206
ἐῤῥύπουν, ἐπείνων. ̓Εσωματοποίει. επλαττε. καὶ τύχη τις ἐσωματοποίει τοῦ Σκιπίωνος πράξεις. epsilon.888 ̓Εσωμάσκει. συνεκρότει, ηὐτρέπιζεν, ωδινεν, ἡτοίμαζεν. ὁ δὲ πολλοὺς δεκάζων τῶν ̓Ισαύρων τὰ κατὰ τὸν πόλεμον ἐσωμάσκει. ( ̓Επίῤῥημα.) ̓Εσαεί. διὰ παντός. ̓Ες νέωτα. ἐς τ' αυριον, εἰς τὸ μέλλον. ̓Ες ο. ἀντὶ τοῦ μέχρι τούτου. εἰς ο ἐξεῖλεν αὐτήν. ̓Ες οτι μάλιστα. ἀντὶ τοῦ λίαν. καλάμους ἐς οτι μάλιστα στεῤῥοὺς καὶ παχίστους. ̓Ες τ' αν. εως ου. ̓Εσχάτωσ. ακρως. Μένανδρος· φοβοῦμαί σε ἐσχάτως. * ̓Ες σύμνωσ. ἐσπουδασμένως. πορευτικῶς, διερχομένως.* Τὸ Ε μετὰ τοῦ Τ. ( ̓Αρσενικόν.) Εται. οἱ πολῖται. πηοὶ δὲ οἱ κατ' ἐπιγαμίαν συγγενεῖς. epsilon.889 ̔Εταῖροσ. ὁ φίλος. Πλάτων καὶ οἱ αλλοι φιλόσοφοι τοὺς γνησίους ἐραστὰς τῶν λόγων ἑταίρους ἐκάλουν. ̔Εταιρειάρχησ. ἀξίωμα. ̔Εταιρεῖοσ. ὁ Ζεὺς παρὰ Κρησί. σημαίνει δὲ καὶ τὸν φίλον. ̔Ετερόχροιοσ. ἀλλοῖος κατὰ χροιάν. ̔Ετερόφθαλμοσ. στραβὸς, ἀλλοθεώρης. ̔Ετερόγναθοσ. ἀπειθής. η απληστος. ἀμφοτέραις ταῖς γνάθοις ἐσθίων. ̓Ετερομάσχαλοσ. χιτὼν, ην ἐξωμίδα λέγουσιν. ̓Ετεοβουτάδαι. γένος ̓Αθηναίοις πολὺ καὶ λαμπρόν. ἀπὸ Βούτου, ἀφ' ου οἱ ἱερεῖς καθίστανται ̓Αθήνῃσιν. ̓Ετεόκρητεσ. οἱ ἀληθινοὶ Κρῆτες, οἱ αὐτόχθονος. ἐτεὸν γὰρ τὸ ἀληθές. ̓Ετεὸς καὶ ἐτὸς ὁ ἀληθήσ. ἐκ τοῦ εἰμὶ εσω, ἐτὸς ὑπάρχων. ὡς θήσω, θετὸς, καὶ δώσω, δοτὸς, δοτέος, καὶ θετὸς θετέος. Ετησ. κασίγνητοί τε εται τε. παρὰ τὸ ετος, ὁ τῶν αὐτῶν ἐνιαυτῶν ων. οιον ὁμοέτης. εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ετας τε. η παρὰ τὸ εθος ἑταῖρος, εθης τὶς ων. παρὰ epsilon.890 τὸ εθος ὁ συνήθης λέγεται. καὶ ετης ὁ συνηλικιώτης. η καὶ ὁ πολίτης. ̓Ετήσιοσ. ὁ κατ' ετος. ̓Ετησίαι. ανεμοι οἱ κατ' ετος πνέοντες. πνέουσι δὲ ἐν ἀκμῇ τοῦ θέρους. διότι ὁ ηλιος μετεωρότερος καὶ ἀπὸ τῶν μεσημβρινῶν τόπων ἀρκτικώτερος γενόμενος λύει τὰ ὑγρὰ τὰ ἐν τοῖς αρκτοις· λυόμενα δὲ ταῦτα, ἐξαεροῦται καὶ πνευματοῦται. καὶ ἐκ τούτων γίνονται καὶ ἀπὸ τῶν ἀρκτώων τόπων φέρονται ἐπὶ τοὺς μεσημβρινοὺς, α προσπίπτει τοῖς ὑψηλοτέροις ορεσι τῆς Αἰθιοπίας καὶ πολλὰ καὶ ἀθρόα γινόμενα ἀπεργάζονται ὑετοὺς καὶ ἐκ τῶν ὑετῶν τούτων πληθωρεῖται ὁ Νεῖλος. Ετυμοσ. ὁ ἀληθής. παρὰ τὸ ἐτὸς, ο σημαίνει τὸν ἀληθῆ, γίνεται ετυμος. ὡς ελος, ἐλυμὸς, τὸ σπέρμα τὸ ἐν ελεσι χαῖρον. †καὶ πλεονασμῷ ἐτεήτυμος καὶ ἐτήτυμος.† ̔Ετεροῖοσ. ἀλλοῖος. Ετῃσιν. συγγενέσιν. Ομηρος· τὸν δ' ευρον δαινύντα γάμον πολλοῖσιν ετῃσιν. (Θηλυκόν.) ̔Εταίρα. ἡ πόρνη. καὶ ἑταιρίς. ̔Εταιρεία. τὸ ἀξίωμα καὶ ἡ συνήθης ὁμόνοια. ἑταιρία δὲ ἡ φιλία, ι. epsilon.891 ̔Ετεροδοξία. τὸ αλλως δοξάζειν. ̔Ετεραλκέα. ἑτεροδύναμον. ̓Ετερομόλιος δίκη. εἰς ην ἀντίδικοι οὐκ ηλθον. ̔Ετερόστομος φάλαγξ. ἡ εχουσα τὸν ἡγούμενον ἐν εὐωνύμῳ παραγωγῇ, τοὺς δὲ ἡγεμόνας ἐν δεξιᾷ παραγωγῇ. ̓Ετνήρυσισ. τὸ κοχλιάριον. καὶ ἀθάρα μετὰ γάλακτος. ̓Ετυμολογία. ἀνάπτυξις λέξεων ἁρμόζουσα τὴν φωνὴν πρὸς τὸ τοῦ ὑποκειμένου πιθανώτατον· η ἡ τῆς δυνάμεως τοῦ ὀνόματος ὀρθότης, ἐξ αὐτοῦ τοῦ ὀνόματος ἑρμηνευομένη. οιον· τί εἰρήνη; κατὰ τὸ ἠρεμεῖν τὸν νοῦν. γίνεται δὲ ἐτυμολογία ἐκ τοῦ εἰμὶ τὸ ὑπάρχω, †ἐτὸς† ὁ ὑπάρχων. καὶ ωσπερ ἀπὸ τοῦ ελος ελυμος, καὶ ἐτὸς ετυμος. οἱονεὶ ὑπάρχων καὶ ἀληθής· τὸ γὰρ ἀληθὲς καὶ ὑπάρχει. ἐκ τοῦ ουν ετυμος καὶ τοῦ λόγου γίνεται ἐτυμολογία, οἱονεὶ ἀληθολογία τὶς ουσα. δεῖ δὲ γινώσκειν, οτι αἱ ἐτυμολογίαι ἐοίκασιν ἰατρικαῖς καλουμέναις ἀνατομαῖς. ωσπερ γὰρ ἡ ἀνατομὴ διαίρεσίν τινα τῶν μορίων ποιεῖται, ουτως καὶ ἡ ἐτυμολογία τρόπον τινὰ διαίρεσιν τῶν λέξεων ἀπεργάζεται. ̔Ετεραλκὴς νίκη. ἐπὶ τοῦ ιππου, οταν οἱ ἡττηθέντες νικήσωσιν. (Οὐδέτερον.) ̔Ετεροῖον. ἀλλοῖον. ̔Ετεροούσιον. τὸ κατὰ πάντα τρόπον τοῦ ἑτέρου epsilon.892 ἀνόμοιον, ὡς πῦρ καὶ υδωρ, καὶ αγγελος καὶ ανθρωπος, καὶ πηλὸς καὶ ηλιος πρὸς χλόην. † ̓Ετεόν. ἀληθές.† Eta. τὰ ετη. παρ' ̔Ομήρῳ. Ετειον. χρόνιον η ἐνιαύσιον. ̓Ετήτυμον. ἀληθές. Ετνοσ. ειδος ὀσπρίου κυάμου η εψημα ἀθυρῶδες. παρὰ τὸ εω τὸ ἀπολύω, ἀφ' ου εως, ἡ ἡμέρα, ἐν ῃ πάντα ἐφίενται. ετος πλεονασμῷ τοῦ ν ετνος τὸ διαλελυμένον ἀπὸ τῆς ἑψήσεως καὶ τῆς τορύνης, ο ἐστι