50
περιβάλλεσθαι λέγουσιν. alpha.195 ̓Αναβαλόμενοσ. ἀντὶ τοῦ προοιμιασάμενος, δι' ἑνὸς ˉλ. -ἀναβαλόμενος ουν, ωσπερ εἰώθει, βραχὺν διεξῆλθεν υμνον. ̓Αναβαλοῦ. περισπῶσιν οἱ ̓Αττικοί. ̓Ανάβαινε. τὸ ἐπὶ λογεῖον εἰσιέναι ελεγον οἱ παλαιοί. καταβαίνειν δὲ, τὸ ἀπαλλάττεσθαι ἐντεῦθεν. ἀπὸ τοῦ παλαιοῦ ηθους. ̓Αναβεβαμένοι. ἀντὶ τοῦ ἀναβάτην εχοντες. ουτως Ξενοφῶν. ̓Αναβιβῶμαι. ἀντὶ τοῦ ἀναβιβάσομαι. ουτως ̓Αμειψίας. ̓Αναβιώσκεσθαι. τὸ ἀναζῇν. ̓Αναβοθρεύουσιν. ἀναμοχλεύουσιν. ̓Ανεβάλετο. προοιμίασεν. Ομηρος· -ἀνεβάλετο καλὸν ἀείδειν. ̓Αναβλυστωνῆσαι. τὸ ἀναβλῦσαι καὶ τὸ ἀναβλαστῆσαι. ̓Αναβέβρηκεν. ἀναπέπτωκεν. ̓Αναβέβρυχεν. ηχον ἀπετέλεσεν. η ἀντὶ τοῦ ἀναβρύειν. ̓Αναβὰς ἐπὶ τὸν ιππον ἀπῄει. καὶ πάλιν· ἀναπηδήσας ἐπὶ τὸν ιππον. καί· ἀρξαμένους δ' ἀπὸ alpha.196 τοῦ ἀναβαίνειν ἐπὶ τοὺς ιππους πάντα τὰ ἐν ἱππικῇ μελετᾷν. τὸ δ' ἀναβὰς τὸν ιππον οὐ πάνυ δόκιμον. ̓Αριστοφάνης Θεσμοφοριαζούσαις· ἀναβῆναι τὴν γυναῖκα βούλομαι. ̓Αναγαγών. ἀντὶ τοῦ ἀπαγαγών. ουτως Ξενοφῶν. ̓Αναγγελήσεται. διηγηθήσεται. ̓Ανάγεσθαι. ἀποπλεῖν· ἀνέρχεσθαι. τὸ ἐκ Βυζαντίου, η ἀπὸ ἑτέρας πόλεως ἀπαίρειν. Προκόπιος· οὐ γὰρ θέμις τινὰ ἐκ Βυζαντίου ἀνάγεσθαι πρὸς τῶν ἀνδρῶν. ̓Ανάγειν. τὸ μηνύειν τὸν πεπρακότα, καὶ ἐπ' ἐκεῖνον ἰέναι. ουτω Λυσίας καὶ ∆είναρχος. ̓Αναγινωσκομένουσ. ἀντὶ τοῦ ἀναπειθομένους. ουτως ̓Αντιφῶν, καὶ ̓Ισαῖος, καὶ ̔Ηρόδοτος. ̓Αναγνωσθείσ. ἀντὶ τοῦ ἀναπεισθείς. ὁ δὲ ἀναγνωσθεὶς ὑπὸ τῆς γυναικὸς, εργον οὐχ οσιον ἐμηχανᾶτο ἐπὶ τῇ θυγατρί. ̓Αναγινώσκειν. ἐπὶ τοῦ ἀναπείθειν. ουτως οἱ ῥήτορες. εστι γὰρ ἀναγινώσκειν γνῶναι διαλεχθέντα. alpha.197 ̓Αναγχιππεῖν. τὸ μετὰ ἀνάγκης ἱππεύειν. ουτως Ευπολις. ̓Αναδάσασθαι. ηγουν ἀναμερίσαι. ̓Αναδέξασθαι. ἀναλαβεῖν, ἐκδέξασθαι. ὁ δὲ εἰς τὸ τέμενος κατεσκήνωσεν, ἀναδέξασθαι βουλόμενος τὰ μέλλοντα αὐτὸν διακομίζειν πορθμεῖα. καὶ ἀναδεχόμενος καὶ ἀναδέχομαι. ̓Αναδέξασθαι. ὑπενεγκεῖν, ὑπομεῖναι. ̓Αναδέχεσθαι. ἀντὶ τοῦ προσδοκᾷν. ἀναδέχεσθαι τὴν παρουσίαν τῶν πολεμίων. ̓Αναδέρω. ὑπερτίθεμαι, ἀναβάλλομαι. ̓Αναδεύειν. φυρᾷν. ̓Αναδιδάξαι. ἀντὶ τοῦ πάνυ διδάξαι· ἐπιτατικὸν γὰρ ἡ ἀνά. ̓Αναδικάσασθαι. τὸ ανωθεν δικάσασθαι. ουτως ̓Ισαῖος. ἐντεῦθεν καὶ τὸ ἀνάδικοι κινήσεις, αἱ ανωθεν δικαζόμεναι· οταν ἁλῶσιν οἱ μάρτυρες ψευδομαρτυριῶν. ̓Αναδουμένην. στεφανουμένην. ἀναδουμένην ουτω μέγα πρὸ πάντων ἀνθρώπων. ̓Αναδῦναι. ἀναχωρῆσαι. ̓Αναδυόμενοσ. φεύγων, ἀναβαλλόμενος. καὶ ἀναδύομαι ἀντὶ τοῦ μεταβουλεύομαι. ̓Αναδήσονται. στέφονται. alpha.198 ̓Αναδύεται. ὑπερτίθεται. ̓Αναδοιδυκίζει. ἀναταράττει. ̓Αναδούμενοσ. στεφανούμενος. δέω, δέομαι, δεόμενος, καὶ κατὰ συναίρεσιν ἀναδούμενος. ̓Αναθέσθαι. ἀντὶ τοῦ ανωθεν βιῶναι. ουτως ̓Αντιφῶν· ἀναθέσθαι ωσπερ πεττὸν τὸν βίον οὐκ εστιν. ̓Αναθέσθαι. τὸ μεταθέσθαι. ἐκφυγοῦσα δ' ην ειχε νόσον, οὐκ εσχε τοὺς ῥηθέντας ἀναθέσθαι λόγους. ἀναθέσθαι οὐ δηλοῖ τὸ ὑπερθέσθαι, οὐδέ γε τὸ ἀνακοινῶσαι καὶ συμβουλεύσασθαι· ἀλλὰ τὸ μεταθέσθαι α εδοξε πρότερον. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν πεττευόντων, καὶ τὰς κεκινημένας ψήφους διορθούντων. τὰ δὲ μαρτύρια πλεῖστα παρὰ Πλάτωνι. ουτ' αν τῶν τότ' εἰρημένων οὐδὲν ἀναθείμην. ̓Αναθέντασ. ἀντὶ τοῦ ἐπιθέντας. ουτως Ξενοφῶν. ̓Αναθείσ. ἐπιτρέψας. ἐπὶ ἀψύχων τίθεται. ἐχρήσατο δὲ ̓Αριστοφάνης καὶ ἐπὶ ἐμψύχων· ἀπολῶ τὸν ανθρωπον ἐπὶ κρημνόν τιν' ἀναθείς. ̓Αναθορῶντοσ. ἀναπηδοῦντος. ̓Αναθρούμενα. ἀνασκοπούμενα. alpha.199 ̓Αναθύειν. τὸ ἀναλαμβάνειν τὸ πρᾶγμα διὰ χρόνου. Φερεκράτης· πάλιν αυθις ἀναθύουσιν αἱ γεραίτεραι. ̓Αναθηλήσει. παρὰ τὸ θάλλω, θαλῶ· τοῦτο παρὰ τὸ θήλη· τοῦτο παρὰ τὸ θῶ τὸ τρέφω. ̓Αναζεύξασ. ἀναστρατοπεδεύσας, ὑποστρέψας. ̓Αναζυγῶσαι. τὸ τὰς θύρας ἀναπετάσαι. ̓Αναζυγοῦν. τὸ ἀνοιγνῦναι κιβωτὸν, η τὸν ἐπὶ τῇ θύρᾳ θώρακα. ̓Αναζωπυρῆσαι. ἀνεγεῖραι. ἀνανεῶσαι. ἀνάψαι. ̓Ανακαθιζήσομαι καὶ ἀνακαθίσω. ̓Ανακαλούμενοσ. ητοι ἀνακτώμενος. ὁ δὲ ἐσπούδαζεν ἀνακαλεῖσθαι τὰς τῶν ὑποτεταγμένων ἐννοίας καὶ προθυμίας.