72
Μακεδονίας, ο θερμαίνοντες ἐν αὐτῷ λούονται. ̓Αργίνη. ονομα πόλεως. ̓Αργίννουσα. ονομα νήσου. Αργουσα. πόλις τῆς Εὐβοίας ἐν τῇ Χαλκιδικῇ κειμένη. ̓Αργυρόπεζα. ἡ ἀργυροῦς πόδας εχουσα. πέζα γὰρ ὁ πούς. ̓Αργυρᾶν. οὐκέτι ἀργυρῆν λέγομεν. σιδηρᾶν δὲ ὡς ἀργυρᾶν. ̓Αργολογία. πᾶν ῥῆμα μὴ συντελοῦν πρὸς τὴν προκειμένην ἐν Χριστῷ χρείαν, ἀργόν ἐστι. ̓Αργώ. ἡ ναῦς, ἀφ' ου καὶ ̓Αργοναῦται. ειρηται δὲ, οτι Αργος αὐτὴν κατεσκεύασεν, η οτι ἐν Αργει τῇ πόλει κατεσκευάσθη. alpha.297 ̓Αρδεία. ποτισμός. Αρδισ. ἡ ἀκὶς τοῦ βέλους, η τὰ ἐκ χειρὸς οπλα. καὶ αρδεις πληθυντικὸν τὰς φαρέτρας. παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω, ηρμαι, ηρται, αρτης· ουτως καὶ αρτις καὶ αρδις. η παρὰ τὸ αρης, ο σημαίνει τὸν σίδηρον, αρης καὶ αρδις καὶ αρδεις. ̓Αρέθουσα. ονομα πηγῆς. ̓Αρετή. διάθεσις ὁμολογουμένη, καὶ αὐτὴ δι' αὐτὴν ουσα αἱρετὴ, οὐ διά τινα φόβον η ἐλπίδα, η τὶ τῶν εξωθεν ἐν αὐτῇ. η ἀρετή ἐστιν ἡ τῶν ἀποκειμένων ἐν ἡμῖν παρὰ Θεῷ φυσικῶν ἀγαθῶν κατ' ἐντολὴν καὶ ἀρέσκειαν αὐτοῦ χρῆσις. *καὶ κακία ὁμοίως.* η ἀρετή ἐστι διάθεσις βελτίστη η εξις ἀρίστη ψυχῆς λογικῆς, καθ' ην δυσκίνητος γίνεται πρὸς κακίαν. ειρηται δὲ παρὰ τὸ ἀρέσκειν τῇ ἀληθείᾳ τὸ γινόμενον. ̓Αρζανηνή. ονομα τόπου. ̓Αρήνη. ονομα πηγῆς. ̓Αρετή. παρὰ τὸ ἐρῶ τὸ ἐπιθυμῶ ἐρατὴ, καὶ κατὰ μετάθεσιν τῶν στοιχείων ἀρετὴ, ἡ ἐπέραστος κτῆσις, ην ἐροῦνται πάντες. η παρὰ τὸ ἀρῶ, ἀρέσκω, ἀρεστὴ καὶ ἀρετὴ, ἡ πάντας ἀρέσκουσα. λέγεται καὶ ἀρετὴ ἡ κατὰ πόλεμον δύναμις, παρὰ τὸ αρην, ο σημαίνει τὸν πόλεμον. ̓Αραρυίαισ. ἠσφαλισμέναις. ̓Αῤῥητουργία. ἡ αἰσχρουργία. alpha.298 ̓Αριστοκρατία. ἡ κράτησις τῶν ἀρίστων. ̓Αριστοτόκεια. ἡ ἀρίστους γεννῶσα. ̓Αριστονομία. ἡ εὐνομία, ἡ τῶν ἀρίστων διανομή. ̓Αρίσβη. πόλις Τρωϊκή. ̓Αρήνη. πόλις τῆς Μεσσήνης. παρὰ τὸ αρω ̓Αρήνη· εὐαροτρίοστος γάρ. ὡς ουν ἀπὸ τοῦ σάσσω σασσήνη, καὶ λάμπω λαμπήνη, ουτως καὶ αρω ̓Αρήνη. ̓Αρισκυδήσ. ἡ αγαν ὀργιζομένη. σκύζω γὰρ τὸ ὀργίζομαι. ̓Αριστερά. ἀπὸ τοῦ αριστος, ἀριστερὸς, ἀριστερὰ, ὡς φόβος, φοβερὸς, φοβερά. εστι δὲ καὶ κατ' εὐφημισμὸν, ωσπερ καὶ εὐώνυμος λέγεται ἡ αὐτή. ̓Αριστεραὶ χεῖρες παρὰ τῷ ἁγίῳ εὐαγγελίῳ οἱ σαρκικοὶ λογισμοὶ, δεξιὰ δὲ χεὶρ τὸ αγιον πνεῦμα. ὡς τό· μὴ γνώτω ἡ ἀριστερὰ, τί ποιεῖ ἡ δεξιά σου. τὰ γὰρ δεξιὰ μέρη τοῦ ἁγίου πνεύματος οὐδὲν τούτων φροντίζουσι, πιστεύοντα τῇ δεσποτικῇ φωνῇ· ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Αρκειος κεφαλή. ἡ τῆς αρκου. καὶ αρκειον κρέας, δίφθογγον. αρκιον δὲ τὸ ἱκανὸν καὶ ὠφέλιμον, ˉι. Αρκυσ. δεσμὰ, δίκτυα. παρὰ τὸ ἁρπάζω αρπυον καὶ αρκυον. ἐπιτήδειον γὰρ εστι πρὸς τὸ alpha.299 ἁρπάζειν. η παρὰ τὸ ελκω, ελκυον καὶ τροπῇ τοῦ ˉε εἰς ˉα καὶ τοῦ ˉλ εἰς ˉρ αρκυον. Αρκευθοσ. ειδος φυτοῦ ἀκανθώδους, ου τὴν ὀδμὴν πάντα τὰ ἑρπετὰ ἀποστρέφονται. παρὰ τὴν ἀρὰν, ο ἐστι τὴν βλάβην, κεύθειν ἀράκευθος καὶ αρκευθος. η διὰ τὸ εχειν τὰς ἀκάνθας κεκρυμμένας. Αρκοσ. παρὰ τὸ ἀρκῶ αρκος, ἡ ἐπαρκοῦσα ἑαυτῇ. φασὶ γὰρ αὐτὴν διαζῇν τὸν χειμῶνα ἐκτὸς ἐπεισάκτου τροφῆς. ̔Αρματωλία. ἡ τῶν ἁρμάτων ἡνιοχεία. ̔Αρμογή. εὐταξία. μαθόντες δὲ τὴν τῶν πολεμίων ἁρμογήν. ̔Αρμονία. συμφωνία. ̔Αρμαλία. ἡ τροφή. παρὰ τὸ τῇ ψυχῇ ἁρμόζειν. ἀρῶ γὰρ τὸ ἁρμόζω. η παρὰ τὸ αιρειν τὰ σώματα γίνεται ἁρμός. καὶ ὡς καθαίρω καθαρμὸς, ουτως καὶ ερω ἁρμὸς, ἀφ' ου καὶ παρωνύμως ἁρμία καὶ πλεονασμῷ τοῦ ˉλ ἁρμαλία. η τὸ δίκην αρματος φέρειν τὰ σώματα γίνεται ἁρμός. ̓Αρνακίσ. τὸ μετὰ τῶν ἐρίων δέρμα τοῦ ἀρνοῦ. Αρνη. πόλις Βοιωτίας. Αρουρα. κυρίως ἡ γῆ, ἡ πρὸς σπορὰν ἐπιτηδεία γῆ. παρὰ τὸ ἀροῦν. η παρὰ τὸ ἀραιοῦσθαι τὴν γεωργουμένην γῆν. alpha.300 Αρπη. ἡ δρεπάνη, καὶ ειδος ὀρνέου. παρὰ τὸ ἁρπάζω. ̔Αρπεδόεσσα. κατὰ συγκοπὴν ἡ λέξις, παρὰ τὸ ἀρι συγκειμένη· πέπονθε δὲ, ινα μὴ σημαίνηται ἡ αγαν ὁμαλὴ ὁδός· ὁδοῦ γάρ ἐστιν ἐπίθετον. τινὲς δὲ φασὶν ἡ αγαν πεδινή. πέπονθε δὲ ὁμοίως τὸ ερθυρις· ἐρίθυρις γὰρ ἡ μεγάλη ὁδός. ̔Αρπεδόνη. ἡ διὰ σπαρτίου θήρα. Αρπυιαι. δαίμονες ἁρπακτικαὶ, η