1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

56

προσηγορίαν δεχόμεθα. Καὶ πάλιν ἀκακία ἐστὶν ἡ μήπω τοῦ κακοῦ ἐμπειρία, διὰ νεότητα πολλάκις, ἢ βίου τινὸς ἐπιτήδευσιν, ἀπείρως τινῶν πρός τινας κακίας διακειμένων, οἷον ὁ παῖς οὐκ οἶδεν ὑπερηφανίαν, οὐκ οἶδε δόλον, ἢ ῥᾳδιουργίαν. Πάλιν εἰσί τινες τῶν τὴν ἀγροικίαν οἰκούντων, οὐκ εἰδότες τὰς ἐμπορικὰς κακουργίας, οὐδὲ τὰς ἐν δικαστηρίῳ διαπλοκάς· τοὺς τοιούτους ἀκάκους λέγομεν, οὐχ ὡς ἐκ προαιρέσεως κακίας κεχωρισμένους, ἀλλ' ὡς μήπω εἰς πεῖραν τῆς πονηρᾶς ἕξεως ἀφιγμένους. Χαρακτηρίζει οὖν τὸν ἄκακον ἡ ἁπλότης τοῦ ἤθους. ∆ιώκετε ἀλήθειαν εἰλικρινῆ, ἁπλότητα, δικαιοσύνην. Ἄπλαστος ὁ δίκαιος, ὁποῖος Ἰακώβ· διὰ τοῦτο κατοικίζει μονοτρόπους ἐν οἴκῳ. Τὸν ἁπλοῦν καὶ ἄδολον εὐκόλως ἐξαγορεύει τὰ ἀπόῤῥητα τῆς ψυχῆς. Ἀφύλακτον ἡ ἁπλότης, καὶ μετὰ τοῦ σαθροῦ τὸ φιλάνθρωπον, καὶ ἥκιστα κακίαν ὑφορᾶται τὸ κακίας ἐλεύθερον. Τὸ εἰς κακίαν οὐχ ἕτοιμον οὐδὲ εἰς ὑπόνοιαν εὐχερές. Ἡ ἁπλότης τιμία παρὰ Θεῷ. Τὸ γὰρ πανουργὸν, εἰ καὶ δεκτὸν ἐν τοῖς κατὰ Θεὸν σπουδάσμασιν, ἀλλ' οὐδαμῶς εἰς ἀρετῆς εὐωδίαν καταλογισθείη ποτέ.

ΤΙΤΛ. Κςʹ. -Περὶ ἀκτημοσύνης, καὶ αὐταρκείας, καὶ ὀλιγοδείας. «Κρεῖσσον ὀλίγον τῷ δικαίῳ, ὑπὲρ πλοῦτον τῶν ἁμαρτωλῶν πολύν.»

«Κρείσσων ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν, ἢ παράθεσις μόχθων μετὰ ἔχθρας. Κρείσσων ὀλίγων λῆψις μετὰ δικαιοσύνης, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας.» «Κρείσσων ψωμὸς μεθ' ἡδονῆς ἐν εἰρήνῃ, ἢ οἶκος 95.1221 πολλῶν ἀγαθῶν, καὶ ἀδίκων χρημάτων μετὰ μάχης.» «Πλοῦτον καὶ πενίαν μή μοι δῷς, Κύριε, σύνταξον δέ μοι τὰ δέοντα, καὶ τὰ αὐτάρκη, ἵνα μὴ πλησθεὶς, ψευδὴς γένωμαι, καὶ εἴπω· Τίς με ὁρᾷ; ἢ πενηθεὶς, κλέψω, καὶ ὀμόσω τὸ ὄνομα τοῦ Θεοῦ.» «Μέλι εὑρὼν, φάγε τὸ ἱκανὸν, μήποτε πλησθεὶς ἐξεμέσῃς. Ἐσθίειν μέλι πολὺ οὐ καλόν. «Κρεῖσσον πλήρωμα δρακὸς μετὰ ἀναπαύσεως, ὑπὲρ πλήρωμα δύο δρακῶν ἐν μόχθῳ.» «Ζωὴ αὐταρκείας ἐργάτου γλυκανθήσεται.» «Ὕπνος ὑγείας ἐπὶ ἐντέρῳ μετρίῳ.» «Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδους. Ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν.» «Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία· καὶ οὐδείς τι τῶν ὑπαρχόντων ἔλεγεν ἴδιον εἶναι, ἀλλ' ἦν αὐτοῖς πάντα κοινά.» «Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα. Αὐτοὶ γινώσκετε, ὅτι ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.» «Ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμὶ, αὐτάρκης εἶναι. Οἶδα ἐγὼ καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν ἐν παντὶ, καὶ ἐν πᾶσι· μεμύημαι καὶ χορτάζεσθαι, καὶ πεινᾷν, καὶ περισσεύειν, καὶ ὑστερεῖσθαι. Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» «Ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἶπεν· Οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλίπω.» «Μηκέτι ὑδροπότει, ἀλλ' οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στομαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας.» «Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας. Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα.» Οὐκ εὔχομαι πλουτεῖν, οὔτε ἔραμαι, ἀλλά μοι εἴη ζωὴ ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι κακόν. Μεγάλην ἔχε τὴν ψυχήν· τοῖχοι δὲ μικροὶ καὶ μείζους τὴν αὐτὴν χρείαν παρέχονται. Ἡ οἰκονομοῦσα τὸ ζῶον δύναμις, αὐτάρκειαν μὲν καὶ λιτότητα ῥᾳδίως κατειργάσατο, καὶ ᾠκείωσε τῷ τρεφομένῳ· πολυτέλειαν δὲ καὶ ποικιλίαν βρωμάτων παραλαβοῦσα, εἶτα ἀντισχεῖν πρὸς τὸ πέρας οὐκ ἐξαρκέσασα, τὰ ποικίλα· γένη τῶν νοσημάτων ἐποίησεν. 95.1224 Παράχρησίς ἐστιν ἡ ὑπὲρ τὴν χρείαν δαπάνη. Σκοπὸς ἐσθῆτος εἰς κάλυμμα εἶναι σαρκὸς πρὸς χειμῶνα καὶ θέρος αὔταρκες. Ἀκτημοσύνην ἐκείνην ἔφη ὁ Κύριος τὸ μέτρον εἶναι, ὥστε εἰς τὸν ἔσχατον χιτῶνα αὐτοῦ ἕκαστον περιεστάναι τὴν κτῆσιν. Οὐκ ἐπαινοῦμέν τι τῶν μετὰ τὸν λαιμὸν ὁμοτίμων, μᾶλλον δὲ ἀτίμων,