162
ὑπερόριος. ̓Εκμηρυομένουσ. ἀναλεγομένους. δυσχερῶς ἐκμηρυομένους καὶ μακρῶς τὰς δυσχωρίας. ̓Εκμηρυσάμενοσ. ἐξελκύσας, ἐπεκτείνας. ἀπὸ μεταφορᾶς τῶν μηρυμάτων. ὁ δὲ ἐκμηρυσάμενος τὴν δύναμιν ἐκ τῶν δυσχωριῶν κατεστρατοπέδευσεν. ̓Εκμηχανώμενοσ. κατασκευάζων. ̓Εκμυζήσασ. ἐκπιέσας. ἐκθλίψας. ̓Εκμειλίσσω. καταπραΰνω. epsilon.669 Εκμολεσ. ἐξῆλθες. ̓Εκληροδότησεν. ἐχαρίσατο κληροδοσίαν. ̓Εκνάπτετο. ἐξύετο, ἐδαπανᾶτο. ̓Εκνενέμηται. διαμεμέρισται. ̓Εκνευρίσασ. ἀδυνάτους καταστήσας. ινα πολλὴν δύναμιν τῆς ̔Ρώμης ἐκνευρίσῃ. † Εκνιξεν. εδακνεν. ἀπὸ τῆς πόας. ̔Ηρόδοτος.† Εκνισεν. ἐκίνησεν, καθήψατο. ερως εκνιζε τῆς παιδός. Εκνυεν. εξυεν ἠρέμα. παρὰ τὸ κνᾷν. ̓Αριστοφάνης· ουτος πόθῳ μ' εκνυεν ἐλθὼν τὴν θύραν. ̓Εκκορηθῆναι. ἐκκαλλυνθῆναι. τὸ γὰρ κορεῖν καλλύνειν καὶ σαίρειν λέγεται παρὰ τοῖς ̓Αττικοῖς. ̓Εκκορυφώσω. δύναται μὲν ἀκούεσθαι ἀνακεφαλαιώσομαι, οιον κορυφὴν ἐπιθήσω· δύναται δὲ epsilon.670 καὶ ουτως. ετερόν σοι λόγον ἐκκορυφώσω, ητοι ἀπάρξομαι. ἐπεὶ ἡ κορυφὴ ἀρχὴ τίς ἐστι τοῦ σώματος. ̓Εκορύνετο. ὑψοῦτο, ἐκορυφοῦτο. ̓Εκολάφισαν. ἐβασάνισαν. η τοῖς ὀφθαλμοῖς πανίον ἐπέθηκαν. ουτως ευρον ἐγὼ τοῦτο. ̓Εκονδύλιζον. τοῖς δακτύλοις εκοπτον. ̓Εκόπασεν. επαυσεν. ̓Εκολλόπωσεν. κόλλῃ συνήρμοσεν. ἀπὸ γὰρ τοῦ νωτιαίου κόλλοπος καὶ δέρματος ἑψομένου ἐγένετο ἡ κόλλα τῶν βοῶν, οθεν καὶ ῳ ἐπιτείνουσι τὰς χορδὰς, κόλλοψ λέγεται. ̓Εκόησεν. ἐνόησεν. ̓Ιακῶς, παρὰ Καλλιμάχῳ. ̓Εκκοκκίσασ. ἐρημώσας. ἀπὸ μεταφορᾶς τῶν ῥοιῶν τῶν τοὺς κόκκους ἐκβαλλουσῶν. ̓Αριστοφάνης· Ω Ζεῦ- Λήσεις σεαυτοῦ τὰς πόλεις ἐκκοκκίσας. epsilon.671 † ̓Εκολάβησασ. προσέκρουσας. παρὰ τὸ ἐπὶ κόλαις βαίνειν. κόλα δὲ ἡ γαστήρ. η εθραυσας. ἀπὸ τοῦ κολλάβου, ο ἐστι ψωμός.† ̓Εκολώα. ἐθορύβει. ̓Εκκορακίζειν. ἀποδιώκειν. ̓Εκκορηθείησ. παντελῶς ἀφανισθείης. Μένανδρος· ἐκκορηθείης σύ γε. ̓Εκορίζετο. ὑπεκορίζετο. εὐμορφωτέροις ἐχρῆτο λόγοις. η ἐκολάκευεν. ̓Αριστοφάνης· τοῦτον τὸν υἱὸν λαμβάνουσ' ἐκορίζετο. ̓Εκορωνία. ἐγαυρία. ἐκορωνία καὶ παρετρίβετο πρὸς τοὺς ἐπιφανεῖς ανδρας. ̓Εκουρία. ἐδέετο κουρᾶς. ̔Εκουσιάζομαι. προσφέρω. ̓Εκκόψαντεσ. πηρώσαντες, τυφλώσαντες. ἐκκόψαντες αὐτοὺς τοὺς ὀφθαλμούς. ̓Εκκόψαι. νικῆσαι. ουτως Αλεξις. καὶ ἐπὶ τοῦ πηρῶσαι τὸν ὀφθαλμόν. καὶ ἐξεκόπη ἐπὶ τοῦ ἐπηρώθη. ̓Εκπαγλούμενοι. ἐκπληττόμενοι, θαυμάζοντες. ἐν εἰρήνῃ εμενον ἐκπαγλούμενοι τὸν ̔Ηρακλέα. ̔Ρωμαίοις μὲν ἐκπαγλούμενος ὁ Πύῤῥος ταῦτα φησίν. epsilon.672 ̓Εκπελευθῆναι. ἐκβληθῆναι. ̓Εκπερδικίσαι. διαδράναι πανούργως. ἀπὸ μεταφορᾶς τῶν περδίκων· πανοῦργον γὰρ τὸ ζῶον καὶ διαδιδράσκει τοὺς θηρευτάς. ̓Εκπέρσαι. πορθῆσαι. ̓Εκπεσών. ῥηθεὶς, δοθείς. χρησμὸς δ' ἐκπεσὼν παρὰ Εὐδοκίου τοῦ Θρᾳκός. ̓Εκπεφυσημένον. φιλοτίμως διατεθειμένον. ὁρῶν δὲ τὸν Μάρκον ἐκπεφυσημένον. ̓Εκπήγνυσθαι. ἐκπλήττεσθαι. ̓Εκπηνιεῖται. ἐξελκύσει. ἀπὸ τῶν τὴν κρόκα μηρυομένων πηνία. Ομηρος· πηνίον ἐξέλκουσα. ̓Εκπλεύσαντεσ. εξω γενόμενοι. οἱ δὲ ἐκπλεύσαντες τῶν φρενῶν. καὶ ἐκπλεύσειν ὁμοίως. ̓Εκπλήσει. πληρώσει. ̓Εκπλινθεύσασ. ἀντὶ τοῦ ἀναλύσας, καὶ ἐξελὼν τὰς πλίνθους. ουτως ̓Ισαῖος. ̓Εκποκιῶ. τὰς τρίχας ἐκσπάσω. ̓Αριστοφάνης· ἐκποκιῶ σου τὰς ποκάδας- ἐπὶ γυναικείων τριχῶν ὡς τὸ πολύ. ̓Εκπολεμῶσαι. ἀντὶ τοῦ εἰς πόλεμον καταστῆσαι. γράφεται καὶ ἐκπολεμῆσαι παρὰ Ξενοφῶντι. epsilon.673 ̓Εκπεπολέμωται. ἐχθρωδῶς διάκειται. ̓Εκπορίζομεν. ἐξευρίσκομεν. ̓Εκπορίσασ. συλλέξας. † ̓Εκπορποῦσθαι. ἐκφιβλοῦσθαι.† ̓Εκπρίου. ἐξαγόρασον, ἐλευθέρωσον. καὶ ἐκπρίασθαι. ̓Εκπτήσονται. πετασθήσονται. ̓Εκπολεμῆσαι. πορθῆσαι. ̓Εκκραγγανομένων. μετὰ κραυγῆς λεγομένων. Εκρεκεν. ἀντὶ τοῦ ηχει. ̓Εκρεμαννύμενοι. ἀντὶ τοῦ ἀπηρτημένοι. Θουκυδίδης· τῶν δὲ ξυσκήνων ηδη ἐκρεμαννύμενοι. ̓Εκκρίνειν. δοκιμάζειν. ̓Εκρινόμεθα. πολὺν χρόνον διεφερόμεθα καὶ ἠμφισβητοῦμεν. ̓Εκκρουόμενοσ. παρεκτείνων, παρατρέπων. ἀλλὰ καὶ τὸν καιρὸν τοῦτον τοῖς ἐναντίοις