358
ἀκαταστεῖ τὰ οὐράνια. Σκύδνοσ. ἡ λοιδορία· ἡ ὀργή· ἡ σκυθρωπότης. Σκυτάλη. ἐργαλεῖον σκυτοτομικόν. καὶ ἡ ἀβίνα. Σκυταλίδεσ. οἱ κόνδυλοι τῶν δακτύλων. Σκιά. παρὰ τὸ κίω, τὸ ἀκολουθῶ· κιὰ καὶ σκιὰ ἐπενθέσει τοῦ ς. καὶ σκιὰ ὁ τύπος παρὰ τῷ ̓Αποστόλῳ· σκιὰν γὰρ εχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, ο ἐστι τύπον. (Οὐδέτερον.) Σκαμβόν. στρεβλόν. Σκαληνόν. γεωμετρικὸν σχῆμα. Σκανδάληθρα. τὰ ἐν ταῖς παγίσιν ἐπικαμπῆ ξυλάρια. sigma.1655 Σκέμμα. ἡ σκέψις. Σκῆπτρον. ῥάβδος βασιλική. παρὰ τὸ σκήπτεσθαι, ο ἐστιν ἐπερείδεσθαι ἐν αὐτῷ. Σκηνώματα. οικοι· τόποι. η καὶ τὰ σώματα. Σκῆνοσ. σῶμα. οἰκητήριον. Σκηνοῤῥαφεῖον. τὸ δερματοῤῥαφεῖον. καὶ σκηνοῤῥάφος. Σκηπάνιον. ἡ ῥάβδος. †Σκόλυμον. τὸ λάχανον.† Σκόλυμοσ. βοτάνη. Σκότοσ. οὐκ οὐσία τίς ἐστιν, ἀλλὰ συμβεβηκός· φωτὸς γάρ ἐστι στέρησις. Σκότοσ. ἀπὸ τοῦ σκιάζειν. ̔Ηρακλείδης δὲ ὁ Ποντικὸς ἀπὸ τοῦ προσκόπτειν τὸν πορευόμενον ἐν αὐτῷ. ὁ δὲ ̔Ηρωδιανὸς παρὰ τὸ σχέθειν ἡμᾶς. ο ἐστιν ἐπισχεῖν ἡμᾶς πολλάκις προϊέναι. Σκύλα. τὰ τῶν νεκρῶν λάφυρα. λάφυρα δὲ τὰ ἐκ τῶν πολεμίων ετι ζώντων λαμβανόμενα. Σκύβαλον. οιον κυσίβαλόν τι ον, τὸ τοῖς κυσὶ βαλλόμενον καὶ ῥιπτόμενον. Σκύτοσ. τὸ δέρμα. καὶ σκυτοδέψης. παρὰ τὸ ξύω ξυτὸς, ειτα κατὰ διάλυσιν τῶν στοιχείων sigma.1656 καὶ καθ' ὑπερβιβασμὸν τοῦ ς σκύτος, τὸ ξυόμενον. Σκῶλον. ἐμπόδιον· σκάνδαλον. καὶ σκῶλος, ειδος ἀκάνθης, η πυρωθεῖσα ἐντονωτέρα γίνεται. λέγεται δὲ παρὰ τὸ σκέλλω, τὸ ξηραίνω. ἡ ὑπὸ πυρὸς ἐξηραμμένη. Σκῶμμα. ἡ λοιδορία γέλωτος χάριν. πρόσκομμα δὲ μικρόν. Σκώρ. τὸ κόπρον. τῶν καθ' ἡμᾶς σοφιστῶν ὁ ἐνδοξότατος εν τινι τῶν λόγων τῶν ἑαυτοῦ γέγραφε τὸ σκάτος, ἀγνοήσας, οτι ὀρθὴ πτῶσις ἐστὶ τὸ σκὼρ, αἱ δὲ πλάγιαι τοῦ σκατὸς καὶ τῷ σκατί. ̓Αριστοφάνης· καὶ σκὼρ ἀεὶ νῶν. οντως ουν σκατοφάγου τὸ ἁμάρτημα. Σκότος λεπτόν. τὴν ἀπὸ τῆς ἀθυμίας σκότωσιν αχρι τοῦ ἐγκεφάλου διαδυομένην λέγει ὁ θεολόγος. ( ̔Ρῆμα.) Σκάζει. χωλεύει. Σκανδαλίσει. ὑβρίσει. ὡς ἐν τῷ εὐαγγελίῳ· ὡς δ' αν σκανδαλίσῃ ενα τῶν μικρῶν τούτων. Σκαρδαμύττειν καὶ σκαρδαμύσσειν. πυκνὰ τοὺς ὀφθαλμοὺς ἀνοίγειν καὶ κλείειν, ητοι καμμύειν. sigma.1657 παρὰ τὸ μύω μύσσω γίνεται παράγωγον, ὡς ἀφύω ἀφύσσω, καὶ παρὰ τὸ σκαίρειν καὶ κινεῖν τὴν συνεχῆ κίνησιν τοῦ βλεφάρου, α δὴ τὸ μύειν παρέχουσιν. τὸ δὲ σκαίρω ἀποβολῇ τοῦ ˉς καίρω καὶ διπλασιασμῷ καρκαίρω. -κάρκαιρε δὲ γαῖα πόδεσσιν. οιον ἐν κινήσει καὶ ταραχῇ ἐγένετο ἡ γῆ διὰ τὸ πλῆθος τῶν σειόντων αὐτὴν ποδί. σκαίρω ουν καὶ καίρω ἀποβολῇ. οθεν σύνθετον τὸ σκαρδαμύσσειν. ἀποβολῇ τοῦ ς λέγεται καὶ καρδαμύττειν. ἀμφότερα παρὰ τὸ κινεῖν καὶ μύειν τὰ βλέφαρα. Σκαίροντα. σκιρτῶντα· πηδῶντα. παρὰ τὸ σκῶ σκαίρω, ωσπερ παρὰ τὸ σπῶ σπαίρω. Σκεδάσασ. σκορπίσας. καὶ σκεδάζω ἀπὸ τοῦ χέω, χέδω, καὶ σκέδω. Σκελετίζεται. κατάξηρος γίνεται. καὶ σκελητεύω. παρὰ τὸ σκεῖλαι, τὸ ξηράναι. Σκηριπτόμενοσ. στηριζόμενος. Σκήπτεται. προφασίζεται. Σκίδναται. διασκορπίζεται. καὶ σκιδνῶ. ὡς κερῶ, κιρνῶ, ουτως σκεδῶ, σκιδνῶ, ἐξ ου παράγωγον τῶν εἰς ˉμˉι σκίδνημι. Σκιαγραφούμενον. τὸ ἀμυδρῶς καὶ ὀλιγοστῶς καταλαμβανόμενον. Σκιῤῥωθέν. σκληρυνθέν. Σκιμαλίσαι. κυρίως τὸ μέσον τὸν δάκτυλον εἰς τὸν πρωκτὸν τοῦ ὀρνέου ἐμβαλεῖν. sigma.1658 Σκοτοδινιάσασ. σκότους καὶ ιλιγγος πληρωθείς. Σκορδίνασθαι. τὸ παρὰ φύσιν τὰ μέλη ἐκτείνειν, μετὰ τοῦ χασμᾶσθαι διακλώμενον. γίνεται δὲ περὶ τοὺς ἐγειρομένους ἐξ υπνου, οταν χασμώδεις οντες ἐκτείνωσι τὰς χεῖρας. οιον κοροδίνασθαι· δονεῖσθαι ἀπὸ κόρου υπνου η τροφῆς. η καροδίνασθαι, παρὰ τὸ δονεῖσθαι τὴν κεφαλήν. Σκυβαλίζεται. ἐξουθενεῖται· εὐτελίζεται. Σκυλεύσασ. προνομεύσας. Σκυδμαίνειν. τὸ σκυθρωπάζειν καὶ ὀργίζεσθαι. κυρίως ἐπὶ τῶν λεόντων ὀργιζομένων ἐπὶ τοῖς ἀφαιρουμένοις αὐτῶν σκύμνοις. η ἀπὸ τῆς περὶ τὸ πρόσωπον συστολῆς τοῦ σκύλλου, ο ἐστι δέρμα, ο συμβαίνει ἐπὶ τῶν ὀργιζομένων. Σκυζομένην. λυπουμένην, ὀργιζομένην. καὶ σκύζεσθαι παρὰ τοὺς Σκύθας, οιτινες ὀργιλώτατοι οντες τὸ ἐπισκύνιον καθέλκουσι.