1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

4

οἷς ὑπέγραψαν οἱ ἡγεμόνες τῆς αἱρέσεως αὐτῶν, εἰδότας ὡς ἡ μὲν μετὰ ταῦτα μεταβολὴ τῶν περὶ Εὐσέβιον ὕποπτός 5.6 ἐστι καὶ κακοήθης. τὸ δὲ ὑπογράψαι μετὰ τὸ δυνηθῆναι κἂν τὸ βραχύτατον ἀπολο γήσασθαι τοῦτο δείκνυσιν ἀληθῶς ἀσεβῆ τὴν ἀρειανὴν αἵρεσιν. καὶ γὰρ οὐ πρότερον ὑπέγραψαν, εἰ μὴ κατέγνωσαν αὐτῆς· καὶ οὐ πρότερον κατέγνωσαν, εἰ μὴ πανταχόθεν ἀπορήσαντες ᾐσχύνθησαν· ὥστε τὸ μεταβάλλεσθαι τῆς εἰς ἀσέβειαν φιλονεικίας ἔλεγχός 5.7 ἐστι. διὸ ἔδει μέν, καθάπερ εἴρηται, καὶ τούτους ἠρεμεῖν. ἐπειδὴ δὲ δεινοὶ πρὸς ἀναισχυντίαν εἰσί, καὶ νομίζουσιν ἴσως αὐτοὶ μᾶλλον ἐκείνων δύνασθαι προστῆναι τῆς διαβολικῆς ταύτης ἀσεβείας. εἰ καὶ ἔφθασα διὰ τῆς προτέρας ἐπιστολῆς τῆς πρὸς σὲ γρα φείσης πλατυτέρῳ τῷ κατ' αὐτῶν ἐλέγχῳ κεχρημένος, ὅμως φέρε καὶ νῦν τούτους ὥσπερ ἐκείνους καθ' ἕκαστον τῶν ὑπ' αὐτῶν λεγομένων ἐξετάσωμεν. δειχθήσεται γὰρ οὐδὲν ἧττον καὶ νῦν οὐχ ὑγιής, ἀλλά τις δαιμονιώδης αὐτῶν ἡ αἵρεσις.

6.1 Φασὶ τοίνυν, ὥσπερ κἀκείνοις ἐδόκει, καὶ τετολμήκασι λέγειν· «οὐκ ἀεὶ πατήρ, οὐκ ἀεὶ υἱός· οὐκ ἦν γὰρ ὁ υἱὸς πρὶν γεννηθῇ, ἀλλ' ἐξ οὐκ ὄντων γέγονε καὶ αὐτός· διὸ καὶ οὐκ ἀεὶ πατὴρ ὁ θεὸς γέγονε τοῦ υἱοῦ, ἀλλ' ὅτε γέγονε καὶ ἐκτίσθη ὁ υἱός, τότε καὶ ὁ θεὸς ἐκλήθη πατὴρ αὐτοῦ. κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ λόγος καὶ ξένος καὶ ἀνόμοιος κατ' οὐσίαν τοῦ πατρός ἐστιν· οὔτε δὲ φύσει καὶ ἀληθινὸς λόγος τοῦ πατρός ἐστιν ὁ υἱὸς οὔτε ἡ μόνη καὶ ἀληθινὴ σοφία αὐτοῦ ἐστιν, ἀλλὰ κτίσμα καὶ εἷς τῶν ποιημάτων ὢν καταχρηστικῶς λέγεται λόγος καὶ σοφία. λόγῳ γὰρ τῷ ὄντι ἐν τῷ θεῷ γέγονε καὶ 6.2 αὐτὸς ὥσπερ καὶ τὰ πάντα· διὸ οὐδὲ ἀληθινὸς θεός ἐστιν ὁ υἱός». ἐγὼ δὲ τοῦτο πρῶτον καὶ τούτους ἐρωτῆσαι βούλομαι, τί ἐστιν ὅλως υἱός, καὶ τίνος ἐστὶ τὸ ὄνομα τοῦτο σημαντικόν, ἵν' οὕτως αὐτοὶ τὰ λεγόμενα παρ' αὐτῶν κἂν οὕτως νοῆσαι δυνη 6.3 θῶσιν. ἡ μὲν γὰρ θεία γραφὴ διπλῆν τὴν ἐκ τοῦ ὀνόματος τούτου διάνοιαν ἡμῖν σημαίνει, μίαν μὲν περὶ ὧν Μωυσῆς ἐν τῷ νόμῳ φησίν· «ἐὰν εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν, φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ποιεῖν τὸ καλὸν καὶ ἀρεστὸν ἐνώπιον κυρίου τοῦ θεοῦ σου, υἱοί ἐστε κυρίου τοῦ θεοῦ ἡμῶν», καθὼς καὶ ἐν τῷ εὐαγγελίῳ φησὶν ὁ Ἰωάννης· «ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι»· ἑτέραν δὲ διάνοιαν, καθ' ἣν Ἰσαὰκ τοῦ 6.4 Ἁβραάμ ἐστιν υἱὸς καὶ ὁ Ἰακὼβ τοῦ Ἰσαὰκ καὶ οἱ πατριάρχαι τοῦ Ἰακώβ. αὐτοιδὲ κατὰ ποίαν ἄρα τούτων νομίσαντες εἶναι τὸν τοῦ θεοῦ υἱὸν τοιαῦτα περὶ αὐτοῦ μυθο λογοῦσιν; εἰς γὰρ τὴν αὐτὴν ἀσέβειαν εὖ οἶδ' ὅτι συνδραμοῦνται τοῖς περὶ Εὐσέβιον. εἰ μὲν οὖν κατὰ τὴν πρώτην, οἷοί εἰσιν οἱ ἐκ βελτιώσεως τρόπων ἐπικτώμενοι τὴν τοῦ ὀνόματος χάριν καὶ λαμβάνοντες ἐξουσίαν, ἵνα υἱοὶ θεοῦ γένωνται (τοῦτο γὰρ ἔλεγον κἀκεῖνοι), οὐδὲν διαφέρειν ἡμῶν δόξειεν οὐδὲ μονογενὴς ἂν εἴη ἐξ ἀρετῆς καὶ αὐτὸς ἐσχη 6.5 κὼς τὴν τοῦ υἱὸς προσηγορίαν. κἂν γάρ, ὥς φασι, προγνωσθεὶς ἔσεσθαι τοιοῦτος προλαμβάνῃ καὶ ἅμα τῷ γενέσθαι δέχηται τό τε ὄνομα καὶ τὴν τοῦ ὀνόματος δόξαν, ἀλλ' οὐδὲν διοίσει τῶν μετὰ τὰς πράξεις λαμβανόντων τὸ ὄνομα, ἕως οὕτω καὶ αὐτὸς 6.6 υἱὸς εἶναι μεμαρτύρηται. καὶ γὰρ Ἀδὰμ προλαμβάνων τὴν χάριν καὶ ἅμα τῷ γε νέσθαι τεθεὶς ἐν τῷ παραδείσῳ οὐδὲν διήνεγκεν οὔτε τοῦ Ἐνώχ, ὃς μετὰ χρόνον τῆς γενέσεως εὐαρεστήσας μετετέθη, οὔτε τοῦ ἀποστόλου καὶ αὐτοῦ μετὰ τὰς πράξεις ἁρ παγέντος εἰς τὸν παράδεισον, ἀλλ' οὐδὲ τοῦ ποτε λῃστοῦ, ὃς διὰ τὴν ὁμολογίαν ἐπαγ γελίαν ἔλαβεν εὐθὺς εἰς τὸν παράδεισον ἔσεσθαι.

7.1 Ἀλλ' ἐν τούτοις διωκόμενοι λέξουσιν ἴσως, ὃ πολλάκις λέγοντες ᾐσχύνθησαν· «οὕτως νομίζομεν τὸν υἱὸν πλέον ἔχειν παρὰ τὰ ἄλλα καὶ διὰ τοῦτο μονογενῆ λέγεσθαι, ὅτι μόνος μὲν αὐτὸς ὑπὸ μόνου τοῦ θεοῦ γέγονε, τὰ δ' ἄλλα πάντα παρὰ τοῦ θεοῦ διὰ τοῦ υἱοῦ ἐκτίσθη». τίς ἄρα ταύτην ὑμῖν τὴν μωρὰν καὶ καινὴν ἐπίνοιαν ὑπέβαλεν, ἵνα εἴπητε· «τὸν μὲν υἱὸν μόνον μόνος ὁ πατὴρ