1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

23

κατὰ τὰς ἀποδοθείσας διανοίας ἐπ' αὐτοῦ τοῦ θεοφιλεστάτου 33.15 βασιλέως ἐξετασθείσας καὶ τοῖς εἰρημένοις λογισμοῖς συνομολογηθείσας. καὶ τὸν ἀναθεματισμὸν δὲ τὸν μετὰ τὴν πίστιν πρὸς αὐτῶν ἐκτεθέντα ἄλυπον εἶναι ἡγησάμεθα διὰ τὸ ἀπείργειν ἀγράφοις χρῆσθαι φωναῖς, διὸ σχεδὸν ἡ πᾶσα γέγονε σύγχυσις καὶ ἀκα ταστασία τῆς ἐκκλησίας. μηδεμιᾶς γοῦν θεοπνεύστου γραφῆς τῷ «ἐξ οὐκ ὄντων» καὶ τῷ «ἦν ποτε ὅτε οὐκ ἦν» καὶ τοῖς ἑξῆς ἐπιλεγομένοις κεχρημένης οὐκ εὔλογον ἐφάνη ταῦτα λέγειν καὶ διδάσκειν. ᾧ καὶ αὐτῷ καλῶς δόξαντι συνεθέμεθα, ἐπεὶ μηδὲ ἐν τῷ πρὸ τούτου χρόνῳ τούτοις εἰώθαμεν συγχρῆσθαι τοῖς ῥήμασιν. 33.16 Ἔτι μὴν τὸ ἀναθεματίζεσθαι τὸ «πρὸ τοῦ γεννηθῆναι οὐκ ἦν» οὐκ ἄτοπον ἐνομίσθη τῷ παρὰ πᾶσιν ὁμολογεῖσθαι τὸ εἶναι τὸν υἱὸν τοῦ θεοῦ πρὸ τῆς κατὰ σάρκα γεννήσεως. ἤδη δὲ ὁ θεοφιλέστατος ἡμῶν βασιλεὺς τῷ λόγῳ κατεσκεύαζε καὶ κατὰ τὴν ἔνθεον αὐτοῦ γέννησιν τὴν πρὸ πάντων αἰώνων εἶναι αὐτόν, ἐπεὶ καὶ πρὶν ἐνεργείᾳ γεννηθῆναι δυνάμει ἦν ἐν τῷ πατρὶ ἀγεννήτως, ὄντος τοῦ πατρὸς ἀεὶ πατρὸς ὡς καὶ βασιλέως ἀεὶ καὶ σωτῆρος ἀεί, δυνάμει πάντα ὄντος, ἀεί τε κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος. 33.17 Ταῦτα ὑμῖν ἀναγκαίως διεπεμψάμεθα, ἀγαπητοί, τὸ κεκριμένον τῆς ἡμετέρας ἐξε τάσεώς τε καὶ συγκαταθέσεως φανερὸν ὑμῖν καθιστῶντες καὶ ὡς εὐλόγως τότε μὲν καὶ μέχρις ἐσχάτης ὥρας ἐνιστάμεθα, ὅθ' ἡμῖν τὰ ἑτεροίως γραφέντα προσέκοπτε, τότε δὲ ἀφιλονείκως τὰ μὴ λυποῦντα κατεδεξάμεθα, ὅθ' ἡμῖν εὐγνωμόνως τῶν λόγων ἐξετάζουσι τὴν διάνοιαν ἐφάνη συντρέχειν τοῖς ὑφ' ἡμῶν αὐτῶν ἐν τῇ προεκτεθείσῃ πίστει ὡμολο γημένοις. 34.τ {Καθαίρεσις Ἀρείου καὶ τῶν σὺν αὐτῷ ὑπὸ Ἀλεξάνδρου ἀρχιεπισκόπου Ἀλεξανδρείας.} 34.1 Ἀλέξανδρος πρεσβυτέροις καὶ διακόνοις Ἀλεξανδρείας καὶ Μαρεώτου, παρὼν παροῦσιν, ἀγαπητοῖς ἀδελφοῖς ἐν κυρίῳ χαίρειν. 34.2 Εἰ καὶ φθάσαντες ὑπεγράψατε οἷς ἐπέστειλα τοῖς περὶ Ἄρειον προτρέπων αὐτοὺς ἀρνήσασθαι μὲν τὴν ἀσέβειαν πεισθῆναι δὲ τῇ ὑγιαινούσῃ καὶ καθολικῇ πίστει, καὶ ἐδείξατε ἑαυτῶν ὀρθὴν τὴν προαίρεσιν καὶ τὴν ἐν τοῖς δόγμασι συμφωνίαν τῆς καθο λικῆς ἐκκλησίας, ὅμως ἐπειδὴ καὶ πρὸς τοὺς ἁπανταχοῦ συλλειτουργοὺς ἐπέστειλα περὶ τῶν περὶ Ἄρειον, ἀναγκαῖον ἡγησάμην ὑμᾶς μὲν τοὺς τῆς πόλεως κληρικοὺς συναγαγεῖν, 34.3 ὑμᾶς δὲ τοὺς ἀπὸ τοῦ Μαρεώτου μεταπέμψασθαι· μάλιστα ὅτι καὶ ἀφ' ὑμῶν Χάρης καὶ Πιστὸς πρεσβύτεροι, καὶ Σαραπίων καὶ Παράμμων καὶ Ζώσιμος καὶ Εἰρηναῖος διάκονοι ἐπηκολούθησαν τοῖς περὶ Ἄρειον καὶ ἠγάπησαν σὺν αὐτοῖς καθαιρεθῆναι· ἵνα καὶ τὰ νῦν γραφόμενα γνῶτε τήν τε ἐν τούτοις συμφωνίαν ἑαυτῶν ἐπιδείξησθε καὶ τῇ καθαι 34.4 ρέσει τῶν περὶ Ἄρειον καὶ τῶν περὶ Πιστὸν σύμψηφοι γένησθε. πρέπει γὰρ τὰ παρ' ἐμοῦ γραφόμενα γινώσκειν ὑμᾶς καὶ ἕκαστον ὡς παρ' αὐτοῦ γραφόμενα ἐν τῇ καρδίᾳ κατέχειν. 35.1 Ἀντίγραφον. Τοῖς ἀγαπητοῖς καὶ τιμιωτάτοις συλλειτουργοῖς τοῖς ἁπανταχοῦ τῆς καθολικῆς ἐκκλησίας Ἀλέξανδρος ἐν κυρίῳ χαίρειν. 35.2 Ἑνὸς σώματος ὄντος τῆς καθολικῆς ἐκκλησίας ἐντολῆς τε οὔσης ἐν ταῖς θείαις γρα φαῖς τηρεῖν τὸν σύνδεσμον τῆς ὁμονοίας καὶ εἰρήνης ἀκόλουθόν ἐστι γράφειν ἡμᾶς καὶ σημαίνειν ἀλλήλοις τὰ παρ' ἑκάστου γινόμενα, ἵνα εἴτε πάσχει εἴτε χαίρει ἓν μέλος ἢ συμ 35.3 πάσχωμεν ἢ συγχαίρωμεν ἀλλήλοις. ἐν τῇ ἡμετέρᾳ τοίνυν παροικίᾳ ἐξῆλθον νῦν ἄνδρες παράνομοι καὶ χριστομάχοι διδάσκοντες ἀποστασίαν, ἣν εἰκότως ἄν τις πρόδρομον 35.4 τοῦ ἀντιχρίστου ὑπονοήσειε καὶ καλέσειεν. καὶ ἐβουλόμην μὲν σιωπῇ παραδοῦναι τὸ τοιοῦτον, ὅπως ἐν τοῖς προστάταις μόνοις ἀναλωθῇ τὸ κακὸν καὶ μὴ εἰς ἑτέρους τόπους διαβὰν τὸ τοιοῦτον ῥυπώσῃ τινῶν ἀκεραίων τὰς ἀκοάς. ἐπειδὴ δὲ Εὐσέβιος ὁ νῦν ἐν τῇ Νικομηδείᾳ νομίσας ἐπ' αὐτῷ κεῖσθαι τὰ τῆς ἐκκλησίας, ὅτι καταλείψας τὴν Βηρυτὸν καὶ ἐποφθαλμίσας τῇ ἐκκλησίᾳ Νικομηδέων [καὶ] οὐκ ἐκδεδίκηται κατ' αὐτοῦ, προίσταται καὶ τούτων τῶν