1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

16

φωτὸς τὸ ἀπαύγασμα, ὡς ὕδατος ἀτμίς. «οὔτε γὰρ τὸ ἀπαύγασμα οὔτε ἡ ἀτμὶς αὐτὸ τὸ ὕδωρ ἐστὶν ἢ αὐτὸς ὁ ἥλιος οὔτε ἀλλότριον», καὶ οὔτε ἡ τοῦ υἱοῦ οὐσία αὐτός ἐστιν ὁ πατὴρ οὔτε ἀλλότριος, ἀλλὰ ἀπόρροια «τῆς τοῦ πατρὸς οὐσίας, οὐ μερισμὸν ὑπομεινάσης τῆς τοῦ πατρὸς οὐσίας. ὡς γὰρ μένων» ὁ ἥλιος ὁ αὐτὸς οὐ μειοῦται ταῖς ἐκχεομέναις ὑπ' αὐτοῦ αὐγαῖς, οὕτως οὐδὲ ἡ οὐσία «τοῦ πατρὸς ἀλλοίωσιν ὑπέμεινεν εἰκόνα ἑαυτῆς ἔχουσα τὸν υἱόν». ὁ μὲν οὖν Θεόγνωσ τος τὰ πρότερα ὡς ἐν γυμνασίᾳ ἐξετάσας, ὕστερον τὴν ἑαυτοῦ δόξαν τιθεὶς οὕτως εἴρηκεν. 25.3 ∆ιονύσιος δὲ ὁ γενόμενος ἐπίσκοπος τῆς Ἀλεξανδρείας κατὰ Σαβελλίου γράφων τήν τε κατὰ σάρκα οἰκονομίαν τοῦ σωτῆρος διὰ πλειόνων ἐξηγούμενος καὶ ἐξ αὐτῆς διελέγχων τοὺς Σαβελλίζοντας, ὅτι μὴ ὁ πατήρ ἐστιν ὁ γενόμενος σάρξ, ἀλλ' ὁ τούτου λόγος, ὡς εἶπεν ὁ Ἰωάννης, ἐπειδὴ ὑπενοήθη ὡς ποίημα καὶ γενητὸν λέγων τὸν υἱὸν καὶ μὴ ὁμοούσιον τῷ πατρί, γράφει πρὸς τὸν ὁμώνυμον αὐτῷ ∆ιονύσιον τὸν ἐπίσκοπον Ῥώμης ἀπολογούμενος συκοφαντίαν εἶναι ταύτην κατ' αὐτοῦ. μήτε γὰρ ποιητὸν εἰρη 25.4 κέναι τὸν υἱόν, ἀλλὰ καὶ ὁμοούσιον αὐτὸν ὁμολογεῖν διεβεβαιώσατο. ἔχει δὲ αὐτοῦ ἡ λέξις οὕτως· καὶ δι' ἄλλης ἐπιστολῆς ἔγραψα, ἐν οἷς ἤλεγξα καὶ ὃ προφέρουσιν ἔγκλημα κατ' ἐμοῦ ψεῦδος ὄν, ὡς οὐ λέγοντος τὸν Χριστὸν ὁμοούσιον εἶναι τῷ θεῷ. εἰ γὰρ καὶ τὸ ὄνομα τοῦτό φημι μὴ εὑρηκέναι που τῶν ἁγίων γραφῶν, ἀλλά γε τὰ ἐπιχειρήματά μου τὰ ἑξῆς, ἃ σεσιωπήκασι, τῆς διανοίας ταύτης οὐκ ἀπᾴδει. καὶ γὰρ ἀνθρωπίνην γονὴν παρεθέμην δῆλον ὡς οὖσαν ὁμογενῆ, φήσας πάντως τοὺς γονεῖς μόνον «ἑτέρους εἶναι τῶν τέκνων, ὅτι μὴ αὐτοὶ εἶεν τὰ τέκνα, ἢ μήτε γονεῖς ἀναγκαῖον ὑπ 25.5» άρχειν εἶναι μήτε τέκνα. καὶ τὴν μὲν ἐπιστολήν, ὡς προεῖπον, διὰ τὰς περιστάσεις «οὐκ ἔχω προκομίσαι· εἰ δ' οὖν, αὐτά σοι τὰ τότε ῥήματα, μᾶλλον δὲ καὶ πάσης ἂν» ἔπεμψα τὸ ἀντίγραφον· ὅπερ ἂν εὐπορήσω, ποιήσω. οἶδα δὲ καὶ μέμνημαι πλείονα «προσθεὶς τῶν συγγενῶν ὁμοιώματα· καὶ γὰρ καὶ φυτὸν εἶπον ἀπὸ σπέρματος ἢ ἀπὸ» ῥίζης ἀνελθὸν ἕτερον εἶναι τοῦ ὅθεν ἐβλάστησε, καὶ πάντως ἐκείνῳ καθέστηκεν ὁμοφυές. «καὶ ποταμὸν εἶπον ἀπὸ πηγῆς ῥέοντα ἕτερον ὄνομα μετειληφέναι· μήτε γὰρ τὴν» πηγὴν ποταμὸν μήτε τὸν ποταμὸν πηγὴν λέγεσθαι καὶ ἀμφότερα ὑπάρχειν καὶ τὸν «ποταμὸν εἶναι τὸ ἐκ τῆς πηγῆς ὕδωρ».

26.1 Ὅτι δὲ οὐ ποίημα οὐδὲ κτίσμα ὁ τοῦ θεοῦ λόγος, ἀλλὰ ἴδιον τῆς τοῦ πατρὸς οὐσίας γέννημα ἀδιαίρετόν ἐστιν, ὡς ἔγραψεν ἡ μεγάλη σύνοδος, ἰδοὺ καὶ ὁ τῆς Ῥώμης ἐπίσκοπος ∆ιονύσιος γράφων κατὰ τῶν τὰ Σαβελλίου φρονούντων σχετλιάζει κατὰ 26.2 τῶν ταῦτα τολμώντων λέγειν καί φησιν οὕτως· «ἑξῆς δ' ἂν εἰκότως λέγοιμι καὶ» πρὸς τοὺς διαιροῦντας καὶ κατατέμνοντας καὶ ἀναιροῦντας τὸ σεμνότατον κήρυγμα «τῆς ἐκκλησίας τοῦ θεοῦ, τὴν μοναρχίαν, εἰς τρεῖς δυνάμεις τινὰς καὶ μεμερισμένας ὑποστάσεις» καὶ θεότητας τρεῖς. πέπυσμαι γὰρ εἶναί τινας τῶν παρ' ὑμῖν κατηχούντων «καὶ διδασκόντων τὸν θεῖον λόγον ταύτης ὑφηγητὰς τῆς φρονήσεως, οἳ κατὰ διάμετρον, 26.3» ὡς ἔπος εἰπεῖν, ἀντίκεινται τῇ Σαβελλίου γνώμῃ. ὁ μὲν γὰρ βλασφημεῖ αὐτὸν «τὸν υἱὸν εἶναι λέγων τὸν πατέρα καὶ ἔμπαλιν, οἱ δὲ τρεῖς θεοὺς τρόπον τινὰ κηρύττουσιν,» εἰς τρεῖς ὑποστάσεις ξένας ἀλλήλων παντάπασι κεχωρισμένας διαιροῦντες τὴν ἁγίαν «μονάδα. ἡνῶσθαι γὰρ ἀνάγκη τῷ θεῷ τῶν ὅλων τὸν θεῖον λόγον, ἐμφιλοχωρεῖν δὲ» τῷ θεῷ καὶ ἐνδιαιτᾶσθαι δεῖ τὸ ἅγιον πνεῦμα. ἤδη καὶ τὴν θείαν τριάδα εἰς ἕνα, ὥσπερ «εἰς κορυφήν τινα, τὸν θεὸν τῶν ὅλων τὸν παντοκράτορα λέγω, συγκεφαλαιοῦσθαί τε» καὶ συνάγεσθαι πᾶσα ἀνάγκη. Μαρκίωνος γὰρ τοῦ ματαιόφρονος δίδαγμα εἰς τρεῖς «ἀρχὰς τῆς μοναρχίας τομὴ καὶ διαίρεσις, παίδευμα ὂν διαβολικόν, οὐχὶ δὲ τῶν ὄντως «μαθητῶν τοῦ Χριστοῦ καὶ τῶν ἀρεσκομένων τοῖς τοῦ σωτῆρος μαθήμασιν. οὗτοι γὰρ» τριάδα μὲν κηρυττομένην ὑπὸ τῆς θείας γραφῆς σαφῶς ἐπίστανται, τρεῖς δὲ θεοὺς οὔτε 26.4