184
εστι πέρθω, ὁ δεύτερος ἀόριστος επραθον καὶ ἐξέπραθον. ̓Εξέπλευσεν. ἐξώκειλε. παρετράπη. ὁ δὲ ἐξέπλωσε τῶν φρενῶν πολλά. καὶ ἐξέπλωσας ὁμοίως. ουτως ̔Ηρόδοτος. ̓Εξεπολέμωτο. ἐνικήθη. ̓Εξεπολέμωσεν. ἀδιαλλάκτους εἰργάσατο. ̓Εξέπραξεν. ἀντὶ τοῦ ἀνεῖλεν. ουτως Πορφύριος· ουτε πυρφόρος θεοῦ κεραυνὸς ἐξέπραξεν. ̓Εξεπρέμνιζον. μέχρι ῥιζῶν τὰ στελέχη τὰ πρέμνα κατέβαλλον. epsilon.773 ̓Εξεράσατε τοὺς λίθουσ. ἐκκενώσατε. ἐκβάλλετε. ἀποῤῥίψατε. πεποίηται δὲ ἡ λέξις ἀπὸ τῆς ερας, ο ἐστι τῆς γῆς. ̓Εξερέων. ἐξερευνῶν. ̓Εξεριθεύονται. πρὸς κακίαν ἐκκαλοῦσιν. οἱ τῆς στρατηγίας ὀρεγόμενοι ἐξεριθεύονται τοὺς νέους καὶ παρασκευάζουσιν ευνους συναγωνιστὰς εἰς τὸ μέλλον. ̓Εξερῶ. ειπω, η ἐξοίσω. ̓Εξεῤῥωγυῖα. διεφθαρμένη. Προκόπιος· γυνὴ τὸν τρόπον ἐξεῤῥωγυῖα. ̓Εξεῤῥύησαν. ἐξηφανίσθησαν. λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ἐν τῷ πολέμῳ φευγόντων. ̓Εξεσάλαξασ. μετεκίνησας. -τὴν δ' ἐνὶ θυμῷ ἐξεσάλαξας ολην θάμβεϊ φαντασίην. epsilon.774 ̓Εξεσόβησα. ἐξεδίωξα. εκχυτον ἐκ στέρνων ἐξεσόβησα νόον. καὶ πτῶκας πολλάκις ἐξεσόβει. ̓Εξεστεμμένοσ. κεκοσμημένος. εἰώθασι γὰρ τῷ στέφειν χρῆσθαι ἀντὶ τοῦ κοσμεῖν. στέμμα δέ ἐστι τὸ προσειλημμένον εριον τῷ θαλλῷ. ̓Εξέστησαν. ὑπεχώρησαν. οἱ δὲ βάρβαροι ἐξέστησαν αὐτοῖς ὡς κρείττοσιν. ̓Εξέστω. ἐξουσίαν ἐχέτω. ̓Εξέσχεν. ἀντὶ τοῦ διήλασε, διῆλθε. τούτου τὴν πλευρὰν λόγχη διήλασε καὶ ὑπὸ ῥώμης τῆς αἰχμῆς ἐξέσχεν ἐπὶ θάτερα. καὶ αυθις· ἠκοντίσθη τὸν δεξιὸν ωμον διαμπερὲς καὶ ἐξέσχε τὸ βέλος. ̓Εξέστησεν. εἰς εκστασιν ηγαγεν. ̓Εξετάσωμεν. ἀκριβώσωμεν. epsilon.775 ̓Εξεταζόμενοσ. ἐρευνώμενος. δοκιμαζόμενος. ἐῤῥύετο τὴν πόλιν ενδον ἐξεταζόμενος φουρτωνίων ὑποστράτηγος τῶν ἐπὶ τῆς Μυσίας, ους δοῦκας καλοῦσιν. ̓Εξεταζόμενοι. ἀριθμούμενοι. ἐξεταζόμενοι πρὸς τοῖς βασιλείοις. ̓Εξέτηξεν. ἐδάμασεν η ἠφάνισεν. ̓Εξεταννύσθη. ἐξετάθη. ἐξηπλώθη. ̓Εξέτηξεν. ἐδαπάνησεν. ἀνάλωσεν. ̓Εξέτρω. ἐξεκόπη ἡ κύησις· ἐξεβλάβη. παρὰ τὸ τρῶ, τὸ κόπτω, γίνεται παράγωγον τρῶμι, ὁ παρατατικὸς ετρων, ετρως, ετρω, καὶ ἐν συνθέσει ἐξέτρω. ̓Εξετάζων. ωσπερ παρὰ τὸ μάταιον γίνεται ματαιάζω, ουτω καὶ παρὰ τὸ ἐτεὸν, τὸ ἀληθὲς, ἐτεάζω, τὸ τὴν ἀλήθειαν ἐρευνῶ καὶ ἐμφαίνω. καὶ ἀποβολῇ τοῦ ˉε καὶ μετὰ τῆς ἐξ προθέσεως ἐξετάζω. ̓Εξεβιάζοντο. ἠνάγκαζον. ̓Εξεγραψάμην. ἀντὶ τοῦ ἐμνημόνευσα. ̓Αριστοφάνης· ον ἐγὼ παρά τ' ̓Απόλλωνος ἐξεγραψάμην. ̓Εξεδιήτησε. κακῶς διῴκησεν. ̓Εξέζεσεν. ἐπληρώθη. καὶ τὸ σύμπαν αὐτοῦ σῶμα ελκους ἐξέζεσεν. epsilon.776 ̓Εξευμενίζεσθαι. πείθεσθαι, η ἱλάσκεσθαι. ̓Εξεφαύλισαν. παρ' οὐδὲν ἐλογίσαντο. οἱ δὲ οὐκ ἐξεφαύλισαν τὴν τῶν Κρητῶν αὐτοσχέδιον ἐκείνην μοῦσαν. ̓Εξέφυ. ἐβλάστησεν. ἐγεννήθη. ̓Εξεφύσησα. διεσκόρπισα· ἐβδελυξάμην. ̓Εξεφύσησεν. ἐκίνησεν. ἐτάραξεν. ̓Εξεφοίτα. ἐθριάμβευεν. ὁ δὲ παρὰ τοὺς ἀτελέστους καὶ βεβήλους ἐξεφοίτα τὰ τῶν Σαμοθρᾳκῶν οργια. ̓Εξεφόρουν. ἐξέφερον. ̓Εξεφύρθη. ἐξεμιάνθη. ̓Εξέχεα. διεχύθην. καὶ ἐκινήθην εἰς ὀδυρμοὺς απαυστον εχων τὸν θρῆνον. ∆αβίδ· ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου. ̓Εξέχειν. ἐπιτεταλκέναι. ἐξέχειν τὸν ηλιον. εξεχ' ω φίλ' ηλιε. ̓Εξέωσαν. ἐξέβαλον. Εξει. ἀντὶ τοῦ εξελθε. ουτως ̓Αριστοφάνης. ̓Εξείη. συνεκεχώρητο. ειθιστο. Ξενοφῶν· ῃδεσαν γὰρ πάντες, οτι ἐξείη αὐτῷ καὶ ἀριστῶντι καὶ δειπνοῦντι. ̓Εξείλετο. ελαβεν. ̓Εξειμένοι. ἀφειμένοι. epsilon.777 Εξειμι, οὐκ ἐξελεύσομαι λέγουσιν ̓Αττικοί. ̓Εξείνισεν. ἐξένισεν, ἐξενοδόχησεν. ̓Εξείρπυσεν. ἐξεσύρθη. ἐξῆλθεν. ἡ δὲ εχιδνα ἐξείρπυσεν, ὑπὸ τοῦ πυρὸς ἀναγκασθεῖσα. ̓Εξειστήκει. ἐξηλλάττετο. καὶ τρόμῳ ειχετο, καὶ ἡ χρόα αὐτοῦ ἐξειστήκει. ̓Εξεικονισμένον. μεμορφωμένον η τέλειον. ̓Εξειλῆσαι. τοῦτο λέγουσιν οἱ ̓Αλεξανδρεῖς ἐπὶ τοῦ ἐκφυγεῖν. ἐοίκασι μεταφορικῶς λέγειν ἀπὸ τῶν ἐν τῷ παλαίειν ἑαυτοὺς ἀπολυόντων. λέγει γὰρ Πλάτων ἐν τῷ ἑβδόμῳ νόμῳ περὶ πάλης ουτως· τὰ δὲ ἀπὸ ὀρθῆς πάλης ἀπ' αὐχένων καὶ χειρῶν καὶ πλευρῶν ἐξειλήσας μετὰ φιλονεικίας τὲ καὶ καταστάσεως διαπονούμενα. ̓Εξεστακέναι. καταπλῆξαι. ̓Εξεφάνθη. ἐδείχθη,