95
ἁμάρτημα. Βλέποσ. τὸ βλέμμα. Βλέφαρον. τοῦ βλέποντος φάρος. η παρὰ τὸ ἐν τῷ βλέπειν αιρεσθαι. Βληχρόν. τὸ ἀσθενές. ουτως Ομηρος καὶ ̓Αλκαῖος. Πίνδαρος δὲ ἰσχυρὸν αὐτὸ λέγει. Βληρόν. τὸ δέλεαρ. Βλῆτρον. τὸ σύμβαλμα. Βλήτροισι. τοῖς βεβλημένοις, τοῖς κεκολλημένοις. βλῶ, βλήσω, βλῆτρον. Βλίαρ. φύλλον συκῆς. Βλίφυλλον. σύκινον. Βλίτηρι. οργανον μουσικὸν φησὶν ̓Ιόβας. σκίνδαψον δὲ, μίμημα χορδῆς. beta.394 Βλύδιον. ὑγρόν. Βλωθρά. χλωρά· ἁπαλά· η μακρὰ καὶ μεγάλα. Βλίτον. ειδος λαχάνου. τινὲς βλίττον γράφουσι. Βλακεύεται. μαλακίζεται. Ξενοφῶν· ειτις αὐτῷ δοκοίη τῶν πρὸς τοῦτο τεταγμένων βλακεύειν. Βλάπτω. βρῶ τὸ ἐσθίω· τοῦτο γίνεται βλῶ κατὰ τροπὴν τοῦ ˉρ εἰς ˉλ, καὶ κατὰ παραγωγὴν βλάπτω, ἀπὸ μεταφορᾶς τῶν ἐσθιομένων καὶ μηκέτι ὑγιῶν οντων. Βλεμμεαίνων. γαυριῶν· ἐπαιρόμενος· η μαργαίνων καὶ ἐνθουσιῶν. παρὰ τὸ βρέμω βρεμαίνω, τροπῇ τοῦ ˉρ εἰς ˉλ καὶ πλεονασμῷ τοῦ ˉε. Βλείμην, βλεῖο. εὐκτικόν. Βλήμενοσ. ωσπερ καὶ τὸ οὐτάσμενος ἀναδρομὴν επαθε τοῦ τόνου, ουτω καὶ τὸ βλήμενος, ἐκ τοῦ βεβλημένος κατὰ συγκοπήν. Βλίσαι. βαστάσαι. Βλίττειν. τὸ ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων. Βλιμάζειν. ἀποστάζειν τοῦ μέλιτος. εστι δὲ καὶ τὸ ψηλαφᾷν. ως φησι Κράτης· ὡς μαλακὸν καὶ τέρεν τὸ χρωτίδιον, ω θεοὶ, καὶ ἐβλίμαζον αὐτήν. κυρίως δὲ βλιμάζειν τὸ τοῦ ὑπογαστρικοῦ καὶ τοῦ στήθους απτεσθαι, οπερ ποιοῦσιν οἱ τὰς ορνιθας ὠνούμενοι. Βλιμάττομεν. ψηλαφῶμεν, ἐπιθυμοῦμεν. Βλῆσθαι. ἀπὸ τοῦ βλῶ, βλήσω, βέβληκα, βέβλημαι, βλῆσθαι, ἀφαιρέσει τῆς βˉε. beta.395 Βλώσκω. τὸ αυξω. παρὰ τὸ μολῶ γίνεται παράγωγον μολίσκω, ὡς γελῶ γελίσκω, καὶ γαμῶ γαμίσκω, καὶ μεταθέσει τοῦ ˉμ εἰς τὸ ˉβ βολίσκω, καὶ ἐν ὑπερθέσει βλοίσκω, καὶ κατὰ συγκοπὴν καὶ ἐκτάσει τοῦ ˉο εἰς ˉω βλώσκω. ̓Ιστέον, οτι τὰ ἀπὸ μὲν τῆς πρώτης συζυγίας παραγόμενα διὰ τοῦ ˉιˉσˉκˉω γίνονται, οιον τελίσκω· τὰ δὲ ἀπὸ τοῦ ˉω διὰ τοῦ ˉαˉσˉκˉω, οιον γελάσκω. Βλέπετε. ἐπισκέψασθε, προσέχετε. ἀποστολικὴ ἡ λέξις· βλέπετε τὴν κλῆσιν ὑμῶν, ἀδελφοί-. Βλιμαίνειν. τὸ στριγᾷν. ( ̓Επίῤῥημα.) Βλακικῶσ. ἀντὶ τοῦ βραδέως. ὡς βλακικῶς διακονεῖς. Τὸ Β μετὰ τοῦ Ο. ( ̓Αρσενικόν.) Βοηδρόμοσ. ὁ βοηθός. Βοηθόσ. ἀπὸ τοῦ εἰς βοὴν θεῖν. βοὴ γὰρ κυρίως ἡ μάχη, ὡς· -βοὴν ἀγαθὸς Μενέλαος. η παρὰ τὸ βοὴν καὶ τὸ θόος, ὁ εἰς τὴν βοὴν θόος καὶ ταχύς. Βόθροσ. ορυγμα, λάκκος. παρὰ τὸ βάθος, βάθρος καὶ βόθρος. Βόθυνοσ. τόπος τὶς ἰδίως ουτω καλούμενος ἐν τῇ ἱερᾷ ὁδῷ, ου μνήμην ̓Ισαῖος καὶ Καλλισθένης ποιεῖται. καὶ ὁ βόθρος, καὶ ὁ λάκκος, καὶ τὸ ορυγμα. ωσπερ παρὰ τὸ θρασὺς γίνεται θράσυνος, ουτως καὶ παρὰ τὸ βαθὺς βάθυνος καὶ βόθυνος. beta.396 Βολεών. κοπροθέσιον. Βόλιτος καὶ βόλβιτα. τὰ κόπρια. Βολβόσ. ειδος ὀσπρίου η καὶ κρομμύου. βολβὸς τὸ υδνον. Βόλιμοσ. μόλιμος καὶ κατ' ἐναλλαγὴν βόλιμος. Βομβάλβιοσ. αὐλητὴς, παίζων. παρὰ τὸν αὐλόν. Βόμβοσ. ὁ τῶν μελισσῶν ηχος. Βόμβρυξ. ειδος σκώληκος. Βομβυλιόσ. ειδος μελίσσης ἐκ πηλοῦ πλαττούσης τὰ κηρία. Βοοβόρουσ. ὀβολοὺς μεγάλους. Βοονόμοσ. ὁ τοὺς βοῦς νέμων καὶ βώσκων. Βορβόροπιν. κῆπον. σημαίνει καὶ τὸ μόριον. Βορβορυγμόσ. ὁ ἐπιφερόμενος ηχος τοῦ υδατος, η ηχος ἐκ τοῦ στόματος τῆς καμήλου. σύνθημα δέ ἐστι ταῖς καμήλοις καθεζομέναις ὁ τοιοῦτος ηχος. Βοῤῥᾶσ. ανεμος ψυχρός. τινὲς δὲ εν ˉρ γράφουσι. Βορέασ. παρὰ τὸ βάρος, *καὶ τροπῇ τοῦ ˉα εἰς ˉο.* η παρὰ τὸ βορὰ, ο σημαίνει τὴν τροφήν. βορᾶς γὰρ ἡμῖν αιτιος, αυξων τοὺς καρπούς. Βόρβοροσ. παρὰ τὸ βάρος βάρβαρος, καὶ τροπῇ τοῦ ˉα εἰς ˉο βόρβορος, ο εστι τὸ περίττωμα τῆς γαστρός. τοῦτο γὰρ ἐν τῷ ανω κείμενον βάρος ἐμποιεῖ. η παρὰ τὸ βορὰ βορὸς καὶ βόρβορος, ἡ ἐκ τῆς τροφῆς υλη. Βόσποροσ. πόλις περὶ τὸν ̔Ελλήσποντον, ην ὁ Βωχάνος ὁ Τοῦρκος ἐπὶ ̓Ιουστινιανοῦ βασιλέως ἐπόρθησεν. ως φησι δὲ Φιλέας, δύο Βόσποροι εἰσίν· ὁ μὲν κατὰ τὴν Προποντίδα, ὁ δὲ Θρακικός. beta.397 Βόσποροσ. οἱονεὶ βοὸς πόρος. ὠνόμασται δὲ ἀπὸ τῆς ̓Ιοῦς τῆς θυγατρὸς Κάδμου. ταύτῃ γὰρ ἡ Ηρα κατὰ ζῆλον οιστρον επεμψεν, ητις ἐλαυνομένη ωσπερ πόρτις, παρῆλθε τὸν τόπον.