τῶν γενητῶν ὑπάρχει τοῦτο. ἀμέλει τὰ πάντα λέγων ὁ Παῦλος ἐκ τοῦ θεοῦ εὐθὺς ἐπήγαγε· «καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα», ἵνα δείξῃ πᾶσιν, ὅτι ἄλλος μέν ἐστιν ὁ υἱὸς τῶν πάντων τῶν ἐκ τοῦ θεοῦ γενομένων· τὰ γὰρ ἐκ τοῦ θεοῦ γενόμενα διὰ υἱοῦ γέγονε· τῆς δὲ δημι ουργίας χάριν τῆς παρὰ θεοῦ γενομένης ταῦτ' εἴρηκε καὶ οὐ διὰ τὸ εἶναι καὶ τὰ πάντα 19.5 ὡς ἔστιν ὁ υἱὸς ἐκ τοῦ πατρός. οὔτε γὰρ τὰ πάντα ὡς ὁ υἱὸς οὔτε ὁ λόγος εἷς τῶν πάντων ἐστί· τῶν γὰρ πάντων κύριος καὶ δημιουργός ἐστι. διὰ τοῦτο γὰρ καὶ ἡ ἁγία σύνοδος λευκότερον εἴρηκεν ἐκ τῆς οὐσίας αὐτὸν εἶναι τοῦ πατρός, ἵνα καὶ ἄλλος παρὰ τὴν τῶν γενητῶν φύσιν ὁ λόγος εἶναι πιστευθῇ μόνος ὢν ἀληθῶς ἐκ τοῦ θεοῦ, καὶ μη κέτι πρόφασις πρὸς ἀπάτην ὑπολείπηται τοῖς ἀσεβοῦσι. περὶ μὲν οὖν τοῦ γεγράφθαι ἐκ τῆς οὐσίας ἡ πρόφασις αὕτη.

20.1 Τῶν δὲ ἐπισκόπων πάλιν λεγόντων δεῖν γραφῆναι δύναμιν ἀληθινὴν καὶ εἰκόνα τοῦ πατρὸς τὸν λόγον ὅμοιόν τε καὶ ἀπαράλλακτον αὐτὸν κατὰ πάντα τῷ πατρὶ καὶ ἄτρεπτον καὶ ἀεὶ καὶ ἐν αὐτῷ εἶναι ἀδιαιρέτως-οὐδέποτε γὰρ οὐκ ἦν, ἀλλὰ ἦν ὁ λόγος ἀεὶ ὑπάρχων ἀιδίως παρὰ τῷ πατρὶ ὡς ἀπαύγασμα φωτός-οἱ περὶ Εὐσέβιον ἠνείχοντο μὲν μὴ τολμῶντες ἀντιλέγειν διὰ τὴν αἰσχύνην, ἣν εἶχον ἐφ' οἷς ἠλέγχθησαν, κατελήφθη σαν δὲ πάλιν πρὸς ἑαυτοὺς τονθορύζοντες καὶ διανεύοντες τοῖς ὀφθαλμοῖς, ὅτι καὶ τὸ ὅμοιον καὶ τὸ ἀεὶ καὶ τὸ τῆς δυνάμεως ὄνομα καὶ τὸ ἐν αὐτῷ κοινὰ πάλιν ἐστὶ πρὸς ἡμᾶς 20.2 καὶ τὸν υἱόν, καὶ οὐδὲν λυπεῖ τούτοις ἡμᾶς συνθέσθαι. τὸ μὲν ὅμοιον, ὅτι καὶ περὶ ἡμῶν ἐγράφη· «εἰκών ἐστιν ὁ ἄνθρωπος καὶ δόξα θεοῦ ὑπάρχει», τὸ δὲ ἀεί, ὅτι γέγραπται· «ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες», τὸ δὲ ἐν αὐτῷ, ὅτι «ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν», καὶ τὸ ἄτρεπτον δέ, ὅτι γέγραπται· «οὐδὲν ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ», περὶ δὲ τῆς δυνάμεως, ὅτι καὶ ἡ κάμπη καὶ ὁ βροῦχος μὲν λέγονται δύναμις καὶ δύναμις μεγάλη, πολλάκις δὲ καὶ περὶ τοῦ λαοῦ γέγραπται, ὥσπερ· «ἐξῆλθε πᾶσα ἡ δύναμις κυρίου ἐκ γῆς Αἰγύπτου», καὶ ἄλλαι δὲ οὐρανίαι δυνάμεις εἰσί· «κύριος γάρ», φησί, «τῶν