40
πλακῶ, πλάκημα, καὶ ἀμπλάκημα. η παρὰ τὸ ἀναπλέκεσθαι ἡμᾶς. Αμπρον. σχοινίον, οπερ διὰ τῶν ζυγῶν διατείνει. η σχοινίον, μεθ' ου εἰώθασιν ελκειν, ητοι παρακομίζειν μεγάλα φορτία. ̓Αμυχρὸν καὶ ἀμυχνόν. τὸ καθαρὸν καὶ ἀμύσκαρον. ̓Αμύθητον. αλεκτον, ἀνεκδιήγητον. ̓Αμυντήριον. ξίφος, η βάκλον, η ῥάβδος, η ἀξίνη, η αλλό τι τῶν πληττόντων. ̓Αμβλωθρίδιον. τὸ ἀμβλωθὲν βρέφος, τουτέστι τὸ αωρον, τὸ μὴ ἐννεαμήνως γεννηθέν. ἐκ τοῦ ἀμβλῶ, καὶ τοῦ θορῶ, τὸ πηδῶ. ̓Αμφίγυια. τὰ ἑκατέρωθεν χωλά. Ομηρος ἐπὶ τῶν δοράτων λέγει· -εγχεσιν ἀμφιγυίοισιν. οἱονεὶ ἑκατέρωθεν γυιῶσαι δυνάμενα, ο ἐστι χωalpha.156 λῶσαι καὶ πλῆξαι διὰ τῆς ἐπιδορατίδος καὶ τοῦ σαυρωτῆρος. οιον· γυιώσωμεν σφῶϊν. ̓Αμφίβληστρον. τὸ δίκτυον. ἀπὸ τοῦ ἀμφοτέρωθεν βάλλειν. η παρὰ τὸ βάλλω, βαλῶ, βλήσω, βλῆτρον, καὶ μετὰ τῆς ἀμφὶ, πλεονασμῷ τοῦ ˉς, ἀμφίβληστρον. ̓Αμφιδεέσ. περιδεές. ̓Αμφίδορον. τὸ πανταχόθεν περιέχον. καὶ σκῦτος ἀμφιδόρου στηκτὸν ἀχαϊνέω. τουτέστιν ἐλάφου δέρμα. ̓Αμφίδρομον. ἑλικοειδές. ἰδέσθέ μ' οιον αρτι κῦμα φοινίας ὑπὸ ζάλης ἀμφίδρομον κυκλεῖται. ἑλικοειδὲς, ο βαπτίζει τὰς ναῦς. ̓Αμφίθυμον. διπλοῦν, η τὸ εχον κατάδυσιν σκεπτόν. ̓Αμφιθέατρον. τόπος πανταχόθεν περισκοπούμενος. ὁ δὲ τῶν Φράγγων ἡγεμὼν εἰς ἀμφιθέατρόν τι ἀνήρχετο. Αμφηκεσ. ξίφος δίστομον, ἀμφοτέρωθεν ἠκονημένον, η ἀπὸ τοῦ ηκω, τὸ ερχομαι, ηκης καὶ ἀμφήκης, καὶ τὸ οὐδέτερον αμφηκες. ̓Αμφίκλαστον. τὸ πανταχόθεν κεκλασμένον. λείψανον ἀμφίκλαστον ἁλιπλανέος σκολοπένδρης. ̓Αμφήριστον. ἀμφίλογον, ἀμφίβολον. ἐκ τοῦ ἐρίζω γίνεται ηρισμαι, ηρισαι, ηρισται, ἠριστὸν καὶ ἀμφήριστον. ̓Αμφίκρημνον. ἑκατέρωθεν ἐπικίνδυνον. ̓Αμφίβιον. τὸ δυνάμενον ἐν γῇ καὶ υδατι ζῇν. Αμφιον. τὸ ενδυμα. τὸ ἱμάτιον. alpha.157 ̓Αμφηρεφέσ. ἑκατέρωθεν ἐστεγασμένον. Ἀμφίδεα. ψέλια, βραχιόνια. ̓Αμφιλαφέσ. τὸ κατάσκιον. ἀμφιλαβὲς τὶ ον. τὸ ἑκατέρωθεν ληπτόν. τροπῇ τοῦ ˉβ εἰς ˉφ. η παρὰ τὸ τὴν ἁφήν. ̓Αμφίσβατα. τὰ ἀμφισβητήσιμα. ουτως ̔Ελλάνικος. ̓Αμφὶ τὸ λυκόφωσ. περὶ τὴν αὐγήν. ̓Αμφίχυτον. περικεχωσμένον. ̓Αμφόδοντα ζῶα. οιον ανθρωπος, ιππος, ονος καὶ οσα οὐκ ἐνηλλαγμένους τοὺς ὀδόντας εχει· οις συμβέβηκε πιμελὴν, ἀλλ' οὐ στέαρ εχειν. ̓Αμφορείδιον. ὁ μικρὸς ἀσκός. ̓Αμφοτερόπλουν. οταν τις ναυτικὸν δανείσῃ δάνειον, ἐπὶ τῶν ἐνθένδε πνεῦσαι, ποιῶν κἀκεῖθεν ἐνθάδε, τοῦτο ἀμφοτερόπλουν καλεῖται. ουτως ∆ημοσθένης. ̓Αμφικύπελλον. ποτήριον. παρὰ τὸ κύφον, κύφελον, καὶ κύπελον, καὶ μετὰ τῆς ἀμφὶ, ἀμφικύπελλον, πλεονασμῷ ἑτέρου ˉλ, τὸ ἐκ περιφερείας κύφον. οθεν καὶ τὰ πρὸς ἡμᾶς κάτω νεύοντα νέφη κύφελα λέγονται. η παρὰ τὸ χέω, χύπελλον, οπου ὁ πηλὸς ηγουν ὁ οινος χεῖται. ̓Αμώριον. πόλις τῆς μεγάλης Φρυγίας. ὁ πολίτης ̓Αμωριαεύς. ὡς Κοτυαεύς· ∆ορυλαεύς. Αμπρον. τὸ σχοινίον τὸ ελκον τοὺς βόας. ̓Αμφίξουν. τὸ καλῶς ξέον. -ἀμφίξουν τὲ σκέπαρνον. ̓Αμέθεκτον. τὸ ἀκοινώνητον, τὸ ἀμέτοχον. alpha.158 ̔Αμαλεῖον. ὁ δεσμὸς τῶν ἀσταχύων. ̓Αμαυρόν. τὸ αμα ταῖς αυραις φερόμενον. Ομηρος· -προσέφη ειδωλον ἀμαυρόν. ( ̔Ρῆμα.) ̓Αμαλδύνω. κυρίως τὸ διὰ πυρὸς ἀφανίσαι. ἀπὸ τοῦ μαίρω, τὸ λάμπω. ὁ μέλλων μαρῶ, ἀφ' ου τὸ μαραίνω, καὶ στερήσει τοῦ ˉα ἀμαρῶ, καὶ τροπῇ τοῦ ˉρ εἰς ˉλ ἀμαλῶ καὶ κατὰ παραγωγὴν ἀμαλύνω, καὶ πλεονασμῷ τοῦ ˉδ ἀμαλδύνω. η τὸ ἁπλῶς ἀφανίσαι, η τὸ ὁμαλίσαι. παρὰ τὸ τὴν αμμον. οιον αμμος, ἀμμῶ, ὡς δοῦλος, δουλῶ. ουτως ̓Ωρίων. ̓Αμᾷν. τὸ θερίζειν. *καὶ ἀμῶ ὁμοίως.* παρὰ τὸ ὁμοῦ ἐπισπᾷν, οιον ἀμασπᾷν. ̓Αμαθαίνει. αγνωστός ἐστι. ̓Αμαρύζω· καὶ ἀμαρύσσω. τὸ λάμπω. ̓Αμαθύνειν. τὸ ἀφανίζειν. καὶ κόνιν ποιεῖν. ̓Αμβλύνω. τὸ ἐκκλύω. ὁ δὲ ἐπὶ πολὺ διῆγε τὸν πόλεμον ἀμβλύνων τὴν τοῦ πολέμου ὀξύτητα. ̓Αμβλυώττειν. τὸ τυφλώττειν. παρὰ τὸ ἀμβλὰ εχειν τὰ οσσε ητοι τοὺς ὀφθαλμούς. ̓Αμβλώσκειν καὶ ἀμβλῶσαι. τὸ ἀτελῶς γεννῆσαι, η τὸ εὐτελὲς βρέφος ἀποβαλεῖν. καὶ τὰ πρὸς τοῦτο φάρμακα ἀμβλωθρίδια καλοῦσιν οἱ ἰατροί. ἀπὸ μεταφορᾶς τῶν ἀμπέλων. ὁπόταν γὰρ αυται τοὺς λεγομένους ὀφθαλμοὺς