1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

19

σκέπειν ἑαυτῶν τὴν κακόνοιαν. ἀλλ' οὐ ποιοῦσι τοῦτο οἱ κακοήθεις, πάντα δὲ κατὰ τὸν πατέρα ἑαυ τῶν τὸν διάβολον μετὰ πανουργίας πράττουσιν. ὡς γὰρ ἐκεῖνος μετὰ ἀλλοτρίων ἐνδυ μάτων ἀπατᾶν ἐπιχειρεῖ, οὕτως οὗτοι τὸ ἀγένητον ἐπενόησαν ὀνομάζειν, ἵνα προσποιού μενοι τὸν θεὸν εὐφημεῖν κεκρυμμένην ἔχωσι τὴν κατὰ τοῦ κυρίου βλασφημίαν καὶ μετὰ καλύμματος αὐτὴν ἄλλοις σημαίνωσιν. ἀλλὰ καὶ τούτου τοῦ σοφίσματος αὐτῶν γνωσθέν 29.2 τος, τί ἄρα πάλιν αὐτοῖς ἕτερον περιλείπεται, λεγέτωσαν. εὕρομεν, φασὶν οἱ κακοῦργοι καὶ προστιθέντες τοῖς προτέροις λέγουσιν, ἀγένητον εἶναι τοῦτο τὸ μὴ ἔχον τοῦ εἶναι τὸν αἴτιον, ἀλλὰ καὶ τοῖς γενητοῖς αὐτὸν αἴτιον εἰς τὸ γενέσθαι τυγχάνοντα. ἀχάριστοι καὶ τῷ ὄντι τῶν γραφῶν ἀνήκοοι, οἱ μὴ διὰ τιμὴν τὴν εἰς τὸν θεόν, ἀλλὰ διὰ τὴν εἰς τὸν υἱὸν ἀτιμίαν πάντα καὶ ποιοῦντες καὶ λαλοῦντες οὐκ εἰδότες, ὅτι ὁ τὸν υἱὸν ἀτιμάζων 29.3 ἀτιμάζει τὸν πατέρα. πρῶτον μὲν γὰρ κἂν οὕτω τὸν θεὸν ὀνομάζωσιν, οὐ δείκνυται τῶν γενητῶν ὁ λόγος. τῆς γὰρ οὐσίας τοῦ πατρὸς ὡς γέννημα πάλιν οὕτως παρ' αὐτῷ ἐστιν ἀιδίως. οὐ γὰρ τὸ ὄνομα τοῦτο παραιρεῖ τὴν τοῦ λόγου φύσιν, οὐδὲ πάλιν τὸ 29.4 ἀγένητον πρὸς τὸν υἱὸν ἔχει τὸ σημαινόμενον, ἀλλὰ πρὸς τὰ διὰ τοῦ υἱοῦ γενόμενα. καὶ 29.4 ὥσπερ ὁ τὸν ἀρχιτέκτονα προσφωνῶν καὶ λέγων δημιουργὸν οἰκίας ἢ πόλεως οὐ συναριθ μεῖ τῷ ὀνόματι τούτῳ τὸν ἐξ αὐτοῦ γεννηθέντα υἱόν, ἀλλὰ διὰ μὲν τὴν εἰς τὰ ἔργα τέχνην καὶ τὴν ἐπιστήμην σημαίνων μὴ εἶναι αὐτὸν τοιοῦτον, οἷά ἐστι τὰ παρ' αὐτοῦ γε νόμενα, δημιουργὸν αὐτὸν καλεῖ, τὴν δὲ φύσιν τοῦ ποιήσαντος εἰδὼς οἶδεν ἄλλον εἶναι παρὰ ταῦτα τὸν ἐξ αὐτοῦ γεννηθέντα καὶ διὰ μὲν τὸν υἱὸν πατέρα αὐτὸν καλεῖ, διὰ δὲ τὰ ἔργα κτίστην καὶ ποιητήν. τὸν αὐτὸν τρόπον ὁ λέγων οὕτως τὸν θεὸν ἀγένητον ἐκ τῶν ἔργων αὐτὸν ὀνομάζει σημαίνων μὴ μόνον μὴ εἶναι αὐτὸν γενητόν, ἀλλ' ὅτι καὶ τῶν γενητῶν ποιητής ἐστιν, οἶδε μέντοι τὸν λόγον ἄλλον ὄντα τῶν καὶ μόνον ἴδιον τοῦ πατρὸς γέννημα, δι' οὗ καὶ τὰ πάντα γέγονε καὶ συνέστηκε.

30.1 Καὶ γὰρ καὶ παντοκράτορα τὸν θεὸν οἱ προφῆται λέγοντες οὐ διὰ τὸ εἶναι τὸν λόγον ἕνα τῶν πάντων οὕτως αὐτὸν ἐπεκαλοῦντο-ᾔδεισαν γὰρ τὸν υἱὸν ἄλλον ὄντα τῶν γενητῶν καὶ πάντων καὶ αὐτὸν κρατοῦντα κατὰ τὴν τοῦ πατρὸς ὁμοιότητα-ἀλλ' ὅτι πάντων, ὧν διὰ τοῦ υἱοῦ πεποίηκεν, αὐτὸς κρατεῖ, τούτων τε τὴν ἐξουσίαν τῷ υἱῷ δέ δωκε καὶ δεδωκὼς πάλιν αὐτὸς τῶν πάντων διὰ τοῦ λόγου κυριεύει. πάλιν τε κύριον τῶν δυνάμεων λέγοντες τὸν θεὸν οὐ διὰ τὸ εἶναι καὶ τὸν λόγον ἕνα τούτων τῶν δυνάμεων τοῦτ' ἔλεγον, ἀλλ' ὅτι τοῦ μὲν υἱοῦ πατήρ ἐστι, τῶν δὲ διὰ τοῦ υἱοῦ γενομένων δυνάμεων 30.2 κύριός ἐστι. καὶ γὰρ καὶ αὐτὸς πάλιν ὁ λόγος ἐν τῷ πατρὶ ὢν πάντων τούτων ἐστὶ κύριος καὶ πάντων κρατεῖ· πάντα γάρ, ὅσα ἔχει ὁ πατήρ, τοῦ υἱοῦ ἐστιν. ὥσπερ οὖν τοῦτο τοιοῦτον ἔχει τὸν νοῦν, οὕτως ὁ βουλόμενος λέγειν τὸν θεὸν ἀγένητον, λεγέτω μέν, εἰ ἅπαξ οὕτως αὐτῷ δοκεῖ, μὴ μέντοι διὰ τὸ εἶναι τὸν λόγον τῶν γενητῶν, ἀλλ' ὅτι, καθὰ προεῖπον, ὁ θεὸς οὐ μόνον οὐκ ἔστι γενητός, ἀλλὰ καὶ τῶν γενητῶν ποιητής ἐστι διὰ 30.3 τοῦ ἰδίου λόγου. καὶ γὰρ καὶ οὕτως λεγομένου τοῦ πατρὸς πάλιν εἰκὼν ὁ λόγος ἐστὶ καὶ ὁμοούσιος τοῦ πατρός· εἰκὼν δὲ ὢν αὐτοῦ ἄλλος ἂν εἴη τῶν γενητῶν καὶ τῶν πάντων. οὗ γάρ ἐστιν εἰκών, τούτου καὶ τὴν ἰδιότητα καὶ τὴν ὁμοίωσιν ἔχει, ὥστε τὸν λέγοντα ἀγένητον καὶ παντοκράτορα τὸν πατέρα νοεῖν ἐν τῷ ἀγενήτῳ καὶ παντοκράτορι καὶ 30.4 τὸν τούτου λόγον καὶ τὴν σοφίαν, ἥτις ἐστὶν ὁ υἱός. ἀλλ' οἱ θαυμαστοὶ καὶ εἰς ἀσέβειαν εὐχερεῖς οὐ τῆς εἰς τὸν θεὸν τιμῆς φροντίζοντες ἐφεῦρον τὸ ὄνομα τοῦ ἀγενήτου, τῆς δὲ κατὰ τοῦ σωτῆρος χάριν κακονοίας· εἰ γὰρ ἔμελεν αὐτοῖς τιμῆς καὶ εὐφημίας, ἔδει μᾶλλον, καὶ τοῦτο βέλτιον ἦν, πατέρα τὸν θεὸν εἰδέναι τε καὶ λέγειν αὐτούς, ἢ ἐκείνως ὀνομάζειν αὐτούς. λέγοντες μὲν γὰρ ἐκεῖνοι τὸν θεὸν ἀγένητον ἐκ τῶν γενομένων αὐτόν, καθὰ προ εῖπον, ποιητὴν μόνον