1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

28

εἰς τὸ ἅγιον πνεῦμα. τοὺς δὲ λέγοντας «ἦν ποτε ὅτε οὐκ ἦν» ἢ «οὐκ ἦν πρὶν γεννηθῇ» ἢ «ἐξ οὐκ ὄντων ἐγένετο» ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ τοὺς τοιούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.

38.1 Κωνσταντῖνος Σεβαστὸς τῇ καθολικῇ Ἀλεξανδρέων

ἐκκλησίᾳ. Χαίρετε, ἀγαπητοὶ ἀδελφοί. τελείαν παρὰ τῆς θείας προνοίας εἰλήφαμεν

χάριν, 38.2 ἵνα πάσης πλάνης ἀπαλλαγέντες μίαν καὶ τὴν αὐτὴν ἐπιγινώσκωμεν πίστιν. οὐδὲν λοιπὸν τῷ διαβόλῳ ἔξεστι καθ' ἡμῶν· πᾶν ὅ, τι δ' ἂν κακοτεχνησάμενος ἐπεχείρησεν, ἐκ βάθρων ἀνῄρηται· τὰς διχονοίας, τὰ σχίσματα, τοὺς θορύβους ἐκείνους καὶ τὰ τῶν διαφωνιῶν ἵν' οὕτως εἴπω θανάσιμα φάρμακα κατὰ θεοῦ κέλευσιν ἡ τῆς ἀληθείας ἐνίκησε λαμπρότης. ἕνα τοιγαροῦν ἅπαντες θεὸν καὶ τῷ ὀνόματι προσκυνοῦμεν καὶ εἶναι πεπιστεύ 38.3 καμεν. ἵνα δὲ τοῦτο γένηται, ὑπομνήσει θεοῦ συνεκάλεσα εἰς τὴν Νικαέων πόλιν τοὺς πλείστους τῶν ἐπισκόπων, μεθ' ὧν καθάπερ ὡς εἷς ἐξ ὑμῶν ἐγὼ συνθεράπων ὑμέτερος 38.4 καθ' ὑπερβολὴν εἶναι χαίρων καὶ αὐτὸς τὴν τῆς ἀληθείας ἐξέτασιν ἀνεδεξάμην. ἠλέγχθη γοῦν ἅπαντα καὶ ἀκριβῶς ἐξήτασται, ὅσα δὴ ἀμφιβολίαν ἢ διχονοίας πρόφασιν ἐδόκει γεννᾶν, καὶ φεισάσθω ἡ θεία μεγαλειότης, ἡλίκα καὶ ὡς δεινὰ περὶ τοῦ ἡμετέρου σωτῆρος, περὶ τῆς ἐλπίδος καὶ ζωῆς ἡμῶν ἀπρεπῶς ἐβλασφήμουν τινὲς τἀναντία ταῖς θεοπνεύστοις γραφαῖς καὶ τῇ ἁγίᾳ πίστει φθεγγόμενοί τε καὶ πιστεύειν ὁμολογοῦντες. 38.5 Τριακοσίων γοῦν καὶ πλειόνων ἐπισκόπων ἐπὶ σωφροσύνῃ τε καὶ ἀγχινοίᾳ θαυ μαζομένων μίαν καὶ τὴν αὐτὴν πίστιν, ἣ καὶ ταῖς ἀληθείαις ἀκριβὴς τοῦ θείου νόμου πέφυκε πίστις, εἶναι βεβαιούντων, μόνος Ἄρειος ἐφωράθη τῆς διαβολικῆς ἐνεργείας ἡττημένος καὶ τὸ κακὸν τοῦτο πρῶτον μὲν παρ' ὑμῖν, ἔπειτα δὲ καὶ παρ' ἑτέροις ἀσεβεῖ 38.6 γνώμῃ διασπείρας. ἀναδεξώμεθα τοιγαροῦν ἣν ὁ παντοκράτωρ παρέσχε γνώμην· ἐπανέλθωμεν ἐπὶ τοὺς ἀγαπητοὺς ἡμῶν ἀδελφούς, ὧν ἡμᾶς τοῦ διαβόλου ἀναιδής τις ὑπηρέτης ἐχώρισεν, ἐπὶ τὸ κοινὸν σῶμα καὶ τὰ γνήσια ἡμῶν μέλη σπουδῇ πάσῃ 38.7 ἴωμεν. τοῦτο γὰρ καὶ τῇ ἀγχινοίᾳ καὶ τῇ πίστει καὶ τῇ ὁσιότητι τῇ ὑμετέρᾳ πρέπει, ἵνα τῆς πλάνης ἐλεγχθείσης ἐκείνου, ὃν τῆς ἀληθείας ἐχθρὸν εἶναι συνέστηκε, πρὸς τὴν θείαν 38.8 ἐπανέλθητε χάριν. ὃ γὰρ τοῖς τριακοσίοις ὁμοῦ ἤρεσεν ἐπισκόποις, οὐδέν ἐστιν ἕτερον ἢ τοῦ θεοῦ γνώμη, μάλιστα ὅπου γε τὸ ἅγιον πνεῦμα τοιούτων καὶ τηλικούτων ἀνδρῶν 38.9 ταῖς διανοίαις ἐγκείμενον τὴν θείαν βούλησιν ἐξεφώτισε. διὸ μηδεὶς ἀμφιβαλλέτω, μηδεὶς ὑπερτιθέσθω, ἀλλὰ προθύμως πάντες εἰς τὴν ἀληθεστάτην ὁδὸν ἐπάνιτε, ἵν' ἐπειδὰν ὅσον οὐδέπω πρὸς ὑμᾶς ἀφίκωμαι, τὰς ὀφειλομένας τῷ παντεφόρῳ θεῷ μεθ' ὑμῶν ὁμο λογήσω χάριτας, ὅτι τὴν εἰλικρινῆ πίστιν ἐπιδείξας τὴν εὐκταίαν ἡμῖν ἀγάπην ἀποδέδωκεν. καὶ ἄλλῃ χειρί. ὁ θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί. 39.τ {Ἀντίγραφον ὧν ἐκόμισαν Συγκλήτιος καὶ Γαυδέντιος μαγιστριανοί.} 39.1 Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς ἐπισκόποις καὶ λαοῖς. Τοὺς πονηροὺς καὶ ἀσεβεῖς μιμησάμενος Ἄρειος δίκαιός ἐστι τὴν αὐτὴν ἐκείνοις ὑπέχειν ἀτιμίαν. ὥσπερ τοίνυν Πορφύριος ὁ τῆς θεοσεβείας ἐχθρὸς συντάγματα ἄττα παράνομα κατὰ τῆς θρησκείας συστησάμενος ἄξιον εὕρατο μισθὸν καὶ τοιοῦτον ὥστε ἐπονείδιστος μὲν αὐτὸς πρὸς τὸν ἑξῆς γενέσθαι χρόνον καὶ πλείστης ἀναπλησθῆναι κακο δοξίας, ἀφανισθῆναι δὲ τὰ ἀσεβῆ αὐτοῦ συγγράμματα, οὕτω καὶ νῦν ἔδοξεν Ἄρειόν τε καὶ τοὺς Ἀρείῳ ὁμογνώμονας Πορφυριανοὺς μὲν καλεῖσθαι, ἵν' ὧν τοὺς τρόπους μεμίμην 39.2 ται,