94
λέγουσι, κατὰ τροπὴν τοῦ ˉυ εἰς ˉι. Βιοῦται. ἀντὶ τοῦ ζῇ η ζήσεται. ουτως ̔Ηρόδοτος. Βιώτω. ζησάτω. βίωμι, ἐβίων, βιοὺς, βιοῦντος, τὸ παρατατικὸν βίωθι, βιώτω. beta.390 Βιώατο. βιάω, βιῶ, βιάομαι, βιῶμαι, βιαοίμην, βιώμην, βιάοιο, βιῶο, βιάοιτο, βιῶτο, καὶ πλεονασμῷ τοῦ ˉα βιώατο. Βιῴην. εχει τὸ ˉι. βίωμι, ἐβίων ὁ δεύτερος ἀόριστος, βιοὺς βιοῦντος, τὸ εὐκτικὸν βιοίην, βιοίης, βιοίη, καὶ κατ' εκτασιν τοῦ ˉο εἰς ˉω βιῴην. ωσπερ τὸ δοὺς δόντος, δοίην, καὶ κατ' εκτασιν δῴην. Βιῶναι. ζῆσαι. βίωμι, ὁ δεύτερος ἀόριστος ἐβίων, βεβίωμεν τὸ παθητικὸν, καὶ ἡ μετοχὴ βιῶναι. Βιῶνται. μετὰ βίας εἰσελεύσονται. οτι βιῶνται διὰ τοῦ πτώματος τοῦ τείχους. Τὸ Β μετὰ τοῦ Λ. ( ̓Αρσενικόν.) Βλάξ. μωρὸς, μὴ εἰδὼς τὰ πράγματα διακρῖναι, ἐκλελυμένος, μαλακὸς, εὐήθης, ἀνόητος, βραδύς. ̓Αριστοφάνης· βλάκες φιλεργοί. ειρηται δὲ ἀπὸ τοῦ μαλακὸς, καὶ τὸ ὑποκοριστικὸν μάλαξ, ὡς βωμολόχος βώμαξ, πλούσιος πλούταξ· μάλαξ ουν καὶ κατὰ συγκοπὴν καὶ τροπὴν βλάξ. καὶ βλακεύειν τὸ βραδύνειν. οἱ λέγοντες δὲ βλάκα τὸν ἀλαζόνα, σφάλλουσι. Βλαστόσ. παρὰ τὸ βλώσκειν τὸ αυξειν. Βλαισόσ. παραλυτικὸς, στρεβλόπους, ὁ τοὺς πόδας ἐπὶ τὰ εξω διεστραμμένος καὶ τῷ ˉλ στοιχείῳ ἐοικώς. διὰ τοῦτο καὶ Λάβδα ἐκαλεῖτο ἡ γυνὴ ̓Ηετίωνος. ειρηται δὲ βλαισὸς ὁ βεβλαμbeta.391 μένος τὸ ισον τῶν ποδῶν. τὸ ἐναντίον γοῦν ὁ ἐπὶ τὰ εσω εχων τοὺς πόδας καλεῖται ῥαιβὸς, παρὰ τὸ διεφθαρμένον τὸ εσω τῆς βάσεως. Βλέμμυεσ. εθνος βαρβαρικόν. Βλήδασ. ονομα Σκύθου. Βλῆνοσ. ὁ τύραννος. βλῖνος δὲ, ὁ ἰχθὺς, ˉι. Βληχώδησ. πρόβασι τὸν νοῦν ομοιος. μωρὸς δὲ ποιμὴν καὶ τὰ πάντα βληχώδης πέμπειν εμελλε. Βλήχων. ειδος βοτάνης. λέγεται καὶ ὁ γλήχων. Βληχρόσ. ὁ ἀσθενής. παρὰ τὸ τὴν βληχὴν τῶν προβάτων τὴν φωνὴν οὐδὲν ουσαν. βληχρὸν ουν καὶ αβληχρον τοῦ αὐτοῦ σημαντικὸν ὀνόματος, ὡς στάχυς, ασταχυς. εἰρῆσθαι δὲ τὴν λέξιν ἐπὶ μὲν τοῦ ἀσθενοῦς ἀπὸ τοῦ βέβληται. βληχρὸς καὶ ὁ καταβεβλημένος καὶ πεπτωκώς· ἀπὸ τῶν παλαιόντων. ὁ δὲ Πίνδαρος ἐπὶ τοῦ ἰσχυροῦ λέγει αὐτὸ, ἀπὸ τοῦ βέβληκα, ὁ καταβάλλων. †Βλῶροσ. ὁ διάλευκος.† Βλάσφημοσ. ὁ εἰς θεὸν ἐξυβρίζων. οἱ δὲ ἐβλασφήμουν αὐτὸν ὡς κακίας ἐπὶ τρισὶν ἀνδράσι τὰ πάντα θέμενον. Βλεπεδαίμων. ὁ διεστραμμένος τὰς οψεις ὑπὸ δαίμονος. Βλίκαροσ. ὁ βάτραχος. Βλιττομάμασ. ὁ μωρός· καὶ γὰρ τὸ βλίττον μωρόν ἐστι λάχανον. Βλοσσυρόσ. αγριος, καταπληκτικός. beta.392 Βλωμόσ. κλάσμα αρτου. ἀπὸ τοῦ ψωμὸς, τοῦ ˉψ εἰς ˉβ τραπέντος. η παρὰ τὸ φλωμὸς, ο ἐστι κλάσμα τοῦ αρτου, καὶ κατὰ τροπὴν βλωμός. η παρὰ τὸ βρῶ τὸ ἐσθίω βρωμὸς καὶ βλωμός· ὡς καὶ παρὰ τὸ βῶ βωμός. οἱ δὲ παρὰ τὸ βάλλειν εἰς τὸ στόμα. ̔Ησίοδος· ὀκτάβλωμον. Βλοστρισμόσ. ἡ ἀπορία. παρὰ Γαληνῷ. γράφει καὶ ὁ Ψελλός· ̓Εκχύμωμα παρέκχυσιν, τὴν ἐφελκύδα μύκην· ̔Υπέρινος κατάξηρος, βλοστρισμὸν ἀπορίαν· Εκφυμα τὸ ἐξάνθημα, τὸ βλάπτεσθαι γυιοῦσθαι. (Θηλυκόν.) Βλάβη. ἡ εἰς ψυχὴν ἐλάττωσις καὶ ἡ ἁμαρτία. ἀπὸ τοῦ βλάβω βλάβη. Ομηρος· βλάβεται δὲ γούνατα. οθεν καὶ βλάβος. εἰ γὰρ ην ἀπὸ τοῦ βλάπτω, ωφειλεν ειναι βλάφη, ὡς σκάπτω, σκάφη. Βλακεία. εκλυσις, μωρία, χαυνότης, μαλακότης, ῥαστώνη. οὐ γὰρ στρατηγῶν βλακείαις τὰ πράγματα ἐπέτρεψε. Βλασφημία. ἡ εἰς θεὸν υβρις. λέγεται δὲ καὶ ἡ κατὰ ἀνευθύνων γενομένη μέμψις. παρὰ τὸ φήμη καὶ τὸ βάλλω, ἡ ταῖς φήμαις βάλλουσα. Βλάστη. τὸ βλάστημα. Βλαύτη. ειδος ὑποδήματος. σπεύδειν ἀπὸ ῥυτῆρος τουτέστιν ἀπὸ βλαύτης. καὶ βλαυτία τὰ ὑπὸ τοὺς πόδας σανδάλια. Βληχή. ἡ τῶν προβάτων φωνή. Βλήχων. ἡ γλήχων. εστι δὲ ειδος βοτάνης. beta.393 Βληχρά. ἀσθενής. Βλιτάδασ. οἱ παλαιοὶ τὰς γυναῖκας ἀσθενεῖς ελεγον. Βλοσσυρῶπισ. καταπληκτική. Βλῶσισ. παρουσία. Βλωθρή. χλωρὰ, ἁπαλή. -- -ταύτας ἁρμόσῃ βλωθρᾶς, Θηρίμαχε, πλατάνου. βλωθρὴ καὶ ἡ μακρὰ καὶ ἡ μεγάλη. ἡ εἰς τὸν αἰθέρα μολίσκουσα, μολαιθέρη τὶς ουσα καὶ κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ ˉμ εἰς τὸ ˉβ καὶ ἐκτάσει τοῦ ˉο εἰς ˉω, βλωθρή. η παρὰ τὸ μολεῖν καὶ τὸ θορεῖν, ἡ θοροῦσα ταχέως. (Οὐδέτερον.) Βλαύρια. σανδάλια. Βλάβοσ. ἡ βλάβη καὶ τὸ