1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

10

16.1 Ὅσης μὲν οὖν ἀσεβείας ἐστὶ τοῦτο μεστόν, οὐδένα τῶν κἂν βραχεῖαν αἴσθησιν ἐχόντων ἀμφιβάλλειν ἡγοῦμαι. ἐπειδὴ δὲ τονθορύζοντες λέγουσιν, ὀνόματα μόνον εἶναι τοῦ υἱοῦ λόγος καὶ σοφία, ἀναγκαῖον ἐρωτῆσαι τούτους· εἰ ὀνόματα μόνον ἐστὶ ταῦτα 16.2 τοῦ υἱοῦ, ἄλλος ἂν αὐτὸς εἴη παρὰ ταῦτα. καὶ εἰ μὲν βελτίων ἐστὶ τῶν ὀνομάτων, οὐχ ὅσιον ἐκ τῶν ἐλαττόνων τὸν βελτίονα σημαίνεσθαι· εἰ δὲ ἐλάττων ἐστὶ τῶν ὀνο μάτων, πάντως ἔχει καὶ τὴν αἰτίαν τῆς ἐπὶ τὸ κάλλιον προσηγορίας· τοῦτο δὲ πάλιν προκοπὴν αὐτοῦ σημαίνει, καὶ οὐ μεῖόν ἐστι τῶν προτέρων καὶ τοῦτο τὸ ἀσέβημα. τὸν γὰρ ἐν τῷ πατρὶ ὄντα, ἐν ᾧ καὶ ὁ πατήρ ἐστι, τὸν λέγοντα· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», ὃν καὶ «ὁ ἑωρακὼς ἑώρακε τὸν πατέρα», ὀνομάζειν ὑπό τινος ἔξωθεν βελτιοῦσθαι, 16.3 πᾶσαν ὑπερβάλλει μανίαν. ἀλλὰ τούτων ἐκπίπτοντες καὶ κατὰ τοὺς περὶ Εὐσέβιον ὑπὸ πολλῆς συνεχόμενοι τῆς ἀπορίας ἐκεῖνο λοιπὸν ἔχουσιν ὑπολειπόμενον, ὃ καὶ ἐν ᾀσματίοις Ἄρειος καὶ ἐν τῇ ἑαυτοῦ Θαλίᾳ ὡς ἐπαπορῶν μυθολογεῖ· «πολλοὺς λαλεῖ λόγους ὁ θεός». ποῖον αὐτῶν ἄρα λέγομεν ἡμεῖς υἱὸν καὶ λόγον μονογενῆ τοῦ πατρός, 16.4 ἀνόητοι καὶ πάντα μᾶλλον ἢ Χριστιανοί; πρῶτον μὲν γὰρ τοιαῦτα λαλοῦντες περὶ θεοῦ μικροῦ δεῖν ἄνθρωπον τὸν θεὸν ὑπολαμβάνουσιν, οὕτω λαλοῦντα καὶ παραμείβοντα τοὺς προτέρους τοῖς δευτέροις λόγοις, ὥσπερ οὐκ ἀρκοῦντος ἑνὸς τοῦ ἐκ τοῦ θεοῦ λόγου πᾶσαν τὴν ἐκ τοῦ βουλήματος τοῦ πατρὸς δημιουργίαν καὶ τὴν τούτου πρόνοιαν πλη 16.5 ρῶσαι. τὸ μὲν γὰρ πολλοὺς αὐτὸν λαλεῖν λόγους ἀσθένεια τῶν πάντων ἐστίν, ἑκάστου λειπομένου τῆς τοῦ ἑτέρου χρείας, τὸ δὲ ἑνὶ κεχρῆσθαι λόγῳ τὸν θεόν, ὡς καὶ ἔστιν ἀληθῶς, τοῦτο καὶ τοῦ θεοῦ τὴν δύναμιν δείκνυσι καὶ τοῦ ἐξ αὐτοῦ λόγου τὴν τελειό τητα καὶ τῶν οὕτω φρονούντων τὴν εὐσεβῆ σύνεσιν.

17.1 Εἴθε δὲ καὶ οὗτοι κἂν ἐξ ὧν λέγουσι νῦν ἐθελήσουσιν ὁμολογεῖν τὴν ἀλήθειαν. εἰ γὰρ ἅπαξ διδόασι τὸν θεὸν προφέροντα λόγους, ἴσασιν ὅλως αὐτὸν πατέρα. τοῦτο δὲ γινώσκοντες σκοπείτωσαν, ὅτι μὴ θέλοντες ἕνα διδόναι τοῦ θεοῦ λόγον πολλῶν αὐτὸν εἶναι πατέρα φαντάζονται. καὶ τὸ μὲν ὅλως εἶναι τοῦ θεοῦ λόγον οὐ θέλουσιν ἀρνεῖσθαι, τὸ δὲ εἶναι τοῦτον τοῦ θεοῦ υἱὸν οὐχ ὁμολογοῦσιν. ἔστι δὲ τοῦτο τῆς ἀληθείας ἀγνωσία 17.2 καὶ τῶν θείων γραφῶν ἀπειρία. εἰ γὰρ ὅλως ὁ θεὸς πατήρ ἐστι λόγου, διατί μὴ καὶ ὁ γεννώμενος υἱός ἐστιν; υἱὸς δὲ πάλιν τοῦ θεοῦ τίς ἂν εἴη ἢ ὁ λόγος αὐτοῦ; καὶ γὰρ οὐ πολλοὶ λόγοι, ἵνα μὴ ἕκαστος ἐνδεής, ἀλλὰ εἷς ὁ λόγος, ἵνα τέλειος μόνος αὐτός, καὶ 17.3 ὅτι ἑνὸς ὄντος τοῦ θεοῦ μίαν ἔδει καὶ τὴν εἰκόνα εἶναι αὐτοῦ, ἥτις ἐστὶν ὁ υἱός. καὶ γὰρ ὁ τοῦ θεοῦ υἱός, ὡς ἐξ αὐτῶν τῶν λογίων ἐστὶ μαθεῖν, αὐτός ἐστιν ὁ τοῦ θεοῦ λόγος καὶ ἡ σοφία καὶ ἡ εἰκὼν καὶ ἡ χεὶρ καὶ ἡ δύναμις· ἓν γάρ ἐστι τὸ τοῦ θεοῦ γέννημα, καὶ 17.4 ταῦτα τῆς ἐκ τοῦ πατρὸς γεννήσεώς εἰσι γνωρίσματα. ἄν τε γὰρ τὸν υἱὸν εἴπῃς, τὸ ἐξ αὐτοῦ φύσει δεδήλωκας· ἄν τε τὸν λόγον ἐνθυμηθῇς, τὸ ἐξ αὐτοῦ πάλιν καὶ τὸ ἀδιαίρετον αὐτοῦ λογίζῃ· καὶ τὴν σοφίαν δὲ λέγων οὐδὲν ἧττον τὸ μὴ ἔξωθεν, ἀλλὰ τὸ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ πάλιν φρονεῖς· ἂν δὲ καὶ τὴν δύναμιν καὶ τὴν χεῖρα ὀνομάσῃς, 17.5 τὸ ἴδιον πάλιν τῆς οὐσίας λέγεις· καὶ τὴν εἰκόνα δὲ λέγων, τὸν υἱὸν σημαίνεις. τί γὰρ ἂν εἴη ὅμοιον τῷ θεῷ ἢ τὸ ἐξ αὐτοῦ γέννημα; ἀμέλει ἅπερ διὰ τοῦ λόγου γέγονε, ταῦτα τῇ σοφίᾳ τεθεμελίωται· καὶ ἃ ἐν τῇ σοφίᾳ τεθεμελίωται, ταῦτα πάντα ἐν τῇ χειρὶ πεποίηται καὶ διὰ τοῦ υἱοῦ γέγονε. καὶ τούτων οὐκ ἔξωθεν ἡμεῖς, ἀλλ' ἐκ τῶν 17.6 γραφῶν ἔχομεν τὴν πίστιν. ὁ μὲν γὰρ θεὸς αὐτὸς διὰ Ἡσαίου τοῦ προφήτου λέγει· «ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν», καὶ πάλιν· «καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν». ὁ δὲ ∆αυὶδ τοῦτο μαθὼν καὶ εἰδὼς τὴν χεῖρα αὐτὴν οὖσαν τὴν σοφίαν ἔψαλλε· «πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου»· ὡς καὶ Σαλομὼν παρὰ 17.7 θεοῦ λαβὼν ἔλεγεν· «ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν».