308
Οἰκονομίαν. χρηστὴν καὶ ἐπωφελῆ διοίκησιν. ουτως ὁ ̓Απόστολος· εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν. οἰκονομία καὶ ἡ πρόῤῥησις καὶ ἡ ἀποκάλυψις. οἰκονομία τῆς χάριτος. (Οὐδέτερον.) Οιδημα. ογκωμα. Οιδμα. τὸ κῦμα. ἀπὸ τοῦ οἰδαίνω. καὶ οιδματα τὰ ἐπάρματα, τὰ φυσήματα. ἀπὸ τοῦ οἰδήματος κατὰ συγκοπήν. ̓Οϊζυρότερον. τὸ ταλαιπωρότερον. παρ' ̔Ομήρῳ δὲ μέγα τὸ ˉρˉω. Οιημα. ἡ επαρσις. Οἰήϊον. τὸ πηδάλιον τῆς νηὸς, ἀφ' ου φέρεται ἡ ναῦς. παρὰ τὸ οιω, τὸ κομίζω καὶ φέρω· ὁ omicron.1435 μέλλων οισω, καὶ ἐξ αὐτοῦ οιϊον καὶ πλεονασμῷ τοῦ ˉη οἰήϊον. η παρὰ τὸ οιαξ, οιακος, γέγονεν οἰήκιον καὶ κατ' ελλειψιν τοῦ ˉκ οἰήϊον. οιαξ δέ ἐστιν ὁ κανὼν, δι' ου τὸ πηδάλιον φέρεται. παρὰ τὸ οιω, τὸ κομίζω. Οἰκονομικὸν πρᾶγμα. οὐ πάντως ὀφεῖλον γίνεσθαι, γινόμενον δὲ διὰ σωτηρίαν. ὡς Παῦλος περιέτεμε τὸν Τιμόθεον. Οἰκόπεδον. ερημον κατάπτωμα οικου. Οιμα. τὸ ορμημα. παρὰ τὸ οἰμῶ, οιμημα καὶ οιμα. Οἰνοπωλεῖον. ενθα ὁ οινος πιπράσκεται. Οιον. μέγα, θαυμαστόν· ὁποῖον. η οιον ἀντὶ τοῦ ὡσανεὶ καὶ ωσπερ. †οιοι, μόνοι. η δυνατοί. οιός τέ εἰμι ἀντὶ τοῦ δυνατός εἰμι.† Οἰσυπηρόν. ῥυπαρόν. Οἰταῖον. ορος. καὶ Οἰταῖος ὁ ἀπὸ τῆς Οιτης. παρὰ Παρθενίῳ. Οιφιον. μέτρον τι. Οἰνοκάχλαινον. γύναιον τὸ φίλοινον. καὶ ὁ Ψελλός· γυναῖκα δὲ τὴν φίλοινον οἰνοκάχλαινον λέγε. Οἰκεῖον. τὸ ιδιον καὶ προσφυὲς, καὶ κατάλληλον καὶ ἁρμόζον. ( ̔Ρῆμα.) Οἰακοστροφεῖ. κυβερνᾷ, πηδαλιουχεῖ. Οιγει. ἀνοίγει. Οἰδάνει καὶ οἰδαίνει. εἰς υψος αιρεσθαι ποιεῖ. ὀγκοῦται. πληροῦται ὑπὸ τῆς ὀργῆς. ἀπὸ μεταφορᾶς τῶν οἰδημάτων ηγουν τῆς φλεγμονῆς. παρὰ τὸ οἰδῶ, οπερ ἀπὸ τοῦ οιω. omicron.1436 Οιεσθαι. ὑπονοεῖν· ὑπολαμβάνειν. καὶ οιει. Οιδα. γινώσκω. Οιμαι. νομίζω. ὑπολαμβάνω. Οἰμώζειν. θρηνεῖν. παρὰ τὸ οιμοι θρηνητικόν. Οἰόμεθα. νομίζομεν· ὑπολαμβάνομεν. Οισει. κομίσει. Οἰστεύσασ. τοξεύσας. Οἰστρηλατούμενοι. πυρούμενοι. ̓Οϊσάμενοσ. ὑπολαβών. -ὀϊσάμενος δόλον ειναι πόῤῥω που διέτριβεν. Οισετε. φέρετε. παρὰ τὸ οισω, τὸ ὁρμῶ. τὸ δὲ οισω οὐκ εστι μέλλων. ἰστέον δὲ, οτι τοῦ φέρειν μέλλων οὐκ εστι, τοῦ δὲ οισω ἐνεστὼς οὐκ εστι, πλὴν εθος τῷ ποιητῇ μετάγειν ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα. ουτως εχει καὶ τὸ αξετε. διαφέρει δὲ τὸ οισω καὶ οἰσόμενος. οισομεν γὰρ καὶ ἑτέρῳ. οισατε δ' αρν' ετερον-. οἰσόμενος δὲ, ἑαυτῷ. Οισθα. γίνωσκε. οὐκ εστιν οἰδῶ ῥῆμα περισπώμενον, καὶ αλλο ειδω, βαρύτονον. τούτου βαρύνεται ὁ μέσος παρακείμενος, οιδα, κατ' Αἰολεῖς, ὡς λέγει ̔Ηρωδιανός. τοῦ δὲ παρακειμένου ὁ μέλλων εἰδήσω. παράγωγον ειδημι, τὸ δεύτερον ειδης, καὶ κατ' ἐπέκτασιν τῆς θˉα συλλαβῆς ειδησθα καὶ κατὰ συγκοπὴν τοῦ ˉδˉη καὶ τροπῇ τοῦ ˉε εἰς ˉο οισθα. η εστι ειδω, βαρύτονον, ὁ μέσος παρακείμενος οιδα, καὶ αἰολικῶς τὸ οιδα οιδημι λέγουσι, τὸ δεύτερον οιδης omicron.1437 καὶ κατ' εκτασιν τῆς θˉα συλλαβῆς οιδησθα καὶ οισθα. Οιχεται. πορεύεται. φθείρεται. Οἰχνεῖν. πορεύεσθαι. ἀμφίβολον, η παρὰ τὸ ιχνος, ἰχνῶ καὶ πλεονασμῷ τοῦ ο οἰχνῶ, η παρὰ τὸ οιχω, οἰχνῶ, ὡς ὀρέγω, ὀριγνῶ, σκέδω, σκεδνῶ. Οἰνοκαγχλᾷν καὶ οἰνοκαγχλαίνειν καὶ οἰνοκάγχλαινα, γυνὴ ἡ φίλοινος. ̓Οϊζύω. κακοπαθῶ. εστιν οι ἐπίῤῥημα σχετλιαστικὸν, καὶ ἐξ αὐτοῦ ῥῆμα οιζω, καὶ κατὰ διάλυσιν ὀΐζω, καὶ ἐξ αὐτοῦ ὀϊζύω, καὶ ὀϊζύς. Οἰῶ. τὸ μονῶ. Οἰωνίζεσθαι. ἀπὸ ὀρνέων τὸ μέλλον στοχάζεσθαι. ( Ἐπίῤῥημα.) Οια. καθά. ωσπερ. Οι. ἀντὶ τοῦ οπου. οι τὰ κέρατα ειη. Οἰκτρῶσ. ἐλεεινῶς. Οικαδε. εἰς τὸν οικον. Οικοι. ἐν οικῳ. Οἰκειακῶσ. ἀντὶ τοῦ οἰκείως. Οἰκονομικῶσ. ἐπὶ τοῦ Χριστοῦ κατὰ τρεῖς δύναται νοεῖσθαι τρόπους. τουτέστιν η ὡς χάριν τῆς οἰκονομίας, ὡς οταν λέγωμεν οἰκονομικῶς· ἐθήλασε καὶ ἐνηπίασε, καὶ ηυξησε, καὶ ἐκοιμήθη, καὶ ἐπείνησε καὶ ἐδίψησε. τουτέστι κατὰ φύσιν τῆς σαρκὸς τῆς οἰκονομίας αὐτοῦ λέγομεν. πάλιν οἰκονομικῶς καὶ οτε γίνεται πρᾶγμα οὐ πάντως ὀφεῖλον γίνεσθαι, γίνεται δὲ διὰ omicron.1438 συγκατάβασιν καὶ σκοπὸν σωτηρίας τινῶν, ὡς οταν Παῦλος ὁ ̓Απόστολος περιέτεμε τοῦ Τιμόθεον, βουλόμενος ἐπισπάσασθαι ̓Ιουδαίους· διὸ καὶ συνήγνισεν αὐτόν. καὶ ἡ περιτομὴ δὲ τοῦ Χριστοῦ