1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

20

λέγουσιν, ἵνα καὶ τὸν λόγον ποίημα σημάνωσι κατὰ τὴν ἰδίαν ἡδονήν· ὁ δὲ τὸν θεὸν πατέρα λέγων εὐθὺς ἐν αὐτῷ καὶ τὸν υἱὸν σημαίνει καὶ οὐκ ἀγνο ήσει, ὅτι υἱοῦ ὄντος διὰ τοῦ υἱοῦ τὰ γενόμενα ἐκτίσθη πάντα.

31.1 Οὐκοῦν καὶ μᾶλλον ἀληθέστερον ἂν εἴη τὸν θεὸν ἐκ τοῦ υἱοῦ σημαίνειν καὶ πατέρα λέγειν ἢ ἐκ μόνων τῶν ἔργων ὀνομάζειν καὶ λέγειν αὐτὸν ἀγένητον. τοῦτο μὲν γὰρ τὰ ἐκ τοῦ βουλήματος τοῦ θεοῦ διὰ τοῦ λόγου γενόμενα ἔργα σημαίνει, τὸ δὲ τοῦ πατρὸς ὄνομα τὸ ἴδιον ἐκ τῆς οὐσίας αὐτοῦ γέννημα γνωρίζει. ὅσῳ δὲ ὁ λόγος τῶν γενητῶν διαφέρει, τοσοῦτον καὶ πλέον τὸ λέγειν τὸν θεὸν πατέρα 31.2 τοῦ λέγειν ἀγένητον διαφέροι ἄν. καὶ γὰρ τοῦτο μὲν ἄγραφον καὶ ὕποπτον ποικί λην ἔχον ἐστὶ τὴν σημασίαν, ἐκεῖνο δὲ ἁπλοῦν καὶ ἔγγραφον καὶ ἀληθέστερον καὶ μό νον σημαῖνον τὸν υἱόν. καὶ τὸ μὲν ἀγένητον παρ' Ἑλλήνων εὕρηται τῶν μὴ γινω σκόντων τὸν υἱόν, τὸ δὲ πατὴρ παρὰ τοῦ κυρίου ἡμῶν ἐγνώσθη καὶ κεχάρισται. καὶ γὰρ εἰδὼς αὐτός, τίνος υἱός ἐστιν, ἔλεγεν· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», καί· «ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα», καί· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». καὶ οὐδαμοῦ φαίνεται τὸν πατέρα καλῶν ἀγένητον αὐτός, ἀλλὰ καὶ ἡμᾶς εὔχεσθαι διδάσκων οὐκ εἶπεν· ὅταν δὲ προσεύχησθε, λέγετε· «θεὸς ἀγένητε», ἀλλὰ μᾶλλον· «ὅταν προσεύχησθε, λέγετε· 31.3 πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς». καὶ τὸ κεφάλαιον δὲ τῆς πίστεως ἡμῶν εἰς τοῦτο συντείνειν ἠθέλησεν· ἐκέλευσε γὰρ ἡμᾶς βαπτίζεσθαι οὐκ εἰς ὄνομα ἀγενήτου καὶ γενητοῦ οὐδὲ εἰς ὄνομα ἀκτίστου καὶ κτίσματος, ἀλλ' εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύ ματος. οὕτως γὰρ τελειούμενοι υἱοποιούμεθα καὶ ἡμεῖς ἀληθῶς, καὶ τὸ τοῦ πατρὸς δὲ ὄνομα λέγοντες ἐπιγινώσκομεν ἐκ τοῦ ὀνόματος τούτου καὶ τὸν ἐν τῷ πατρὶ λόγον. 31.4 εἰ δὲ καὶ πατέρα θέλει λέγειν ἡμῶν τὸν ἴδιον ἑαυτοῦ πατέρα, οὐ χρὴ διὰ τοῦτο συνεκτεί νειν ἑαυτοὺς τῷ υἱῷ κατὰ τὴν φύσιν. καὶ τοῦτο γὰρ δι' αὐτὸν λέγεται παρ' ἡμῶν. ἐπειδὴ γὰρ τὸ ἡμέτερον ὁ λόγος ἐφόρεσε σῶμα καὶ γέγονεν ἐν ἡμῖν, ἀκολούθως διὰ τὸν ἐν ἡμῖν λόγον καὶ ἡμῶν ὁ θεὸς λέγεται πατήρ. τὸ γὰρ ἐν ἡμῖν πνεῦμα τοῦ λόγου δι' ἡμῶν τὸν ἑαυτοῦ πατέρα ὡς ἡμῶν ὀνομάζει· οὗτος τοῦ ἀποστόλου νοῦς ἐστι λέγοντος· «ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κρᾶζον· ἀββᾶ ὁ πατήρ».

32.1 Ἀλλ' ἴσως καὶ διὰ τὸ ὄνομα τὸ ἀγένητον ἐλεγχθέντες πονηροὶ τὸν τρόπον ὄντες ἐθελήσουσι καὶ αὐτοὶ λέγειν· ἔδει καὶ περὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκ τῶν γραφῶν τὰ περὶ αὐτοῦ γεγραμμένα λέγεσθαι καὶ μὴ ἀγράφους ἐπεισάγεσθαι λέξεις. ναὶ ἔδει, φαίην ἂν καὶ ἔγωγε, ἀκριβέστερα γὰρ ἐκ τῶν γραφῶν μᾶλλον ἢ ἐξ ἑτέρων ἐστὶ τὰ τῆς ἀληθείας γνωρίσματα· ἀλλ' ἡ κακοήθεια καὶ μετὰ πανουργίας παλίμβολος ἀσέβεια τῶν περὶ Εὐσέβιον ἠνάγκασε, καθὰ προεῖπον, τοὺς ἐπισκόπους λευκότερον 32.2 ἐκθέσθαι τὰ τὴν ἀσέβειαν αὐτῶν ἀνατρέποντα ῥήματα. καὶ τὰ μὲν παρὰ τῆς συνόδου γραφέντα διάνοιαν ὀρθὴν ἔχοντα δέδεικται, τῶν δ' Ἀρειανῶν καὶ τὰ λογάρια σαθρὰ καὶ ὁ τρόπος πονηρὸς ἐφάνη. καὶ γὰρ καὶ τὸ ἀγένητον ὄνομα, ἰδίαν ἔχον διάνοιαν καὶ δυνά μενον εὐσεβῶς προφέρεσθαι, αὐτοὶ πάλιν κατὰ τὴν ἰδίαν ἐνθύμησιν ὡς ἠθέλησαν ὀνομάζου 32.3 σιν ἐπ' ἀτιμίᾳ τοῦ σωτῆρος, ἵνα μόνον ὡς γίγαντες θεομαχεῖν φιλονεικῶσιν. ἀλλ' οὔτε ἐκεῖνα τὰ λογάρια προφέροντες ἔμειναν ἀκατάγνωστοι οὔτε τὸ ἀγένητον καλῶς καὶ εὐσεβῶς δυνάμενον ὀνομάζεσθαι, ὅμως κακῶς αὐτοὶ φρονοῦντες λαθεῖν οὐκ ἠδυνήθησαν· κατῃσχύνθησαν γὰρ ἐν πᾶσι καὶ ἡ αἵρεσις αὐτῶν ἐστηλιτεύθη πανταχοῦ. 32.4 Ταῦτα μέν, ὡς ἠδυνήθην, ἀπομνημονεύσας τὰ ἐν τῇ συνόδῳ τότε πραχθέντα δεδή λωκα, οἶδα δὲ ὅτι τῶν χριστομάχων οἱ φιλέριδες οὐδὲ τούτων ἀκούσαντες μεταβάλ λεσθαι θελήσουσιν, ἀλλὰ περιδραμοῦνται πάλιν ἑτέρας ζητοῦντες προφάσεις καὶ μετὰ ταύτας πάλιν ἑτέρας ἐπινοήσουσι. κατὰ γὰρ τὸ