1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

293

δρακὸς ἀλεύρου πηγὴν ἀένναον τὴν ὑδρίαν ἐργάζεται, οὐ τὴν ποσότητα τῆς δωρεᾶς ἐξετάσας, ἀλλὰ τῇ προθυμίᾳ τῆς φιλοξενίας ἀντιμετρήσας τὴν ἀμοιβήν. Τοιαῦτα γὰρ τὰ τῆς χάριτος· μικρὰ λαμβάνουσα μεγάλα χαρίζεται. Ξένος καὶ πένης Θεοῦ κολλύριον· ὁ δεχόμενος αὐτοὺς ταχέως ἀναβλέψει. Ἦλθεν Ἠλίας εἰς Σάρεπτα τῆς Σιδῶνος, καὶ εἶδεν γυναῖκα χήραν ξυλευομένην· καὶ τί φησιν; ∆ός μοι μικρὸν ὕδωρ, ἵνα πίω. Ἀπελθοῦσα δὲ ἡ χήρα, ἤνεγκεν αὐτῷ, καὶ ἔπιεν Ἠλίας. Καὶ εἶπεν αὐτῇ· Λήψῃ δή μοι καὶ ψωμὸν ἄρτου, καὶ φάγομαι. Ἡ δὲ εἶπεν· Ζῇ Κύριος, εἴ ἐστί μοι ἀλλ' ἡ δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκει, ὃ ποιήσομεν, καὶ φαγόμεθα, ἐγὼ καὶ τὰ παιδία μου, καὶ ἀποθανούμεθα. Τί οὖν Ἠλίας; Ἄπελθε, φησὶ, καὶ ποίησόν μοι ἐγκρυφίαν καταμόνας, καὶ φάγομαι· καὶ οὕτως ποιήσεις τοῖς τέκνοις σου, καὶ φάγονται. Τί ποιεῖς, Ἠλία; Ἔστω, ἄρτον θέλεις· τί καταμόνας 96.392 ζητεῖς; Οὐ γὰρ ὀφείλεις εὐχαριστῆσαι, ἵνα μετὰ τῶν τέκνων φάγῃς; σὺ θέλεις φαγεῖν, καὶ δῆμον τέκνων πνίξαι; Ἀλλ' ὅμως ἡ χήρα οὐκ ἐταράχθη, οὐδὲ εἶπεν· Σὺ εἶ ὁ τὸν λιμὸν ποιήσας, καὶ ἐν τοῖς λειψάνοις τοῦ λιμοῦ διατραφῆναι ἦλθες· οὐδὲ εἶπεν, ὅτι Τοσοῦτον κόσμον κατέλιπες, καὶ πρός με ἦλθες λιμῷ καταφθεῖραι τὰ παιδία· σὺ εἶ ὁ αἴτιος γενόμενος τοῦ λιμοῦ, καὶ παρ' ἐμοῦ τροφὴν αἰτεῖς; ἀλλ' ὡς Ἀβρααμιαία τις γυνὴ, εἰσελθοῦσα ἐποίησεν κατὰ τὸ ῥῆμα Ἠλίου. Καὶ ἦν ἰδεῖν τοῦ Ἀβραὰμ τὴν χήραν φιλοξενεστέραν. Ἐκεῖνος μὲν γὰρ καὶ εὔπορος ὢν, ἀγγέλους ἐξένισεν, αὕτη δὲ ζωὴν καὶ θάνατον προσενεγκοῦσα ἐξένισε τὸν προφήτην. Καὶ ἦν ἰδεῖν φύσιν καταπονουμένην, καὶ φιλοξενίαν ἐνεργουμένην. Εἶδες σπλάγχνα ῥιπτόμενα, καὶ προφήτην δεχόμενα; Ὁλόκληρον δῆμον τέκνων τάφον εἰργάσατο. Ὅσον γὰρ εἰς προαίρεσιν τῆς χήρας, ἐκεῖνα τετελευτήκασιν. Οὐκ οἶδα πῶς ἐγκωμιάσω τὴν χήραν. Πῶς τέκνων κατεφρόνησεν, καὶ φιλοξενίαν ἐτίμησεν; πῶς ἡ φύσις αὐτὴ οὐκ ἠγανάκτησεν; πῶς ἡ μήτρα οὐκ ἠλλοιώθη; πῶς τὰ σπλάγχνα οὐ διελύθη, βλέποντα ὁλόκληρον δῆμον παίδων ὑπὸ λιμοῦ μέλλοντα φθείρεσθαι; ἀλλὰ ἀνωτέρα πάντων ἐγένετο, καὶ τὸν προφήτην ἐξένισεν. Ὡς οὖν ἔλαβεν ὁ προφήτης, καὶ ἔφαγεν, λοιπὸν τὰς ἀμοιβὰς ἀποδίδωσιν. Ἔσπειρε φιλοξενίαν ἡ χήρα, καὶ εὐθὺς τὸν ἄσταχυν κομῶντα τῇ εὐσεβείᾳ ἐθέρισεν. Τί γάρ φησι; Ζῇ Κύριος· ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει. Καὶ ἐγένετο ἡ δεξιὰ τῆς χήρας ληνὸς, καὶ ἡ ἀριστερὰ ἅλων, καὶ δράγματα ἀναγκαίως τὸν καρπὸν παρέχοντα, δι' ὀλίγου τοῦ προφήτου τὴν χήραν διατρέφοντος. Ληνὸς καὶ ἅλων ἐγένετο ἡ οἰκία τῆς χήρας.

ΤΙΤΛ. Βʹ. -Περὶ φιλανθρωπίας Θεοῦ, καὶ ἀγαθότητος, καὶ μακροθυμίας· καὶ

ὅτι κρεῖττον ἐμπεσεῖν εἰς χεῖρας τοῦ Θεοῦ, καὶ μὴ εἰς χεῖρας ἀνθρώπων. «Κύριος ὁ Θεός σου οἰκτίρμων καὶ ἐλεήμων ἐστὶ, μακρόθυμος, καὶ πολυέλεος,

καὶ ἀληθινὸς, καὶ δίκαιος.» «Ῥῆμα Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν ὁρῶντα, λέγων· Πορεύου, καὶ λαλήσεις πρὸς ∆αβὶδ, λέγων· Ἔκλεξαι σεαυτῷ γενέσθαι, ἢ τρία ἔτη λιμὸν ἐπὶ τὴν γῆν, ἢ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου τῶν ἀλλοφύλων, καὶ αὐτοὺς καταδιώκοντάς σε· ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ. Καὶ εἶπεν ∆αβὶδ πρὸς Γάδ· Στενά μοι πανταχόθεν σφόδρα ἐστὶ, καὶ τὰ τρία. Ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα. Εἰς δὲ χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω. Καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραὴλ ἀπὸ πρωΐθεν ἕως ὥρας ἀρίστου· καὶ ἀπέθανον ἐκ τοῦ λαοῦ, ἀπὸ ∆ὰν ἕως Βηρσαβεὲ, ἐβδομήκοντα χιλιάδες ἀνδρῶν. Καὶ ἐξέτεινεν ὁ ἄγγελος τὴν χεῖρα αὐτοῦ ἐπὶ Ἱερουσαλὴμ τοῦ διαφθεῖραι ἐν αὐτῇ. Καὶ 96.393 παρεκλήθη Κύριος ἐπὶ τῇ κακίᾳ. Καὶ εἶπεν τῷ ἀγγέλῳ· Ἱκανὸν, ἄνες τὴν χεῖρά σου.» «Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος.» «Κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει.» «Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε.» -»Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε.» Τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ.»