386
ειδος ἐν τοῖς ὑπ' αὐτῷ ἀτόμοις. η τὸ σὺν αλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ολου τινὸς γένεσιν συντιθέμενον. ὑποστάσεως ιδιόν ἐστι τὸ καθ' ἑαυτὴν ὁρᾶσθαι, καὶ τῶν ὁμοειδῶν κατ' ἀριθμὸν διαστέλλεσθαι. ̔Υπόστασίς ἐστι συνδρομὴ τῶν χαρακτηριστικῶν ἰδιωμάτων, τὸ ατομον καὶ τὸ ἰδικόν· τουτέστι τὸν δεῖνα ανθρωπον ἐκ τοῦ κοινοῦ διαστέλλουσα. η συνδρομὴ τῶν περὶ εκαστον ἰδιωμάτων. η διὰ τῶν χαρακτηριστικῶν ἰδιωμάτων ἐν τῷ τινὶ παριστῶσα καὶ διαγράφουσα τὸ κοινὸν καὶ ἀπερίγραπτον τῆς φύσεως. ̔Υποστατικὴ ουν ενωσίς ἐστιν ἡ τὰς διαφόρους οὐσίας ηγουν φύσεις εἰς εν πρόσωπον καὶ μίαν τὴν αὐτὴν ὑπόστασιν συνάγουσά τε καὶ συνδέουσα. ὑποστατικὴ διαφορὰ τυγχάνει λόγος, καθ' ον ἡ κατὰ αθροισμα τῶν ἐνθεωρουμένων ἰδιωμάτων κοινῶν τῆς οὐσίας ἑτερότης τέμνουσα κατὰ ἀριθμὸν αλλου ἀπ' αλλου τὴν τῶν ἀτόμων ποιεῖται πληθύν. ̔Υπιωγή. ἡ σκέπη. ̔Υπυή. ἡ ἐξοχή. ̔Υπώρεια. ἡ τοῦ ορους πλαγία σκοπιά. ̔Υπωμοσία. τὸ ὑπερτίθεσθαι δίκην ηγουν ἀναβάλλεσθαι. upsilon.1778 ̔Υπόνοιαι πονηραί. οιον δόξαι, δόγματα νόθα. ουτως ὁ ̓Απόστολος. ̔Υποτύπωσιν. ὑπόδειγμα, ἀπόδειξιν. ὁ ̓Απόστολος· πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ. (Οὐδέτερον.) Υπαρ ἐγρηγορόσ. ὀπτασία ἀληθής· ἀλήθεια οὐκ ἐν ὀνείρῳ. εστιν ω ῥῆμα, ο δηλοῖ τὸ ὑπάρχω. ἀφ' ου ῥήματος ονομα αρ, ὡς σθένω σθέναρ, εδω εδαρ καὶ ειδαρ, καὶ μετὰ τῆς ὑπὸ προθέσεως υπαρ. ̔Υπαὶ δείουσ. ὑπὸ φόβου. ̔Υπέμβρυον. τὸ ἐπὶ τῇ θηλαζούσῃ νεογνόν. η παρὰ τὸ εσω ειναι βροτοῦ. ̔Υπερτενέσ. ὑψηλόν. ̔Υπέρτερον. ἀνώτερον, ὑπερέχον. ̔Υπέρχολον. θυμῶδες. ̔Υπερφυέσ. μεγαλεῖον. ̔Υπέρβιον. ὑπερήφανον. Ὑπέρινον. λεπτόν. εστι ῥῆμα ἰνῶ, τὸ ἐκκενῶ. οθεν λεπτύνω καὶ ὀξύνω. ἐντεῦθεν ὑπέρινος, ὁ κατάξηρος, η ὁ κενόσαρκος. ̔Υπερῷον. οικημα ὑψηλόν· η ἀνώγεον. ἐκ τοῦ οιος, ο σημαίνει τὸν μόνον, καὶ τῆς ὑπὲρ προθέupsilon.1779 σεως ὑπεροῖον, καὶ αὐξήσει τοῦ ˉο εἰς ˉω μέγα ὑπερῶον. καὶ μένει τὸ ˉι προσγεγραμμένον. ̔Υπερθετικόν. τὸ σύγκρισιν τοῦ πρωτοτύπου ἀσυγκρίτως δηλοῦν. * ̔Υπερεύχιον.* ̔Υπερώσιον. απειρον. Υπαντρον. ὑπὸ σπήλαιον. Υπαιπα. τόπος. † ̔Υπεύχιον. ὑπερώσιον. απειρον.† ̔Υπήτρια. οἱ μαστοί. ̔Υπόβολον. ὑποκείμενον πρὸς δάνειον. ̔Υπόγραμμα. ῳ τοὺς ὀφθαλμοὺς ὑπογράφουσιν. ̔Υπόγυον. ἐγγύτερον. τὸ νεωστὶ γινόμενον, τὸ πρόσφατον, τὸ πρὸ ὀλίγου. ἀπὸ τοῦ γυῖα, ο σημαίνει τὰς χεῖρας· διὰ γὰρ τῶν χειρῶν ἀποτελοῦνται τὰ εργα. η παρὰ τὸ γύη, ο σημαίνει τὴν γῆν. ὁ μὲν ουν ἀγὼν ὑπόγυος. ̔Υπόδειγμα. σημεῖον. ̔Υποζύγια. ονους η ἡμιόνους. upsilon.1780 ̔Υπομάζιον. τὸ θηλάζον βρέφος. ̔Υποτίτθια. τὰ θηλάζοντα βρέφη. ̔Υπόπυον. ελκους γέμον. ̔Υπότριμμα. αλειμμα κατεσκευασμένον εκ τε φοινίκων καὶ μέλιτος καὶ αλλων τινῶν ἀρτυμάτων. ἀπὸ τῆς τρίψεως τῆς ἐν αὐτοῖς γινομένης. ̔Υποχόνδρια. τὰ ὑπὸ τὸν λαγόνα. ̔Υποκείμενον. αὐτὴ ἡ οὐσία. καθ' ὑποκείμενον δὲ λέγει, οταν τὰ καθόλου τῶν μερικῶν κατηγορῆται. ὡς τὸ χρῶμα τοῦ λευκοῦ· καθ' ὑποκειμένου γὰρ καὶ συνωνύμως κατηγορεῖται. ἐν ὑποκειμένῳ δὲ, ὡς ἐν ταῖς οὐσίαις τὰ συμβεβηκότα, οιον ὡς τὸ λευκὸν ἐν τῷ κύκνῳ. διττὸν δὲ τὸ ὑποκείμενον· τὸ μὲν πρὸς υπαρξιν, τὸ δὲ πρὸς κατηγορίαν. καὶ πρὸς υπαρξιν μὲν ὑποκεῖσθαι λέγουσι τὴν οὐσίαν τοῖς συμβεβηκόσι· πρὸς κατηγορίαν δὲ τὰ μερικὰ τοῖς καθόλου. ̔Υπώπια. τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς πελιδνώματα. †η τραύματα, α ἐν τῷ πυκτεύειν γίνεται.† upsilon.1781 Υπαφρον. τὸ κρύφιον λέγει ὁ ̔Ιπποκράτης. καὶ ὁ Ψελλός· υπαφρον μὲν τὸ κρύφιον, πέζας τὰ πρὸς τοὺς πόδας. ( ̔Ρῆμα.) ̔Υπάγει. ἐξαπατᾷ. ̔Υπάγουσιν. ἀντὶ τοῦ προάγουσιν. ουτω ∆ημοσθένης. ̔Υπακτέον. πορευτέον. ἐκ τοῦ αγω ἀκτέον. ̔Υπαντιάζει. ὑπαντᾷ. ̔Υπαΐξασ. ὁρμήσας. ̔Υπάρχει. οὐχ ἁπλῶς δηλοῖ τὸ ειναι, ἀλλὰ τὸ πάλαι ειναι, καὶ οιον προϋπάρχειν. δηλοῖ δὲ καὶ τὸ αρχειν, οιον· ὑπάρχειν μάχῃ. ̔Υπαινίττεται. αἰνιγματωδῶς ἐμφαίνει. ̔Υπειδόμενοσ. ὑφορώμενος. ἀπὸ τοῦ ειδω. ̔Υπειπεῖν. τὸ ὑπαγορεύειν. καὶ ὑπείπομεν ἀντὶ τοῦ προείπομεν. upsilon.1782 ̔Υπεζωσμένοσ. περιβεβλημένος, ἐπισυρόμενος. ̔Υπενόστησεν. ὑπανεχώρησεν.