235
οἰκοδομεῖν, αλλος γεωργεῖν, καὶ αλλοι ὁμοίως πολλὰ γνωμικὰ θελήματα εχομεν. Θέλημα γνωμικόν ἐστι καθ' ἡδονὴν συνεγερτικόν· ποιὰ καὶ διάφορος κίνησίς τε καὶ ορεξις. τὸ μὲν γὰρ ἀτεχνῶς ἁπλότης χαρακτηρίζει ἐν πᾶσι τῶν ὁμογενῶν ἰσότητα δημιουργοῦσα ἁπλῶς καὶ φυλάττουσα· τὸ δὲ ποικίλα διαπλάττει καὶ σχηματίζει διάφορα, τὴν ἀσύμβατον τοῖς κατ' οὐσίαν συμβαίνουσι κατὰ λόγον η παρὰ λόγον ποιοῦσά τε καὶ συγκροτοῦσα διάθεσιν, ηπερ ἐν ἐπιτάσει καὶ ἀνέσει καλοῦ τε καὶ μὴ τοιούτου γινώσκεται. Θέλημα τῆς νοερᾶς ψυχῆς ἐστὶν, ὁ ἐφ' ἡμῖν λόγος· ὡς αὐτεξούσιος αὑτῆς ὑπάρχουσα δύναμις. Θέλημα, θελητικὸν καὶ θελητόν. θέλημά ἐστιν οὐσίας νοερᾶς νοερὰ ορεξις. θελητικὸν δὲ αὐτὸ τὸ τὴν θέλησιν εχον. θελητὸν δὲ τὸ ἀγαπώμενον. Θέλημά ἐστιν ὁρμὴ καὶ κίνησις πρὸς τὸ ποθούμενον· η ὁ ἐν ἡμῖν ἀεικίνητος λόγος· η λόγος ἐν καρδίᾳ ἀναστρεφόμενος δι' ἐνεργείας καὶ μόνον φανερωθῆναι δυνάμενος. Θέλημά ἐστιν οὐσίας νοερᾶς καὶ λογικῆς εφεσις πρὸς καταθύμιον· πᾶν γὰρ νοερὸν πρόδηλον οτι καὶ θελητικόν. ωσπερ γάρ τις πνοὴ καὶ ζωή ἐστιν ἡ θέλησις πάσῃ λογικῇ φύσει οὐσιωδῶς ὑπάρχουσα. θέλημα δὲ λέγεται παρὰ τὸ θέειν λίαν αμα τῇ φύσει πρὸς τὸ αὐτῇ θελητόν· η τοῦ θελητοῦ λῆμμα ηγουν κράτημα. τριχῶς δὲ θεωρεῖται τὸ θέλημα· θεϊκὸν, ἀγγελικὸν καὶ ψυχικόν. ἐντεῦθεν ἐλέγχονται ματαιάζοντες οἱ ανουν καὶ αψυχον τὴν σάρκα τοῦ κυρίου λέγοντες αἱρετικοί. ἡ γὰρ κατὰ ανθρωπον αὐτοῦ θέλησις τῆς ψυχῆς ἐστιν· αἱ theta.1035 τρεῖς γὰρ αυται μόναι φύσεις εἰσὶ θελητικαί. τριχῶς πάλιν καὶ ἐν τῇ γραφῇ τὸ θέλημα εὑρίσκομεν λεγόμενον· θεϊκὸν, φυσικὸν ηγουν μέσον, καὶ τρίτον τὸ σαρκικόν· οπερ σημαίνει τὸ διαβολικόν. Θεμιτόν. δίκαιον. πρέπον. Θέμεθλον. τὸ θεμέλιον. Θέναρ. τὸ κοῖλον τῆς χειρός. παρὰ τὸ σθένος, η ἐνθέσεως χώρα, εἰς ο ἐντίθεται τὰ διδόμενα. η παρὰ τὸ θένειν, τὸ τύπτειν, θέναρ. σημαίνει καὶ τὸ τοῦ ποδὸς ἐλλύχνιον. Θεμείλια. τὰ θεμέλια. παρὰ τὸ δέμω, τὸ οἰκοδομῶ, γίνεται δεμέλια καὶ θεμέλια καὶ θεμείλια πλεονασμῷ τοῦ ˉι. Θεόῤῥυτον. τὸ ἐκ θεοῦ χεόμενον. Θεότευκτον. τὸ θεοκατασκεύαστον. Θεοπρεπέσ. τὸ θεῷ πρέπον. Θέλυμνα. τὰ θεμέλια. Θεοπρόπιον. τὸ ἐκ θεοῦ προφήτευμα η μάντευμα. οἱονεὶ τὸ τοῖς θεοῖς πρέπον. οιον θεοπρέtheta.1036 πιόν τι ον τὸ ἐκ θεοῦ προλεγόμενον. καὶ θηλυκὸν θεοπροπίας. καὶ θεοπροπίων, μετοχή. Θερήγανον. ἡ αμαξα. ἀπὸ τοῦ τὰ θέρει αγειν. Θεράπη. αἱ θεραπεῖαι. τοῦ Χρυσοστόμου· οτι μετὰ τοσαῦτα θεράπη εμεινεν ἐπὶ τῆς ἀῤῥωστίας. Θερμόν. παράδοξον. ̓Αριστοφάνης· ω θερμὸν εργον κᾀνόσιον καὶ παράνομον. Θέροσ. παρὰ τὸ θέρω, τὸ θερμαίνω. τὸ ἐν καιρῷ τοιούτῳ ον. Θέριστρον. τὸ δρέπανον. καὶ τὸ φακιόλιον *καὶ ἐπίβλημα θερινόν.* Θέσφατον. τὸ ἐκ θεοῦ προφήτευμα καὶ μάντευμα. Θέσπισμα. τὸ θεῖον δόγμα. Θεσπιδαὲς πῦρ. τὸ μηδικόν. Θεσπέσια. θεῖα. θαυμαστά. οἱονεὶ θεοπέσια τινὰ οντα, παρὰ τὸ πεσεῖν, η παρὰ τὸ επεσθαι τῷ θεῷ Θετόν. εἰσποιητὸν καὶ οὐ γνήσιον. Θέσκελα. θαυμαστὰ, θεῖα. οἱονεὶ θεοείκελα. theta.1037 Θεῖα. θαυμαστά. Θειλόπεδον. ὁ τόπος, ἐν ῳ αἱ σταφυλαὶ ἐξηραίνοντο. -ἐχῖνον ῥαγολόγον γλυκερῶν σίντορα θειλοπέδων. Θεῖον. τὸ θεάφιον. Θεοειδέσ. τὸ κατ' εἰκόνα λέγεται. Θέλημα. βούλησις ψυχῆς οικοθεν ἀνακοπῆναι μὴ δυναμένη. η θέλημά ἐστιν ἐν καρδίᾳ στρεφόμενον, καὶ δι' ἐνεργείας καὶ μόνον φανερωθῆναι δυνάμενον. ( ̔Ρῆμα.) Θεατρίζειν. ἐν πομπῇ καὶ θεάτρῳ προπέμπειν. τοὺς γὰρ νικήσαντας καὶ ἡττήσαντας τοὺς πολεμίους ἐστεφανωμένους μετὰ τῶν αἰχμαλωτῶν καὶ τῶν λαφύρων διὰ μέσης ηγον τῆς πόλεως δορυφοροῦντες καὶ εὐφημοῦντες. Θέλειν. ἀντὶ τοῦ δύνασθαι. theta.1038 Θελγομένων. ἀπατωμένων. κυρίως δὲ λέγει ἐπὶ τῶν ἡδυνομένων τοῖς ᾳσμασι. Θέλγεν. ἐσκότιζεν. ἠπάτα. -ἀτὰρ ̓Αχαιῶν Θέλγε νόον-. Θέμωσεν. τὸ ηγγιζε. καὶ θαμίζειν τὸ ἐγγίζειν. ενιοι δὲ ἐποίησαν παρὰ τὸ θεῖναι. Θεμιστεύειν. χρησμῳδεῖν. ἀπὸ τοῦ Θέμιν ἐσχηκέναι ποτὲ τὸ μαντεῖον πρὸ τοῦ ̓Απόλλωνος. η θεμιστεύειν τὸ δικαίως δικάζειν, η δικαιοπραγεῖν. Θεοπραγεῖ. κατὰ θεὸν πορεύεται. Θεοκλυτῆσαι. θεὸν ἐπικαλέσαι.