260
ἀναιδῆ, προκατέχοντα ἡμῶν τὰ ἔνδον, καὶ τῷ ἁγίῳ Πνεύματι τὴν ἄνοδον ἀποκλείοντα. Ὅπου γὰρ ἔχθραι, ἔρεις, θυμοὶ, ἐριθεῖαι, φιλονεικίαι θορύβους ἀσιγήτους ταῖς ψυχαῖς ἐμποιοῦσαι, ἐκεῖ τὸ πνεῦμα τῆς πραότητος οὐκ ἀναπαύεται. 96.284 Ἀπαμβλύνει τὴν προθυμίαν τοῦ ἡγουμένου τῶν προλαβόντων πόνων τὸ ἄκαρπον· ἐπεὶ καὶ γεωργὸς τῶν πρώτων αὐτῷ σπερμάτων μὴ ἐκφυέντων, ὀκνηρότερός ἐστιν πρὸς τὸ δεύτερον ταῖς αὐταῖς ἀρούραις πάλιν ἐγκαταβαλεῖν. Καθόλου τὸ μὴ ἀκούειν, πολλῶν καὶ μεγάλων κακῶν ἐστι ῥίζα. Τὸ ἀφηνιάζειν καὶ ἀντιλέγειν, πολλῶν κακῶν ἀπόδειξιν ἔχει, πίστεως νόσον, καὶ ἐλπίδος ἐνδοιασμὸν, ὄγκον τε καὶ ὑπερηφανίαν ἤθους. Οὐ γὰρ ἀπειθεῖ τις, μὴ πρότερον καταγνοὺς τοῦ συμβουλεύοντος. Οὔτε μὴν ὁ πιστεύων ταῖς ἐπαγγελίαις τοῦ Θεοῦ, βεβαίαν ἔχων ἐπ' αὐτοῖς τὴν ἐλπίδα, κἂν ἐπίπονα ᾖ τὰ προστεταγμένα, ἀποκνεῖ ποτε πρὸς ταῦτα. Ἡ ἀντιλογία, τὸ αὐτοκρατορικὸν δείκνυσι, κἂν ἐν σχήματι ταπεινώσεως γίνηται. Ὁ ποικίλος καὶ ἔντεχνος λόγος, πολὺ τὸ ἐπίπλοκον καὶ ἐγκατάσκευον ἔχων, μυρία κατασχηματίζεται, καὶ στρέφεται στροφὰς ἀμυθήτους, πρὸς τὸ τῶν ἐντυγχανόντων ἀρέσκον μεταμορφούμενος. Φεῦγε τὸ παντοδαπὸν καὶ πολλαπλοῦν τοῦ τρόπου. Ὁ ὄφις ποικίλος, καὶ διὰ τοῦτο ἕρπειν κατεδικάσθη. Ἀναιδὲς βλέμμα καὶ μετέωρος αὐχὴν, καὶ συνεχὴς κίνησις ὀφθαλμῶν, καὶ βάδισμα σεσοβημένον, καὶ τὸ ἐπὶ μηδενὶ τῶν φαύλων ἐρυθριᾷν, σημεῖά ἐστι ψυχῆς αἰσχίστης, τοὺς ἀφανεῖς τῶν οἰκείων ὀνειδῶν τόπους ἐγγραφούσης τῷ φανερῷ σώματι.
ΤΙΤΛ. ΙΘʹ. -Περὶ παραμονῆς καὶ παραμενόντων· καὶ ὅτι δεῖ αὐτοὺς πίστιν καὶ
εὔνοιαν σώζειν πρὸς τοὺς προσλαβόντας. «Πίστιν κτῆσαι μετὰ τοῦ πλησίον, ἵνα ἐν τοῖς ἀγαθοῖς αὐτοῦ εὐφρανθῇς. Ἐν
καιρῷ θλίψεως διάμενε αὐτῷ, ἵνα ἐν τῇ κληρονομίᾳ αὐτοῦ συγκληρονομήσῃς.» «Ἐνοίκησον ἀλλότριον, καὶ διαστρέψει σε ἐν ταραχῇ, καὶ ἀπαλλοτριώσει σε τῶν ἰδίων σου.»
ΤΙΤΛ. Κʹ. -Περὶ προϊσταμένων· καὶ ὅτι χρὴ αὐτοὺς σπουδαίως προΐστασθαι.
«Ὁ προϊστάμενος, ἐν σπουδῇ.»
ΤΙΤΛ. ΚΑʹ. Περὶ πτωχῶν· καὶ ὅτι οὐ χρὴ τοὺς πένητας ἐκκλίνειν, καὶ ἐξουθενεῖν, καὶ ἀποστρέφεσθαι.
«Κραυγὴν πένητος καὶ πτωχοῦ εἰσακούσεται ὁ Θεός.» «Ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι· οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων. Οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός· ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τέλος. Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ἐμπυρίζεται ὁ πτωχός. Σοὶ ἐγκαταλέλειπται ὁ πτωχός. Ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύριε.» 96.285 «Βουλὴν πτωχοῦ κατῃσχύνατε· ὁ δὲ Κύριος ἐλπὶς αὐτοῦ ἐστιν.» «Φάγονται πένητες, καὶ ἐμπλησθήσονται.» «Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων.» «Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν, καὶ τὴν δίκην τῶν πενήτων.» «Πενία ἄνδρα ταπεινοῖ.» «Ὁ ἀτιμάζων πένητα ἁμαρτάνει.» «Πτωχὸς οὐχ ὑφίσταται ἀπειλήν.» «Ὁ συκοφαντῶν πένητα, παροξύνει τὸν ποιήσαντα αὐτόν.» «Ὁ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου λείπεται.» «Προπορεύεται ταπεινοῖς δόξα.» «Πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ παρὰ τῷ Θεῷ.» «Πᾶς ὁ ἀδελφὸν πτωχὸν μισῶν, καὶ φιλίας μακρὰν ἔσται. Κρείσσων πτωχὸς δίκαιος, ἢ πλούσιος ψεύστης.» «Μὴ βιάζου πένητα· πτωχὸς γάρ ἐστι.» «Μὴ παρεκτείνου πένης ὢν πλουσίῳ· τῇ δὲ σῇ ἐννοίᾳ ἀπόσχου.» «Κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ πλουσίου ψεύστου.» «Ἡ σοφία τοῦ πένητος ἐξουδενουμένη, καὶ οἱ λόγοι οὐκ εἰσὶν ἀκουόμενοι.» «Ἐὰν συκοφαντίαν πένητος, καὶ ἀνάγκην κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν χώρᾳ, μὴ θαυμάσῃς ἐπὶ τῷ