345
ετερα γένη. (Οὐδέτερον.) Πτελέον. τόπος. Πτερόν. παρὰ τὸ πέτω πετερὸν, ὡς θάλλω θαλερὸν, καὶ τήκω τηκερὸν, καὶ κατὰ συγκοπὴν πτερόν. η παρὰ τὸ πτῶ ῥῆμα, ο δηλοῖ τὸ πέτομαι, γίνεται πτερόν. αλλοι δὲ παρὰ τὸ πτέρω πτερόν. ἐξ ου τὸ ἀνεπτερώθη, καὶ πτερωτὰ καὶ πτερόεντα. καὶ Ομηρος· επεα πτερόεντα. ηγουν ταχεῖς λόγους. †Πτερόβολον. ἡ σφενδόνη.† Πτίλα. τὰ πτερά. παρὰ τὸ τίλλω, τίλλα καὶ πτίλα. Πτολίεθρον. ἡ μικρὰ πόλις. παρὰ τὸ πολίζω πόλιστρον, οπερ ἐπεκτανθὲν πτολίεστρον λέγεται, καὶ ἀφαιρέσει τοῦ ˉς καὶ τροπῇ τοῦ ˉτ εἰς ˉθ πτολίεθρον. Πτύελον. τὸ πτύσμα. Πτύον. τὸ πτυάριον. Πτῶμα. ἡ πτῶσις. ( ̔Ρῆμα.) Πταίη. πετάσοι. Πταίει. σφάλλεται. καὶ πταίω ἀπὸ τοῦ πέτω, συγκοπῇ πτῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν πίπτω· τὰ γὰρ πετόμενα τοῖς πίπτουσιν εοικεν. εστιν ουν πτῶ, καὶ κατὰ παραγωγὴν πταίω, ἀπὸ τοῦ πίπτειν πολλάκις τοὺς προσπταίοντας. pi.1593 ἐκ δὲ τοῦ πέτω γίνεται πάλιν ῥῆμα ποτῶ, ἐν ὑπερθέσει τοῦ ˉτ πτοῶ, ενθεν τὸ ἐπτοήθη. Πτήσσω. τὸ φοβοῦμαι. πτίσσω δὲ, τὸ τύπτω καὶ καθαίρω, ι. Πτήξω. τὸ φοβοῦμαι. ἀπὸ τοῦ πέτω, πίπτω, πτῶ, πτήξω. ὁ γὰρ φοβούμενος πίπτοντι εοικεν. Πτερύσσεται. ταῖς πτέρυξι τὸν ἀέρα πλήττει. Πτερούμεθα. κουφιζόμεθα, μεταρσιούμεθα. Πτοῶ. τὸ φοβοῦμαι. καὶ πτοῆσαι. Πτοίω. τὸ φοβοῦμαι. πτύω δὲ, τὸ ἀσφαλίζω, καὶ πτύσσω, καὶ πτύξαι, ψιλά. Τὸ Π μετὰ τοῦ Υ. ( ̓Αρσενικόν.) Πύανθος· Πύαροσ. ὀνόματα κύρια. καὶ Πυάρτειος οικος. Πυγμαῖοσ. ὁ κοντός. οἱονεὶ πυγονιαῖος. πηχυαῖος. πυγὼν γὰρ καλεῖται ἡ πῆχυς. ἀνδράσι Πυγμαίοισι-. pi.1594 Πυγαῖοσ. ὁ ἀκόλαστος. παρὰ τὴν πυγήν. Πυγοστόλοσ. ἀκόλαστος· πόρνος. †Πυδαρισμόσ. δυσχέρεια.† Πύελοσ. ἡ λεκάνη, οπου λούονται. παρὰ τὸ πύα ἐλαύνειν. κυρίως δὲ, οπου τοὺς πυοὺς πλύνουσι, τουτέστι τοὺς πυρούς. Πυθμήν. γένεσις, ἀρχὴ, ῥίζα, η τὸ ὑποκάτω τοῦ βάθους. φυτοθεμὴν τίς ἐστιν, οιον τοῦ φυτοῦ θέσις, φυθμὴν καὶ πυθμήν. ουτως Ωρος ὁ Μιλήσιος. ὁ δὲ Θεόγνωστος παρὰ τὸ κεύθω, τὸ κρύπτω, κευθὴν καὶ κυθμὴν πλεονασμῷ τοῦ μ, καὶ τροπῇ τοῦ ˉκ εἰς ˉπ πυθμήν. †Πυκνίασ. τὸ ἐν ̓Αθήναις δικαστήριον.† Πυκνόσ. παρὰ τὸ πτύσσω, πτύκα, καὶ ἀποβολῇ τοῦ ˉτ πύκα καὶ πυκνός. †Πύκτησ. παγκρατιαστής· ἀθλητής.† †Πυλοσάκησ. κακῶν μεστός.† Πυλωρόσ. ὁ τῶν πυλῶν φύλαξ. παρὰ τὸ ὠρῶ, τὸ φυλάσσω. Πύματοσ. ὁ εσχατος. pi.1595 Πυρόσ. ὁ σῖτος. Πυῤῥόσ. ὁ ξανθός. Πυρσόσ. ὁ λαμπτήρ· ἡ πυρκαϊά. Πυρὴν, πυρῆνοσ. τὸ ὀστοῦν τῆς ἐλαίας. Πύρνοσ. αρτου κόμμα. Πύῤῥων, Πύῤῥωνοσ. καὶ Πυῤῥώνειοι φιλόσοφοι καὶ λόγοι. Πυργηνόσ. τοπικόν. Πυριφλεγέθων. ποταμὸς ἐν τῷ ᾳδῃ, κατὰ τὴν τῶν ̔Ελλήνων δόξαν. οιμαι δὲ, τὸ ασβεστον πῦρ λέγει, η τὸν ἐν τῇ θείᾳ γραφῇ πύρινον ποταμόν. (Θηλυκόν.) Πυγμή. σύμπηξις δακτύλων τῷ γρόνθῳ. †λέγεται δὲ πυγμὴ τὸ ἀπὸ τοῦ ἀγκῶνος αχρι τῶν δακτύλων τῆς χειρὸς μέρος.† Πυγόνοσ. ἀντὶ τοῦ πήχεος. Αἰλιανός· τετράγωνοι δὲ αμφω, πυγόνος δὲ τὸ μῆκος. Πυγοστόλοσ. οἱ μὲν τὴν μαυλίτριαν, οἱ δὲ αὐτὴν τὴν ἑταίραν τὴν πυγὴν στολιζομένην, τουτέστι κοσμοῦσαν ἐκεῖνα τὰ μέρη πανούργως τοῖς ἱματίοις. στέλλειν γὰρ τὸ κοσμεῖν. αλλοι δὲ τὴν κοσμοῦσαν τὰς χεῖρας. Πυγή. ὁ πρωκτός. pi.1596 Πυθώ. ἐκ τοῦ πύθω, τὸ ἐρωτῶ. ἐν ῃ πεύθονται τοὺς χρησμούς. εστι δὲ πόλις Φωκίδος, ης οἱ οἰκήτορες ∆ελφοί. παρὰ τὸ σεσῆφθαι αὐτόθι τὸν δελφῖνα δράκοντα, ον ἐκεῖσε εὑρὼν ἀνεῖλεν ὁ ̓Απόλλων. παρὰ τὸ πύεσθαι, τὸ σήπεσθαι. η παρὰ τὸ πεύθεσθαι καὶ ἀκούειν τοὺς χρησμούς. καὶ Πυθία. *Πυετία. τὸ τὸ γάλα συνιστῶν καὶ πηγνύον.* Πυκινή. συνετή· πυκνή· φρόνιμος. παρὰ τὸ πύκω, τὸ ἐπιμελῶς εχω. Πυκιμήδη. ἡ συνετόβουλος, ἡ βαθυγνώμων. ἀπὸ τοῦ πύκα καὶ πυκνῶς, η συνετῶς καὶ ἐπιμελῶς, καὶ τὸ μήδω, τὸ βουλεύομαι. Πύλας ἱερῆσ. ἀντὶ τοῦ ἐν τῇ Πύλῳ. ποιητικὸν τὸ σχῆμα. ὡς τό· -τί με χρὴ μητρὸς αινου; ἀντὶ τοῦ τί με χρὴ τὴν μητέρα ἐπαινεῖν. Πυξίσ. τὸ πινακίδιον. *η ἀγγεῖον εχον βαφὴν καὶ χρῶμα κατὰ τὸν θεόλογον Γρηγόριον.* Πυργοβάρεισ. προμαχῶνες. η τείχη ὀχυρά. Πυῤῥίχη. ειδος ὀρχήσεως ἐναύλου. Πυράγρα. τὸ διλάβιον. Πυρήνη. ορος. †Πυῤῥιχίνη. ὁ αὐλός.†