1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

100

ἀδικούμενος, καὶ οὐ σώσεις; Τί μοι ἔδειξας κόπους ἐπιβλέπειν; ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. ∆ιὰ τοῦτο διεσκέδασται νόμος, ὅτι ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον. Ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρῖμα διεστραμμένον.» «Ἀπεκρίθη ἄγγελος Κυρίου, καὶ εἶπε· Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες; Τοῦτο ἑβδομηκοστὸν ἔτος.» «∆ίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ· πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν δὲ πάντες οἱ ἀθετοῦντες;»

ΤΙΤΛ. Εʹ. -Περὶ τῶν δουλευόντων Θεῷ· καὶ ὅτι χρὴ τούτους τιμᾷν, καὶ τὰ

πρὸς τὴν χρείαν νέμειν. «Εἶπεν ὁ Σαοὺλ τῷ παιδαρίῳ αὐτοῦ· Τί οἴσομεν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ; ὅτι οἱ

ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγείων ἡμῶν. Καὶ εἶπε τὸ παιδάριον· Ἰδοὺ ἐν τῇ χειρί μου τέταρτον σίκλου ἀργυρίου, καὶ δώσεις τῷ ἀνθρώπῳ τοῦ Θεοῦ.» «Εἶπεν Ἱεροβοὰμ πρὸς τὴν γυναῖκα αὐτοῦ· Ἀνάστηθι, καὶ λάβε εἰς τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ Θεοῦ ἄρτους καὶ κολλυρίδας τοῖς τέκνοις αὐτοῦ, καὶ σταφυλὴν, καὶ μέλι.» «Ἔλαβεν Ἀβδιοὺ ἕκατον ἄνδρας προφήτας, καὶ ἔκρυψεν αὐτοὺς ἀνὰ πεντήκοντα ἐν σπηλαίοις, καὶ ἔτρεφεν αὐτούς.» «Εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς· Ἰδοὺ διαπορεύεται ἐφ' ἡμᾶς ἄνθρωπος τοῦ Θεοῦ· ποιήσωμεν αὐτῷ ὑπερῷον, καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην, καὶ τράπεζαν, καὶ λυχνίαν.» «Ἀντιλαμβανόμενος δικαίου, οὗτος ἀνατελεῖ.» «Ὡς εἴ τις πηγὴν φράσσοι, καὶ ὕδατος διέξοδον λυμαίνοιτο, οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς.» 95.1361 Ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων, οὐκ ἀγαθός.» «Ζημιοῦν ἄνδρα δίκαιον, οὐ καλὸν, οὐδὲ ὅσιον.» «Εὐποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδωμα, καὶ εἰ μὴ παρ' αὐτοῦ, ἀλλὰ παρὰ τοῦ Ὑψίστου.» Οἱ τοὺς ἀγαθοὺς ἐπαινοῦντες, μερισταὶ τῶν ἐκείνοις ἀποκειμένων στεφάνων εἰσίν. Οὐκ ἔστι μέγα τὸ φροντίζειν ἀνδρὸς δικαίου. Ἀλλὰ χάριν λαμβάνει ὁ καταξιούμενος διακονεῖν αὐτῷ.

ΤΙΤΛ. ϛʹ. -Περὶ διαγνώσεως καλοῦ καὶ πονηροῦ· καὶ ὅτι ἀπὸ τῶν ἔργων, καὶ

μὴ ἀπὸ τῶν λόγων χρὴ δοκιμάζειν ἕκαστον. «Στολισμὸς ἀνδρὸς, καὶ βῆμα ποδὸς, καὶ γέλως ὀδόντων ἀναγγελεῖ τὰ περὶ

αὐτοῦ.» «Ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.» «Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵ τινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.» «Ἕκαστον δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται.» «Ἀγαπητοὶ, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα.» Ἐνδέχεται μὲν, ὦ παιδίον, λέγειν μὲν εὖ, φαῦλον δὲ ὑπάρχειν, πράσσοντα δὲ εὖ, φαῦλον εἶναι ἀδύνατον.

ΤΙΤΛ. Ζʹ. -Περὶ δικαίων, καὶ εὐχῆς παρ' αὐτῶν γινομένης· καὶ ὅτι φυλάττει

αὐτοὺς ἐκ πειρασμῶν. «Προσεύξατο Ἀβραὰμ πρὸς τὸν Θεὸν, καὶ ἰάσατο Ἀβιμέλεχ, καὶ τὴν γυναῖκα

αὐτοῦ καὶ τὰς παιδίσκας, καὶ ἔτικτον.» «Οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ, καὶ καθιεῖται αὐτοὺς εἰς νίκος, καὶ ὑψωθήσονται.» «Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν,» καὶ τὰ λοιπά. «Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν.» -»Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δεήσεις αὐτῶν.» «Ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύριος. Γινώσκει Κύριος τὰς,» κ. τ. ε. «Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν· ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.» «Συνθέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως.» «Εὐχὴ κατευθυνόντων δεκτὴ παρὰ Θεῷ.» «∆ιὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα.» «Ἐπαύλεις δικαίων εὐλογοῦνται.» «Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου.» «Φῶς