1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

138

Εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ, ἐξεπλήσσοντο σφόδρα, λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; ἐμβλέψας δὲ ὁ Ἰησοῦς, εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά.» «Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα,» καὶ τὰ λοιπά. «Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. Οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε. Οὐαὶ ὑμῖν οἱ γελῶντες, ὅτι πενθήσετε καὶ κλαύσετε. «Ἀπόστητε ἀπ' ἐμοῦ, πάντες οἱ ἐργάται τῆς ἀδικίας. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς ὀδόντων.» «∆ιὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; ∆ιὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ἀλλ' ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. Ἢ οὐκ οἴδατε, ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν;» «Ὁ ἀδικῶν κομιεῖται ὃ ἠδίκησε. Καὶ οὐκ ἔστι προσωποληψία παρὰ τῷ Θεῷ.» «Μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν πράγματι τὸν ἀδελφὸν αὐτοῦ· διότι ἔκδικος ὁ Θεὸς περὶ πάντων τούτων.» «Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα τοῦ Θεοῦ.» «Οἱ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμὸν, καὶ εἰς παγίδα, καὶ εἰς ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.» «Οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. Ὁ πλοῦτος ὑμῶν σέσηπε, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα ἐγένετο. Ὁ χρυσὸς ὑμῶν, καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται, καὶ φάγεται τὰς σάρκας ὑμῶν ὁ ἰός. Ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάτῃ ἡμέρᾳ.» «Ἡ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος. Ἐὰν ὁ ἀδελφὸς, ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχουσι, καὶ λειπόμενοι τῆς ἐφημέρου τροφῆς, εἴπῃ δέ τις ἐξ ὑμῶν, Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε, καὶ χορτάζεσθε· μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί ὄφελος;» «Οἶδε Κύριος εὐσεβεῖς ἐκ τῶν πειρασμῶν ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν.» «Ὅστις ἔχει τὸν βίον τοῦ κόσμου τούτου, καὶ θεωρεῖ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα, καὶ κλείσει τὰ σπλάγχνα, πῶς ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν αὐτῷ;» Ἄκουσαι ἄνθρωπε, Σολομῶντος· Μὴ εἴπῃς, Ἐπανελθὼν ἐπάνηκε. καὶ αὔριον δώσω. Οὐ γὰρ 95.1484 οἶδας, τί τέξεται ἡ ἐπιοῦσα. Οἴων παραγγελμάτων ὑπερορᾷς! Καὶ κατηφὴς εἶ, καὶ δυσέντευκτος, ἐκκλίνων τὰς ἀπαντήσεις, μήπου τι, καὶ μικρὸν ἀναγκασθῇς τῶν χειρῶν ἐκβαλεῖν. Μίαν οἶδας φωνήν· Οὐκ ἔχω, οὐδὲ δώσω· πένης γάρ εἰμι. Πένης εἶ τῷ ὄντι, καὶ ἐνδεὴς παντὸς ἀγαθοῦ· πένης ἀγάπης, πένης φιλανθρωπίας, πένης πίστεως εἰς Θεὸν, πένης ἐλπίδος τῆς αἰωνίου. Συμμεριστὰς ποίησον τῶν σητῶν τοὺς ἀδελφούς σου. Τὸ αὔριον σηπόμενον, σήμερον μετάδος τοῖς δεομένοις. Πλεονεξίας εἶδος τὸ χαλεπώτατον, μηδὲν τῶν φθειρομένων τοῖς ἐνδεέσι καταμερίσαι. Τίνα, φησὶν, ἀδικῶ, συνέχων τὰ ἐμαυτοῦ; ποῖα, εἰπέ μοι, σαυτοῦ; Οὐχὶ γυμνὸς ἐξέπεσας τῆς γαστρός; οὐχὶ γυμνὸς πάλιν εἰς τὴν γῆν ἀποστρέφεις; τὰ δὲ παρόντα σοι πόθεν; Εἰ μὲν ἀπὸ ταυτομάτου λέγεις, ἄθεος εἶ, μὴ γνωρίζων τὸν Κτίσαντα, μηδὲ χάριν ἔχων τῷ δεδωκότι. Εἰ δὲ ὁμολογεῖς εἶναι παρὰ Θεοῦ, εἰπὲ τὸν λόγον δι' ὃν ἔλαβες. Μὴ ἄδικος ὁ Θεὸς, ὁ ἀνίσως ἡμῖν διαιρῶν τὰ τοῦ βίου; διὰ τί σὺ μὲν πλουτεῖς, ἐκεῖνος δὲ πένεται, ἢ πάντως ἵνα καὶ σὺ χρηστότητος καὶ πιστῆς οἰκονομίας μισθὸν ὑποδέξῃ, κἀκεῖνος τοῖς μεγάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῇ; Σὺ δὲ πάντα τοῖς ἀπληρώτοις τῆς πλεονεξίας κόλποις περιλαμβάνων, οὐδένα οἴει ἀδικεῖν τοσούτοις ἀποστερῶν; τίς ἐστιν ὁ πλεονέκτης; Ὁ μὴ ἐμμένων τῇ αὐταρκείᾳ. Τίς δὲ ὁ ἀποστερητής; ὁ ἀφαιρούμενος τὰ ἑκάστων. Σὺ δὲ ὁ πλεονέκτης, σὺ δὲ ἀποστερητὴς, ἃ πρὸς οἰκονομίαν ἐδέξω, ταῦτα ἴδια σεαυτοῦ ποιούμενος. Εἰ ὁ μὲν ἐνδεδυμένον ἀπογυμνῶν, λωποδύτης ὁμολογηθήσεται, ὁ δὲ γυμνὸν μὴ ἐνδύων, δυνάμενος τοῦτο ποιεῖν, ἄλλης προσηγορίας ἐστὶ ἄξιος; Τοῦ πεινῶντός ἐστιν ὁ ἄρτος, ὃν σὺ κατέχεις·