372
ἡμᾶς. Τελῶναι. οἱ ἀδικηταί. οἱ καταλλάκται. *οἱ τὰ τέλη ἀγοράζοντες. τελώνης ἐστὶ καὶ ὁ τὰς ὑπαντήσεις ὠνούμενος τῶν δημοσίων συντελειῶν.* Τελεσφόροσ. τέλειος μάντις. ἐγγαστρίμυθος. †Τέμμικεσ. οἱ νεωτοί.† Τεναγώδησ. τόπος ἐλαφρὸς, υδατι καλυπτόμενος καὶ σκεπόμενος, οιον εἰπεῖν βορβορώδης. tau.1717 †Τενέαιθοσ. ονομα ποταμοῦ.† Τένθησ. ὁ γαστρίμαργος. Τένοντασ. τραχήλους· τὰ διατεταμένα νεῦρα. ἀπὸ τῆς τάσεως. Τέο. ἀντὶ τοῦ τίνος. †Τερέβινθοσ. ειδος φυτοῦ.† Τερμιόεισ. ὁ μέγας. καὶ τερμιόεσσα, ἡ ἀποτερματίζουσα καὶ οιον μεγάλη. Τερατοσκόποσ. μάντις. Τερπικέραυνοσ. ὁ τοῖς κακοῖς τερπόμενος. η τὸν τερπόμενον τοῖς κεραυνοῖς. η τὸν τοὺς ἐναντίους τρέποντα τῷ κεραυνῷ. Τεριναῖος κόλποσ. πέραμα τῆς Τύρου. Τειρεσίασ. κύριον. ος ην μάντις. Τετράρχησ. ὁ υἱὸς τοῦ ̔Ηρώδου τοῦ ἀνελόντος τὰ βρέφη. ὡς τὸ τέταρτον μέρος τῆς βασιλείας τοῦ πατρὸς αὐτοῦ διέπων. Τέττα. προσφώνησις τιμητικὴ νεωτέρου πρὸς παλαιότερον. ἀπὸ τοῦ αττα κατὰ ἀναδιπλασιασμὸν τέττα. Τέττιξ. παρὰ τὸ τάττω, τάττιξ καὶ τέττιξ. ὁ τεταγμένον εχων τὸν καιρὸν τοῦ ᾳδειν. †Τελαμών. ὁ ἀναφορεὺς τῆς ἀσπίδος λῶρος. η τὸ ξίφος. παρὰ τὸ ταλάσσω, ταλαμὼν, καὶ τροπῇ τοῦ ˉα εἰς ˉε τελαμών. η ὁ πλατὺς ἱμὰς τῆς tau.1718 ἀσπίδος, ἀφ' ου ηρτηται ἡ ἀσπίς. ἀπὸ τοῦ τείνεσθαι τὸν ἱμάντα.† Τεύτονεσ. οἱ ̔Ρωμαῖοι. Τετράτρυφον. τέσσαρα εχοντα κλάσματα. ̔Ησίοδος· αρτον δειπνήσας τετράτρυφον ὀκτάβλωμον. Τελμισσόσ. ονομα ποταμοῦ. (Θηλυκόν.) Τεῆσ. τῆς σῆς, τῆς ἰδίας. Τειρεσία. ἡ μαντεία. †καὶ Τειρεσίας, κύριον· ος ην μάντις.† Τελετή. μυστηρίων ἀποτέλεσις, τελείωσις η θυσία μυστηριώδης. ὁ δὲ Μιλήσιος Ωρος λέγει, οτι τελετὰς καλοῦμεν τὰς ἐπὶ μείζους καὶ μετά τινος παραδόσεως τελετὰς τῶν εἰς αὐτοὺς δαπανημάτων ενεκεν. τελεῖν γὰρ τὸ δαπανᾷν. Τελεταρχία. ἡ τῶν τελετῶν η τῶν τελουμένων αρχουσα. Τελμισόσ. πόλις. Τερμησὸς δὲ, ˉη. †Τέμικοσ. ονομα πόλεως Κρητικῆς.† †Τέρεντοσ. ονομα πόλεως.† Τέρμινθος καὶ τέρμινθα. ἐμφερὲς λίνῳ φυτὸν, ἐξ ου πλέκεσθαι φασὶν ὁρμιὰς χρειώδεις ἐς τὰ πάντα καὶ πρὸς ἀλεξιφάρμακα. λέγεται καὶ τέργυνθος. tau.1719 *Τεσσαρακονταετηρὶσ, καὶ τριακονταετηρίς. ἡ διὰ τεσσάρων δεκάδων συνισταμένη η τριῶν ἀρίθμησις.* Τερατολογία. ψευδολογία· οιον θαυμαστὰ καὶ παράδοξα μυθεύουσα. Τερθρεία. ἡ λεπτολογία. εστι γάρ τοι σχοινίον ἐν τοῖς πλοίοις λεπτὸν, ο καλεῖται τέρθρον. οιον τέρετρον· διατετρύπηται γὰρ, καὶ τὰ ακρα τῶν σινδονίων. ἐκεῖνο δὲ λέγομεν, ἀφ' ου ηρτηται τοῦ ἱστοῦ ἡ κεραία. αλλοι δὲ τερθρείαν λέγουσι τὴν φλυαρίαν, τὴν ἐν δύο μέρεσι καλουμένην μάχην. τερθρία δὲ, ἡ πνοὴ, ι. Τετάρτην φυλακήν. τὴν τριωρίαν λέγει ητοι τὴν τρίτην ωραν τὴν μετὰ τὴν ἐννάτην ωραν τῆς νυκτός. Τετρακτύσ. ταύτην οἱ Πυθαγορικοὶ ἐτίμων διὰ τὰ τέσσαρα στοιχεῖα, τὸ πῦρ, τὸν ἀέρα, τὸ υδωρ, τὴν γῆν, ἐξ ων καὶ τὰ σώματα συνίσταται. †Τευθίσ. φάγοις δὲ καὶ πόπανα καὶ τὰς τευθίδας ἀμυγδάλων γέμοντα καὶ κωναρίων.† Τεχνολογία. περιποίησις τῆς τῶν λόγων φύσεως ἐπὶ σκοπῷ τοῦ περιγενέσθαι. Τέχνη. ὁ δόλος. Τέχνη. μέθοδος ἐνεργοῦσα τῷ βίῳ τὸ συμφέρον. η νοημάτων σύστημα κατατετριμμένον. η κτῆμα τιμιώτατον καὶ κατὰ πολὺ χρησιμώτατον τοῖς πᾶσιν ἀνθρώποις τοῖς ἐν τῷ βίῳ. η tau.1720 σύστημα ἐκ καταλήψεων ἐγγεγυμνασμένον. σύστημα δέ ἐστι τὸ πλῆθος, οἱονεὶ ἑκάστου τεχνίτου τὸ ἐργαλεῖον. ἐκ καταλήψεων δὲ, ητοι ἐξ ἐφευρέσεων. οὐ γὰρ ἀθρόως αἱ τέχναι ευρηνται, ἀλλ' αλλος αλλό τι ευρεν· ὁ μὲν, τρύπανον· ὁ δὲ, τὸ εἰς κάλλος ἀποξέειν τὰ ξύλα. καὶ ταῦτα πάντα ὁμοῦ συνελθόντα ἀπετέλεσαν τὴν τέχνην. ἐγγεγυμνασμένον δέ ἐστι τὸ οἱονεὶ φανερὸν καὶ δεδοκιμασμένον. γυμνάσαι γὰρ λέγομεν τὸ εἰς φῶς ἀγαγεῖν. τέχνη δὲ, παρὰ τὸ τεύχω, τὸ κατασκευάζω. γίνεται τευχάνη, καὶ ἐν συγκοπῇ τέχνη. διχῶς δὲ ἡ τέχνη· λογικὴ καὶ πρακτική. καὶ λογικὸς καλεῖται, οστις μετὰ λόγου πράττει, οιον γραμματικὸς, ῥήτωρ· πρακτικὸς δὲ, ος τι μετὰ τῶν λοιπῶν μερῶν τοῦ σώματος καὶ τῶν χειρῶν, οιον τέκτων, χαλκεὺς καὶ τὰ ομοια. διαφέρει δὲ ἡ λογικὴ τῆς πρακτικῆς, οτι τὴν μὲν λογικὴν μόνος ὁ ανθρωπος