1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

9

τὴν χρείαν τῶν γεγραμμένων 14.2 ἐρευνῶν καὶ οὕτω τὰ ἀναγνώσματα διακρίνων καὶ διανοούμενος. τὸν μὲν οὖν καιρὸν τοῦ ῥητοῦ τούτου εὑρήσει καὶ γνώσεται, ὅτι ἀεὶ ὢν ὁ κύριος ὕστερον ἐπὶ συντελείᾳ τῶν αἰώνων γέγονεν ἄνθρωπος, καὶ υἱὸς ὢν τοῦ θεοῦ γέγονε καὶ υἱὸς ἀνθρώπου. τὴν δὲ χρείαν νοήσειεν, ὅτι τὸν ἡμῶν θάνατον καταργῆσαι θέλων ἔλαβεν ἑαυτῷ σῶμα ἐκ τῆς παρθένου Μαρίας, ἵνα τοῦτο προσενέγκας θυσίαν ὑπὲρ πάντων τῷ πατρὶ «ἀπαλλάξῃ πάν τας ἡμᾶς, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦμεν δουλείας». τὸ δὲ πρόσωπον τοῦ μὲν σωτῆρός ἐστι, τότε δὲ λέγεται, ὅτε λοιπὸν λαβὼν τὸ σῶμα λέγει· «κύριος ἔκ 14.3 τισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». ὡς γὰρ υἱῷ θεοῦ ὄντι ἁρμόζει καλῶς τὸ ἀιδίως εἶναι καὶ ἐν κόλποις εἶναι τοῦ πατρός, οὕτως καὶ ἀνθρώπῳ γενομένῳ πρέ πουσα φωνὴ τὸ κύριος ἔκτισέ με. τότε γὰρ λέγεται περὶ αὐτοῦ· καὶ ἐπείνασε, καὶ ἐδίψησε, καὶ ἐπυνθάνετο ποῦ Λάζαρος κεῖται, καὶ πέπονθε, καὶ ἀνέστη. καὶ ὥσπερ ἀκούοντες αὐτὸν κύριον καὶ θεὸν καὶ φῶς ἀληθινὸν νοοῦμεν αὐτὸν ὄντα ἐκ τοῦ πατρός, οὕτως δίκαιόν ἐστιν ἀκούοντας τὸ ἔκτισε καὶ τὸ δοῦλος καὶ τὸ πέπονθε μὴ τῇ θεότητι λογίζεσθαι, ἀνοί κειον γάρ, ἀλλὰ τῇ σαρκὶ ταῦτα μετρεῖν, ἣν δι' ἡμᾶς ἐφόρεσε. ταύτης γὰρ ἴδια ταῦτα, 14.4 καὶ αὐτὴ ἡ σὰρξ οὐχ ἑτέρου, ἀλλὰ τοῦ λόγου ἐστίν. εἰ δὲ καὶ τὸ ἐκ τούτου χρήσιμον ἐθέλοι τις μαθεῖν, εὑρήσει καὶ τοῦτο· «ὁ γὰρ λόγος σὰρξ ἐγένετο», ἵνα καὶ προσενέγκῃ τοῦτο ὑπὲρ πάντων καὶ ἡμεῖς ἐκ τοῦ πνεύματος αὐτοῦ μεταλαβόντες θεοποιηθῆναι δυνη θῶμεν ἄλλως οὐκ ἂν τούτου τυχόντες, εἰ μὴ τὸ κτιστὸν ἡμῶν αὐτὸς ἐνεδύσατο σῶμα· οὕτω γὰρ καὶ ἄνθρωποι θεοῦ λοιπὸν καὶ ἐν Χριστῷ ἄνθρωποι χρηματίζειν ἠρξάμεθα. 14.5 ἀλλ' ὥσπερ ἡμεῖς τὸ πνεῦμα λαμβάνοντες οὐκ ἀπόλλυμεν τὴν ἰδίαν ἑαυτῶν οὐσίαν, οὕτως ὁ κύριος γενόμενος δι' ἡμᾶς ἄνθρωπος καὶ σῶμα φορέσας οὐδὲν ἧττον ἦν θεός· οὐ γὰρ ἠλαττοῦτο τῇ περιβολῇ τοῦ σώματος, ἀλλὰ καὶ μᾶλλον ἐθεοποιεῖτο τοῦτο καὶ ἀθάνατον ἀπετέλει.

15.1 Ἱκανὰ μὲν οὖν ταῦτα στηλιτεῦσαι τὴν αἵρεσιν τῶν Ἀρειανῶν. καὶ γάρ, ὡς ὁ κύριος δέδωκεν, ἐξ ὧν ἔλεγον αὐτοὶ διηλέγχθησαν ἀσεβοῦντες. φέρε δὴ καὶ ἡμεῖς προ τείνωμεν καὶ ἀπαιτήσωμεν καὶ αὐτοὺς ἀποκρίνασθαι· καιρὸς γάρ ἐστιν ἀπορήσαντας αὐτοὺς ἐν τοῖς ἰδίοις ἐρωτᾶσθαι λοιπὸν παρ' ἡμῶν· τάχα κἂν οὕτως ἐντραπέντες ἀνα 15.2 βλέψωσιν, ὅθεν κατέπεσαν, οἱ κακόφρονες. τὸν υἱὸν τοῦ θεοῦ μεμαθήκαμεν ἐκ τῶν θείων γραφῶν, ὡς προείπομεν, αὐτὸν εἶναι τὸν λόγον καὶ τὴν σοφίαν τοῦ πατρός. ὁ μὲν γὰρ ἀπόστολός φησι· «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία»· ὁ δὲ Ἰωάννης εἰρη κώς· «καὶ ὁ λόγος σὰρξ ἐγένετο», ἐπήγαγεν εὐθύς· «καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας»· ὡς τοῦ λόγου ὄντος μονογενοῦς υἱοῦ ἔν τε τούτῳ τῷ λόγῳ καὶ τῇ σοφίᾳ γεγενῆσθαι τόν τε οὐρανὸν καὶ 15.3 τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς. καὶ ταύτης τῆς σοφίας πηγὴν εἶναι τὸν θεὸν ἐν τῷ Βαροὺχ μεμαθήκαμεν, αἰτιαθέντος τοῦ Ἰσραήλ, ὅτι «ἐγκατέλιπε τὴν πηγὴν τῆς σοφίας». εἰ μὲν οὖν ἀρνοῦνται τὰ γεγραμμένα αὐτόθεν ἀλλότριοι καὶ τοῦ ὀνόματος ὄντες, οἰκείως ἂν καλοῖντο καὶ παρὰ πάντων ἄθεοι καὶ χριστομάχοι· οὕτω γὰρ ἑαυτοὺς ἐπω 15.4 νόμασαν καὶ αὐτοί. εἰ δὲ συνομολογοῦσιν ἡμῖν εἶναι θεόπνευστα τὰ τῆς γραφῆς ῥήματα, τολμησάτωσαν φανερῶς εἰπεῖν, ἃ κεκρυμμένως φρονοῦσιν, ὅτι ἄλογος καὶ ἄσοφος ἦν ὁ θεός ποτε, καὶ μανέντες εἴπωσιν· «ἦν ὅτε οὐκ ἦν» καὶ «πρὶν γεννηθῆναι οὐκ ἦν ὁ Χριστός»· πάλιν τε ἀποφηνάσθωσαν τὴν πηγὴν μὴ ἐξ ἑαυτῆς γεγεννηκέναι τὴν σοφίαν, ἀλλ' ἔξωθεν ἑαυτῆς κεκτῆσθαι ταύτην, ἵνα καὶ τολμήσωσιν εἰπεῖν· «ἐξ οὐκ ὄντων γέγονεν ὁ υἱός». τοῦτο γὰρ οὐκ ἔτι πηγὴν ταύτην δείκνυσιν, ἀλλά τινα λάκκον ὥσπερ ἔξωθεν ὕδωρ λαβόντα κεχρημένον τῷ ὀνόματι τῆς πηγῆς.