265
κόσμου, ους εστησεν ἐν τοῖς ἰδίοις μεγάλοις νοήμασιν ὁ κοσμογόνος νοῦς. (Οὐδέτερον.) Κιβύσιον. φλασκίον. Κίβδηλον. ἀδόκιμον. ἀπεῤῥιμμένον. ἀπὸ ἱστορίας τινός. οἱ ̓Αθηναῖοι τῷ πρὸς τοὺς Χίους μίσει φερόμενοι, ἐν τοῖς ἀδοκίμοις ἑαυτῶν νομίσμασι τὸν τοῦ ˉχ τύπον ἐγχαράττοντες ἀπέῤῥιπτον βδελυττόμενοι. κυρίως δὲ λέγεται κίβδηλον τὸ ὑπόχαλκον χρυσίον. †ἐπειδὴ τὰ κακυνόμενα πάντα η τῇ υλῃ τὸ κακύνεσθαι εχουσιν, ὡς τοῦτο, η τῷ ειδει.† Κίκι. ειδος ἐλαίου. kappa.1214 †Κίλον. βιανόν.† †Κίμωρα. τόπος.† Κινάμωμον. αρωμά τι μυρεψικόν. Κιννάβαρ. χρῶμα κόκκινον. καὶ κλίνεται κινναβάρεως. Κινώπεον. ορνεον. καὶ κινώπετα, ἑρπετά. τὰ ἀεὶ κινούμενα ἐν τῷ πέδῳ. κινώπεδα καὶ κινόπeta. ουτως Ωρος ὁ Μιλήσιος. †Κιόκρανον. τὸ ακρον τοῦ κίονος.† Κιῤῥόν. τὸ κίτρινον. Κισσύβιον. ποιμενικὸν ποτήριον. ισως ἀπὸ τοῦ κισσοῦ, ἐξ ου κατεσκευάζοντο τὰ ποτήρια. κοινοτέρως δὲ καὶ ἐπὶ πάντων τῶν ξυλίνων ποτηρίων ἡ λέξις τίθεται. παρὰ τὸ κεχύσθαι εἰς αὐτὸ τὸν οινον. οιον χύω, χύσω, χυσσύβιον καὶ κισσύβιον. ̔Ησίοδος· ὀλίγῳ δ' εισεται κισσυβίῳ. Κίτιον. τόπος. Κιτρίον. ἡ κέδρος. Κίτρον. ὁ καρπός. kappa.1215 Κιχώριον. βοτάνιον. λέγει δὲ τὸ αγριον ἰντύβιον. ( ̔Ρῆμα.) Κίδναται. σκεδάννυται, σκορπίζεται. Κιγκλίω καὶ κιγκλίσαι. τὸ ἀσφαλίσαι. παρὰ τὴν ̓Αττικὴν κιγκλίδα, ητις ἐστὶ καγκελοθυρίς. τοιαῦται γὰρ ησαν αἱ τοῦ δικαστηρίου κιγκλίδες, ινα ταχέως ἀνοίγωνται καὶ κλείωνται· συνεχῶς γὰρ εἰσῄεσαν καὶ ἐξῄεσαν. γέγονεν ουν παρὰ τὸ κλείω. τινὲς δὲ ἀπὸ κίγκλου τοῦ ὀρνέου. ουτως λέγεται ἡ σεισοπυγίς. καὶ Μένανδρος κιγκλισμὸς φησὶν ἀντὶ τοῦ τάραχος. Κίε. πορεύου. Κίω. τὸ πορεύομαι. πλεονασμῷ τοῦ κ. ἀπὸ τοῦ ιω. Κικλήσκω. τὸ καλῶ. ἀπὸ τοῦ κλῶ, τὸ καλῶ, γίνεται κλήσκω, καὶ κατὰ ἀναδιπλασιασμὸν κικλήσκω, ὡς τρώσω, τιτρώσκω. Κικυμώειν. τυφλώττειν. Κικύω. τὸ ταχύνω, τὸ ἰσχύω. καὶ γέγονε παρὰ τὸ κίκυς. εχει δὲ καὶ τοῦτο τὸ ˉυ κατὰ τὴν δευτέραν συλλαβήν. Κινόμενος, κινούμενος καὶ κιννύμενοσ. ἀντὶ τοῦ ἐπὶ πρᾶξιν ὁρμῶν. ἀπὸ τοῦ κινῶ, κιννύω, κίννυμι. kappa.1216 Κινῶ. παρὰ τὸ ις, ἰνὸς, ο σημαίνει τὴν δύναμιν, γίνεται ἰνῶ καὶ κινῶ. Κισσῶ. μεθ' ἡδονῆς συλλαμβάνω. παρὰ τὸ τὴν κίσσαν κισσῶ. λαγνότατον γὰρ ἡ κίσσα, τὸ ορνεον, καὶ πρὸς τὰς ἡδονὰς καὶ συνουσίας καταφερέστατον. ἐτυμολογεῖται δὲ παρὰ τὸ κίειν καὶ μετὰ σφοδρότητος σεύεσθαι πρὸς τὸ συνουσιάζειν. Κιχήσατο. κατέλαβε. καὶ κιχείω τὸ καταλαμβάνω. κιχῶ κιχείω, ὡς τελῶ τελείω, οψω ὀψείω. ἀπὸ δὲ τοῦ κιχῶ γίνεται καὶ κιχάνω. κιχῶ ἀπὸ τοῦ κιῶ. κιχῶ τὸ καταλαμβάνω. Κιχρῶ. τὸ δανείζω. Τὸ Κ μετὰ τοῦ Λ. ( ̓Αρσενικόν.) Κλεόπασ. κύριον. Κλέπτησ. ὁ κρυφῆ τὰ ἀλλότρια λαμβάνων ἐπὶ βλάβῃ τοῦ πλησίον. ἀπὸ τοῦ καλύπτειν καλύπτης καὶ κλέπτης, λάθρα γὰρ ἀφαιρεῖται. Κλεβηνοί. εθνος. Κλειτόσ. ὁ ενδοξος. κλητὸς δὲ ὁ καλούμενος, η. κλιτὸς δὲ ὁ κλινόμενος, ι. Κλεινόσ. ὁ ενδοξος. Κλειτοπῶλοσ. ὁ περὶ τοὺς ιππους ενδοξος. kappa.1217 †Κλέψ. ὁ κλέπτης.† Κλῆθροσ. δένδρον. καὶ κλήθρη. Κληρονόμοσ. παρὰ τὸ κλῆρος καὶ τοῦ νόμος· τὸ δὲ κλῆρος παρὰ τὸ κλῶ. η διὰ τὸ κάλον καὶ τὸ ξύλον κλῆρος γέγονεν, ἐπειδὴ ἐν ξύλῳ οἱ κλῆροι ἐχαράσσοντο. Κληδόνιοσ. κύριον. Κλαζομένιοσ. τοπικόν. Κλίβανοσ. φοῦρνος η κάμινος. Κλισμόσ. ἡ καθέδρα καὶ ὁ θρόνος ὁ εχων ἀνάκλισιν. παρὰ τὸ κλίνω. Κλόνοσ. ἡ ταραχή. Κλοιὸς καὶ κλοιά. τὰ σίδηρα, α φοροῦσιν οἱ κατάδικοι. παρὰ τὸ κλείω, κλοιός. κλείει γὰρ τὰ περιτιθέμενα. Κλωβόσ. κύριον. Κλωπᾶσ. κύριον. Κλὼν, κλωνόσ. τὸ κλωνάριον τοῦ δένδρου. Κλώψ. ὁ κλέπτης καὶ ὁ λῃστής. παρὰ τὸν κλέψω μέλλοντα γίνεται κατὰ ἀποβολὴν τοῦ ω κλὲψ, καὶ κλὸψ, καὶ κατὰ εκτασιν κλώψ. ὡς βλέπω, βλὲψ, καὶ βλὼψ, ὁ στράβος. Κλιμακισμόσ. πάλαισμα ποιόν. καὶ διακλιμακίσας. τὸ διαπαλαίσας. (Θηλυκόν.) Κλαζομενὴ καὶ Κλαζομεναί. πόλις. kappa.1218 Κλεωναί. τόπος. Κλεψύδρα. οργανον ἀστρολογικὸν, ἐν ῳ αἱ ωραι μετροῦνται. Κλεῖν. τὴν κλεῖδα. ἀπὸ τοῦ κλεὶς, κλειδὸς, κλεῖδα, καὶ συγκοπῇ τῆς δα συλλαβῆς κλεῖ. ἀλλ' ἐπειδὴ πᾶσα αἰτιατικὴ μονοσύλλαβος ἑνικὴ ἀρσενικὴ η θηλυκὴ, αὐτὴ καθ' ἑαυτὴν