177
μετὰ τῶν ἀκλίτων τέτακται. εδει δὲ αὐτὸ προπαροξύνεσθαι, ὡς παρ' οὐδετέρῳ συγκείμενον· ἀλλ' ἐπεὶ ὁ τόνος παρηλλάγη, ἐπεὶ καὶ ξένη ἡ σύνθεσις· οὐδὲν τῶν οὐδετέρων· διὰ τοῦτο περισπᾶται. epsilon.736 Ενθεσμον. νόμιμον. Ενθρυπτον. τὸ ἐκ πέμματος, ο ἐστι πλακοῦς, η τὸ ἐνθρυβόμενον βρῶμα. ̓Ενθυμήσιον. απειρον, εννομον. ̓Ενθύμιον. απορον, σεμνόν· κατὰ νοῦν. καὶ δὴ τὰ πραχθέντα εθετο ἐνθύμιον. ἐνθύμιον, καὶ βραχύ τι μόριον. ∆αβίδ· καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. ἐνθύμιον, καὶ ἡ κατὰ διάνοιαν θυσία καὶ προσφορὰ, ηγουν ἡ εὐχή. ̓Ενθύμιστον. υποπτον. ̓Ενθύμημα. ἀτελὲς καὶ ἀσθενὲς συλλόγισμα, καὶ ἡ πρώτη ὁρμὴ τῆς ψυχῆς. ουτω δὲ λέγονται οἱ ῥητορικοὶ συλλογισμοί. ἐν ἐκείνοις διὰ μιᾶς προτάσεως δοκεῖ γίνεσθαι ὁ συλλογισμός· τῷ τὴν ἑτέραν γνώριμον ουσαν ὑπὸ τῶν δικαστῶν η τῶν ἀκροατῶν προστίθεσθαι. οιον, ουτος αξιος ἐστὶ κολάσεως, προδότης γάρ ἐστι. epsilon.737 προστίθησι γὰρ ὁ δικαστὴς ὡς ἐναργὲς τὸ πάντα τὸν προδότην κολάσεως αξιον ειναι. ἐφ' ων ουν μὴ γνώριμόν ἐστι τὸ παραλειπόμενον, οὐκέτι ἐπὶ τούτων οιόν τε τὸ δι' ἐνθυμήματος γίνεσθαι συλλογισμόν· ὁ γὰρ συλλογισμὸς σύνθεσίν τινα λόγων εοικε σημαίνειν. Ενια. τινά. ̓Εν κεφαλαίῳ. ἐν συντόμῳ. ̓Εν μετεώρῳ ην ἡ ναῦσ. ἀντὶ τοῦ πελάγιος, καὶ μὴ ἐπ' ἀγκυρῶν ἱσταμένη, ἀλλὰ ἀπέχουσα τῆς γῆς. ̓Εν μεταιχμίω. ἐν μέσῳ. μεταίχμιον δὲ λέγεται ὁ μεταξὺ δύο φαλάγγων τόπος. παρωνόμασται δὲ ἀπὸ τῆς αἰχμῆς. ̓Ενόδιον. τὸ ἀπὸ τῆς ὁδοῦ. ἐνώδιον δὲ τὸ ἐνώτιον, μέγα, παρὰ τὸ οἰδεῖν τὰ ωτα. Ενοπτρον. τὸ κάτοπτρον. ̓Ενόν. δυνατὸν, ἐνδεχόμενον, ἐνυπάρχον. ̓Ενούσιον. τὸ μὴ μόνον ἐνθεωρούμενον. ἐφ' ἑαυτοῦ τὸ τῶν ἰδιωμάτων αθροισμα, καθ' ο αλλος ὑπὸ αλλου γνωρίζεται, ἀλλὰ καὶ τὸ κοινὸν τῆς οὐσίας πραγματικῶς κεκτημένον. ἐνούσιον ιδιόν ἐστι τὸ πραγματικῶς ὑφίστασθαι καὶ φέρειν ἁπάντων ἐφ' ἑαυτοῦ τῶν προσωπικῶν ἰδιωμάτων τοὺς ἀληθεῖς χαρακτῆρας. epsilon.738 ̓Εν προσχήματι. ἐν ὑποκρίσει. ̓Εν πωλικῷ. ἐν παιδικῷ. ̓Εν στέρνοισιν. ἐν στήθεσιν. ̓Εν σκοτεινοῖσ. ἐν ἀποκρύφοις. Εντεα. οὐ πάντα τὰ οπλα, ἀλλ' ἀσπὶς καὶ περικεφαλαία, τὰ δὲ δόρατα κατ' ἐπικράτειαν. ̓Εν τεγέεσιν. ἐν οἰκήμασιν. ̓Εντελέσ. τέλειον. καὶ ἐντελέστερον. Εντερον. ετερον καὶ οὐχ ομοιον. η παρὰ τὸ ῥεῖν ἐντός. ̓Εν τῷ μέρει τὶς καὶ τὸ πῦρ σκαλευέτω. ἐπὶ τῶν εἰς κοινὸν μὴ τὰ ισα παρεχομένων. πλείονα δῶρα δοὺς καὶ ἀντιλαβὼν ἐν τῷ μέρει. ̓Εν τοῖς ἱματίοισ. ανευ οπλων. οἱ δὲ πολιτικοὶ εθεον ἐν τοῖς ἱματίοις. Εντομα. οιον σφῆκες, μύρμηκες, μέλιτται, α ουτε ἀναπνεῖ ουτε πνεύμονα εχει. ̓Εν Σιναΐν. ἐν τῷ Σινᾷ. ̔Εβραϊκὸν δέ ἐστι. ∆αβίδ· κύριος ἐν Σιναῒν ἐν τῷ ἁγίῳ. ̓Ενστομισμάτων. ...... επρασσε δὲ ταῦτα ὁ βασιλεὺς χρῄζων ἐνστομισμάτων. Ενορχα. τὰ αρσενα. ̓Ενυπόστατον. τὸ ἐν ἀληθείᾳ ον καὶ ἐν ὑπάρξει ὁρώμενον. ἐνυπόστατον καὶ τὸ κατ' οὐσίαν κοινόν. οιον τὸ ειδος τὸ ἐν τοῖς ὑπ' αὐτὸ ἀτόepsilon.739 μοις πραγματικῶς ὑφιστάμενον, καὶ οὐκ ἐπινοίᾳ ψιλῇ θεωρούμενον. ἐνυπόστατον καὶ τὸ σὺν αλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ἑνὸς σύστασιν προσώπου καὶ μιᾶς γένεσιν ὑποστάσεως συγκείμενόν τε καὶ συνυφιστάμενον, καὶ οὐδαμῶς καθ' αὐτὸ γνωριζόμενον. †τὸ γὰρ σῶμα τὸ εμψυχον καὶ εννουν, ο προσελάβετο ὁ κύριος ἡμῶν ̓Ιησοῦς Χριστὸς, οὐ λέγεται ὑπόστασις, ἀλλ' ἐνυπόστατον· καὶ ἐν τῇ τοῦ υἱοῦ τοῦ θεοῦ ὑποστάσει προσληφθέν τε καὶ ὑποστάν.† ἐνυποστάτου ιδιόν ἐστιν η τὸ μετ' αλλου διαφόρου κατὰ τὴν οὐσίαν ἐν ὑποστάσει γνωρίζεσθαι καθ' ενωσιν αλυτον *καὶ ἐπὶ ψυχῆς καὶ σώματος εἰς μίαν ὑπόστασιν ἡνωμένων,* η τὸ ἐν ἀτόμοις φυσικῶς τυγχάνον καθ' υπαρξιν. *οιον τὸ θεωρεῖσθαι τὸ ειδος διὰ τῶν ὑπ' αὐτῶν ἀτόμων. ἐνυπόστατον ἐστὶ τὸ ὁπωσοῦν ὑπάρχον.* ἐνυπόστατον οὐχὶ τὸ μὴ ον, ἀλλὰ τὸ μὴ γενόμενον, ητοι τὸ μὴ ον οὐσία, ἀλλὰ περιουσία, τὸ συμβεβηκὸς καὶ οὐ κατ' οὐσίαν θεωρούμενον, ὡς τὸ σκότος. ̓Ενύπνιον. ἐφ' οσον τὶς ὑπνοῖ. ονειρον δὲ παυομένων τῶν υπνων. παρὰ τὸ ἐγείρειν καὶ ὀρείνειν τὴν ψυχήν. η παρὰ τὸ ειρειν, ο ἐστι λέγειν. Ενυστρον. τὸ κατὰ τὴν κοιλίαν εντερον. τὸ τῶν βρωμάτων