350
μήπω γεγονώς. συζυγία δέ ἐστι συνέλευσις καὶ συμφωνία δύο συλλαβῶν εἰς μίαν συλλαβὴν, η ἀκόλουθος ῥημάτων κλίσις. συζυγία δὲ ποίου μέρους λόγου ἐστίν; ὀνόματος. ποίου γένους; θηλυκοῦ. ποίου ἀριθμοῦ; rho.1614 ἑνικοῦ. ποίας πτώσεως; γενικῆς τῶν ἑνικῶν. πῶς ἐστὶν ἡ εὐθεῖα; ἡ συζυγία. πόθεν γίνεται; ἐκ τῆς σὺν προθέσεως καὶ τοῦ ζυγός· τὸ δὲ ζυγὸς παρὰ τὸ δύο αγειν, δυαγὸς καὶ ζυγός. καὶ ωφειλεν ειναι συνζυγία, ἀλλ' ἡ σὺν πρόθεσις συντιθεμένη μεθ' ἑτέρας λέξεως, τῆς ἀπὸ τῆς ˉζ ἀρχομένης, τέλεον ἀποβάλλει τὸ ˉν, οιον συζητῶ, συζυγία. πόθεν δὲ χρόνος; παρὰ τὸ ῥέω ῥόνος καὶ πλεονασμῷ τοῦ ˉχ χρόνος. ειδη δὲ τῶν παραγώγων εἰσὶν ἑπτά· πατρωνυμικόν· κτητικόν· συγκριτικόν· ὑπερθετικόν· παρώνυμον καὶ ῥηματικόν. πατρωνυμικόν ἐστι τὸ κυρίως ἀπὸ πατρὸς ἐσχηματισμένον, καταχρηστικῶς δὲ καὶ τὸ ἀπὸ προγόνων κυρίως γινόμενον καὶ εἰς τὴν γενεὰν αὐτοῦ ἀναλυόμενον. πόσοι τύποι τῶν πατρωνυμικῶν ἀρσενικῶν; τρεῖς· ὁ εἰς ˉδˉηˉς· ὁ εἰς ˉωˉν· ὁ εἰς ˉαˉδˉιˉοˉς. ὁ εἰς ˉδˉηˉς, οιον ̓Ατρείδης· ὁ εἰς ˉωˉν, οιον ̓Ατρείων· ὁ εἰς ˉαˉδˉιˉοˉς, οιον ̔Υῤῥάδιος. ̓Ατρείδης δὲ ποίου ειδους τῶν παραγώγων; πατρωνυμικοῦ δευτέρου τοῦ εἰς ˉωˉν, οιον ̓Ατρείων. ̔Υῤῥάδιος ποίου ειδους τῶν παραγώγων; πατρωνυμικοῦ. ποίου τύπου τῶν πατρωνυμικῶν; τρίτου, τοῦ εἰς ˉαˉδˉιˉοˉς πόσοι τύποι τῶν θηλυκῶν; τρεῖς· ὁ εἰς ˉιˉς· ὁ εἰς ˉαˉς· ὁ εἰς ˉνˉη. ὁ εἰς ˉιˉς, οιον Πριαμίς· ὁ εἰς ˉαˉς, οιον Πελιάς· ὁ εἰς ˉνˉη, οιον ̓Αδρηστίνη. †τῶν οὐδετέρων μία μέν ἐστιν εἰς ˉοˉν κατάληξις, εχει δὲ παραλήξεις εξ. οιον, πεδίον· ξυλάριον· λεξείδιον· μειρακύλλιον· χρυσάφιον· ζωΰφιον.† Νηλήϊοι ιπποι, οἱ τοῦ Νηλέως, ποίου ειδους τῶν παραγώγων; κτητικῶν. καὶ τί ἐστι κτητικόν; τὸ ὑπὸ τὴν κτῆσιν ἐμπεπτωκὸς, ἐμπεριειλημμένου τοῦ κτήτορος. διαφέρει δὲ τὸ πατρωνυμικὸν τοῦ κτητικοῦ· καὶ γὰρ τὸ πατρωνυμικὸν ἐκ μόνου τοῦ κυρίου γίνεται, τὸ δὲ κτητικὸν ἐκ κυρίου καὶ προσηγορικοῦ. τί δέ ἐστι συνεκφαντικόν; τὸ συνεκφαῖνον τῇ τέχνῃ, ειτε γραμματικὸν, ειτε φιλόσοφον. πόσοι τύποι τῶν κτητικῶν; δύο· ὁ εἰς ˉοˉς καθαρὸν, οιον δόλιος· ὁ εἰς ˉκˉοˉς, οιον Αἰολικός. πόσοι τύποι τῶν συγκριτικῶν; τρεῖς· ὁ εἰς ˉτˉεˉρˉοˉς, οιον ὀξύτερος, βαρύτερος, βραδύτερος· ὁ εἰς ˉωˉν καθαρὸν, οιον καλλίων, βελτίων· ὁ εἰς ˉσˉωˉν, οιον κρείσσων, rho.1615 ησσων. σύγκρισις δέ ἐστιν ἡ τῶν πρωτοτύπων ἐπαύξησις, οιον ὀξὺς, ὀξύτερος. τύποι δὲ τῶν ὑποκοριστικῶν εξ· ὁ εἰς ˉωˉν δισύλλαβος, οιον Βάκχων, ὁ Βακχυλίδης· ὁ εἰς ˉωˉν παραληγόμενος, οιον μωρείων, ὁ μωρός· ὁ εἰς ˉαˉξ, οιον ῥόδαξ, ὁ ῥόδιος· ὁ εἰς ˉαˉς, οιον Ζηνᾶς, ὁ Ζηνόδωρος, καὶ Μητραῖος, ὁ Μητρόδωρος· ὁ εἰς ˉκˉοˉς, οιον γραμματικός· ὁ εἰς ˉλˉοˉς, οιον ναυτίλος, ὁ ναύτης. πόσα ὑποπέπτωκε τῷ ὀνόματι; εἰκοσιτέσσαρα. τί καὶ τί; κύριον· προσηγορικόν· ἐπίθετον· πρός τι εχον· ὡς πρός τι εχον· ὁμώνυμον· συνώνυμον· διώνυμον· ἐπώνυμον· φερώνυμον· ἐθνικόν· ἐρωτηματικόν· ἀόριστον· ἀναφορικὸν, η καὶ ὁμοιωματικὸν, καὶ δεικτικὸν, καὶ ἀνταποδοτικὸν καλεῖται· περιληπτικόν· ἐπιμεριζόμενον· περιεκτικόν· πεποιημένον· γενικόν· ἰδικόν· τακτικόν· ἀριθμητικόν· μετουσιαστικόν· ἀπολελυμένον. ποίῳ ὀνόματι ὑποπέπτωκε; τῷ γενικῷ καὶ τῷ κοινῷ. καὶ ποῖον λέγεται γενικὸν ἐνταῦθα; τὸ ονομα. καὶ ποῖα εἰσὶ τὰ αὐτὰ ειδη; τὸ κύριον καὶ τὸ προσηγορικόν. ποσαχῶς τὸ ειδος; διχῶς· κατὰ φωνὴν καὶ κατὰ σημασίαν. ποσαχῶς διαιρεῖται τὸ παράγωγον; πενταχῶς· εἰς πατρωνυμικόν· κτητικόν· συγκριτικόν· ὑπερθετικόν· ὑποκοριστικὸν παρώνυμον καὶ ῥηματικόν. διαθέσεις δὲ τοῦ ὀνόματος εἰσὶ δύο· ἐνέργεια καὶ πάθος. κριτὴς ποίας διαθέσεως; ἐνεργητικῆς. κριτὴς δὲ ὁ κρίνων καὶ ἐνεργῶν. κριτὸς ποίας διαθέσεως; παθητικῆς. κριτὸς γὰρ λέγεται ὁ κρινόμενος καὶ πάσχων. rho.1616 ̔Ρηξίφλοιον. τὸ ῥῆσσον τὸν φλοιόν. ̔Ρήσιον. τόπος. ̔Ρησείδιον. ἡ μικρὰ ῥῆσις. ἀπὸ τοῦ ῥήσεως ῥησείδιον, εἰ δὲ ἀπὸ τοῦ ῥήσιος γέγονε, διὰ τοῦ ι. ὡς λέξις λεξίδιον. ( ̔Ρῆμα.) ̔Ρηγνύω. τὸ ἐκπέμπω. ̔Ρήγνυσκεν. ἐκ τοῦ ῥηγνύω, ῥήγνυσκεν. ̔Ρήσσω. τὸ ῥηγνύω. ̔Ρητρεύω. ῥητορεύω. ( ̓Επίῤῥημα.) ̔Ρηϊδίωσ. εὐκόλως, ῥαδίως. ̔Ρητῶσ. σαφῶς,