191
εἰσφερόμενον τῷ δράματι γέλωepsilon.809 τος χάριν, εξω τῆς ὑποθέσεως ον. καταχρηστικῶς δὲ τὸ ἐξαγώνιον απαν πρᾶγμα. ̓Επέτειον. τὸ ἐπὶ τοῦ νῦν ετους. επετος γὰρ δεῖ λέγειν τὸν ἐνεστῶτα καιρὸν, οὐ διὰ τοῦ φ, ἐφέτος. ̓Επ' ηματι. ἐν μιᾷ ἡμέρᾳ. ἐπ' ηματι σχεδόν τι ἐδάκρυσεν. ̓Επῆρεσ. παρεσκευασμένον, ετοιμον. τὸ δὲ πλοῖον ἐπῆρες ην, εἰς ο τὸν ανθρωπον ἐμβάλλουσι, καὶ ἀποπλεῖ. ̓Επίβοον. ἡ ἐκ βοὸς θυσία. ̓Επιγενήματα. τὰ ἐξύστερα τοῖς τραύμασιν ἀναφυόμενα. μηδὲν ηττον τῶν ἐπιγενημάτων ποιεῖσθαι λόγον. ̓Επιγράμματα. πάντα τὰ ἐπιγραφόμενά τισιν, κᾳν μὴ ἐν μέτροις εἰρημένα, ἐπιγράμματα λέγονται. ̓Επίγυια. τὰ πρυμνήσια. τὴν δ' ἀπὸ τοῦ ῥεύματος πλευρὰν ἠσφαλίζοντο τοῖς ἀπὸ γῆς ἐπιγυίοις. ̓Επίγεια. τὰ πρόσκαιρα. ̓Επὶ ∆ελφινίῳ. δικαστήριον ̓Αθήνῃσιν. ̓Επιδεέσ. ἐνδεὲς, ἐλλεῖπον. ̓Επιδιετὲς ἡβῆσαι. ἀντὶ τοῦ ενδεκα ἐτῶν γεγονέναι· τὸ γὰρ ἡβῆσαι μέχρι ˉιˉδ ἐστίν. ἀλλ' epsilon.810 οἱ εφηβοι παρ' ̓Αθηναίοις ὀκτωκαιδεκαετεῖς γενόμενοι ἐλέγοντο. ̓Επίδικα. οις αν τις ἐπεδικάζετο ὡς προσήκουσιν αὐτῷ κατὰ νόμους ἀγχιστείαν, εἰ μὴ ειεν υἱεῖς η υἱωνοὶ τῷ τετελευτηκότι, μήτε μὴν διαθῆκαι, ταῦτα ἐπίδικα καλεῖται. ̓Επίζηλον. τὸ ἐπίφθονον. ̓Επίηρα. ἐπιθυμητὰ, η ἐπίηρα ἡ μετ' ἐπικουρίας χάρις. ἐκ τοῦ ἐρῶ, ερανον, καὶ κατὰ συγκοπὴν καὶ εκτασιν ηρα. εἰς δὲ τὴν καθολικὴν ευρον ουτως· εστιν ηρ, ἡ ἐπικουρία, καὶ ὀξύνεται· ἡ γενικὴ ηρος, ηρα, καὶ ἐν συνθέσει ἐπίηρα. ̓Επίθετον. ονομα τὸ ἐπὶ κυρίων η προσηγορικὸν ὁμωνύμως τιθέμενον, καὶ δηλοῦν επαινον η ψόγον. λαμβάνεται δὲ τριχῶς· ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ τῶν ἐκτός. ἀπὸ μὲν ψυχῆς, ὡς σώφρων, ἀκόλαστος· ἀπὸ δὲ σώματος, ὡς ταχὺς, βραδύς· ἀπὸ δὲ τῶν ἐκτὸς, ὡς πλούσιος, πένης. ̓Επιθυμητικόν. τὸ θελητικόν. ̓Επίκηρα. φθαρτὰ, θνητὰ, ἐπιθανάτια. κῆρ γὰρ ὁ θάνατος. ̓Επίκλοπον. δόλιον, παραλογιστικόν. ̓Επίκλην. ὀνομασίαν. epsilon.811 ̓Επικαιρότατον. ἐπικινδυνότατον. ̓Επικείμενα. ἀντὶ τοῦ ἐπιφέροντα. καὶ κειμήλια κάλλιστα στέλλουσιν ἐπικείμενα χρυσίου λίτρας δισχιλίας. ̓Επίκλαυτον. γοερὸν, θρηνητικόν. ̓Αριστοφάνης· κελαρίζει ἐπίκλαυτον ἀηδόνιον νόμον. ̓Επίκλημα. εγκλημα. ̓Αγαθίας· εὐπρεπέστατα ῳοντο ἀποσείσασθαι τὸ ἐπίκλημα. ̓Επίκλιντρον. ειδος κόσμου γυναικείου. τοῦτ' ἐπίκλιντρον ἀποβάλλον. ̓Επιθήματα. σκεπάσματα. ̓Επίκοινον. ο τῷ μὲν ειδει διαφέρεται, οὐ διαλλάττεται δέ. ἐπίκοινον γένος τὸ ἐν μιᾷ φωνῆ μετὰ ἑνὸς αρθρου, η μόνου ἀρσενικοῦ η μόνου θηλυκοῦ, σημαῖνον τὸ γένος, οιον· ὁ κόραξ, ὁ ἀετὸς, ὁ ἰχθὺς, ἡ κορώνη, ἡ χελιδών. ̓Επικόλλωμα. τὸ μετὰ τὴν τῶν αρτων διάτρησιν περισσευόμενον. κόλλιξ γὰρ ὁ αρτος, οθεν καὶ κολλούριον ἀπὸ τοῦ κολλοβόν. epsilon.812 ̓Επιμείλιον. τὸ ἐξώπροικον. καὶ ἐπιμειλίδες νύμφαι. ̓Επίνειον. ἀκρωτήριον, η παραθαλάσσιον χωρίον, ὁ λεγόμενος κατάβολος. παρὰ τὸ ἐν αὐτῷ νήχεσθαι τὰς ὁλκάδας, καὶ ὀκέλλειν. η πόλισμα παραθαλάσσιον, ενθα τὰ νεώρια τῆς πόλεως εἰσίν. ̓Επίνητρον. τὸ ἐπὶ τῶν γονάτων, ἐφ' ου τὴν κρόκην ενηθον. ̓Επίξηνον. ξύλον, ἐφ' ου κρέα εκοπτον, η μᾶλλον κόπτουσι. τὸ νῦν ἐπίκοπον. λέγει δὲ τὸν μακελλικὸν κορμόν. ̓Επιπόρπημα. πόρπη μέν ἐστιν ἡ ανωθεν τῆς χλαμύδος σύνθεσις, ἐπιπόρπημα δὲ τὸ ἐπὶ τῇ πόρπῃ κόσμημα, λίθινον η χρυσοῦν η ἀργυροῦν. ̓Επὶ Παλλαδίῳ. δικαστήριον ̓Αθήνῃσιν, ἐν ῳ οἱ ἐφέται ἀκουσίου φόνου ἐδίκαζον. ̓Επιτίμιον. ἡ τιμή. καὶ ὁ θεόλογος· ιν' εχω τὸ ἐπιτίμιον. καὶ γράφεται ἐπίτιμον. epsilon.813 ̓Επίπαστα. τὰ ἐπιπλασσόμενα τῷ σώματι αλφιτα. εθος γὰρ ειχον ποιεῖν πλακοῦντας η αρτους, καὶ ἐπιπάσσειν τινὰ καρυκεύματα η ἁλμυρά. καὶ ἐκ τούτου ἠναγκάζοντο πίνειν πολλά. ̓Επίπεμπτον. Λυσίας ἀντὶ τοῦ ἁπλοῦ τὸ πέμπτον ειπεν. Επιπλα. ἡ μὴ εγγειος κτῆσις, ἀλλ' ἐπιπόλαιος. οἱ δὲ ἐπίπλεα αὐτὰ φασίν. ̔Ηρόδοτος· καὶ τράπεζαν ἐπιπλέην ἀγαθῶν παντοίων παραθέντες. ̓Επίπονον. καματηρόν. ̓Επιπόλαιον. τὸ πλέον ἐπάνω. ̓Επίπεδον. τὸ ἰσόπεδον, η ἐπιφάνεια ἐξ ισου ταῖς ἐφ' ἑαυτῆς εὐθείαις κειμένη. ̓Επὶ Πρυτανείῳ. δικαστηρίῳ. οταν τὸ ἀποκτεῖναν βέλος ῃ φανερὸν, η λίθος η τὶ τοιοῦτον, ὁ δὲ δράσας μὴ ῃ. ἀρχαῖον γὰρ εθος τὸ καὶ αψυχα κρίνειν. ̓Επὶ ῥητοῖς