1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

118

πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε, καὶ ποιήσητε αὐτὰ, δώσω τὸν ὑετόν μου ἐν καιρῷ αὐτοῦ ὑμῖν, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν. Καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν σπόρον, καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονὴν, κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ κοιμηθήσεσθε, καὶ οὐκ ἔσται ὑμᾶς ἐκφοβῶν. Καὶ ἀπολῶ θηρία πονηρὰ ἐκ τῆς γῆς ὑμῶν, καὶ πεσοῦνται [οἱ ἐχθροὶ ὑμῶν] ἐνώπιον ὑμῶν φόνῳ, καὶ διώξονται ὑμῶν πέντε ἑκατὸν, καὶ ἑκατὸν ὑμῶν διώξουσι μυρίους· καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐνώπιον ὑμῶν μαχαίρᾳ. Καὶ ἐπιβλέψω ὑμᾶς, καὶ αὐξήσω ὑμᾶς, καὶ στήσω τὴν διαθήκην μου μεθ' ὑμῶν. Καὶ φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε. Καὶ θήσω τὴν διαθήκην μου ἐν ὑμῖν, καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς. Καὶ ἐμπεριπατήσω ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν Θεός.» «Πρόσεχε σεαυτῷ, καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα. Μὴ ἐπιλάθῃ πάντας τοὺς λόγους, οὓς ἑωράκασιν ὀφθαλμοί σου, καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου.» «Φυλάττων φύλαξαι τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου, τὰ μαρτύρια καὶ τὰ δικαιώματα ὅσα ἐνετείλατό σοι «Οὐκ ἐκκλινεῖς δεξιᾷ, οὐδὲ ἀριστερᾷ, κατὰ πᾶσαν τὴν ὁδὸν, ἣν ἐνετείλατό σοι ὁ Κύριος.» «Ἐὰν ἀκούσητε τὰ δικαιώματά μου ταῦτα, καὶ φυλάξητε, καὶ ποιήσητε, διαφυλάξει Κύριος ὁ Θεὸς ὑμῖν τὴν διαθήκην, καὶ τὸ ἔλεος, ὃ ὥρισε τοῖς πατράσιν ὑμῶν, καὶ ἀγαπήσει σε Κύριος, καὶ εὐλογήσει τὰ ἔγγονα τῆς κοιλίας σου, καὶ τὸν καρπὸν τῆς γῆς σου, καὶ τὸν σιτόν σου, καὶ τὸν οἶνόν σου, καὶ τὸ ἔλαιόν σου· καὶ εὐλογητὸς ἔσῃ παρὰ πάντα τὰ ἔθνη.» «Ἐὰν ἀκοῇ ἀκούσῃ τῆς φωνῆς Κυρίου, εὐλογημένος σὺ ἐν ἀγρῷ, καὶ εὐλογημένη ἡ ἀποθήκη σου, καὶ τὰ ἐγκαταλείμματά σου. Εὐλογημένος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε· ἀποστείλῃ Κύριος ἐπὶ σὲ τὴν εὐλογίαν, οὗ ἐὰν ἐπιβάλλῃς τὴν χεῖρά σου, καὶ εὐλογήσει πάντα τὰ ἔργα τῶν χειρῶν σου, καὶ δανιεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανιῇ· καὶ ἄρξεις ἐθνῶν πολλῶν. Καὶ καταστήσει σε Κύριος εἰς κεφαλὴν, καὶ μὴ εἰς οὐρὰν, καὶ δώσει τὸν ὑετὸν τῆς γῆς σου ἕως καιροῦ.» «Εἶπε Σαμουήλ· Εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαυτώματα καὶ θυσίαι, ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου; Ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν.» «Ἡ ὑπακοή σου ἐπλήθυνέ με εἰς πλατυσμόν.» 95.1420 «Ὁδοὺς αὐτοῦ ἐφύλαξα, καὶ οὐ μὴ ἐκκλίνω ἀπὸ τῶν ἐντολῶν αὐτοῦ, ἵνα μὴ ἀποθάνω.» «Ἐὰν ἀκούσωσι καὶ δουλεύσωσι, συντελέσουσι τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς, καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις.» «Ἡ ἐντολὴ τοῦ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς.» «Ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ.» «Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυλάξασθαι.» «Ὁ νόμος σου ἀλήθεια.» «Πάντες οἱ λόγοι Κυρίου πεπυρωμένοι. Ὑπερασπίζει δὲ τῶν εὐλαβουμένων αὐτόν.» «Τέλος λόγου, τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε.» «Πρόσταγμα Κυρίου πηγὴ ζωῆς.» «Οἱ ἀγαπῶντες τὸν νόμον, περιβαλοῦσιν ἑαυτοῖς τεῖχος.» «Τάδε λέγει Κύριος· Ἐὰν ἐν τοῖς ὁδοῖς μου πορεύῃ, καὶ ἐν τοῖς προστάγμασί μου φυλάσσῃ, σὺ διακρινεῖς τὸν οἶκόν μου.» «Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφηθείη ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν.» «Κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος, ἢ περισσεύων φρονήσει, καὶ παραβαίνων νόμον.» «Οὐδὲν γλυκύτερον τοῦ προσέχειν ἐντολαῖς Κυρίου.» «Ὁ ζητῶν νόμον, ἐμπλησθήσεται αὐτοῦ.» «Θὲς τὸν θησαυρόν σου κατ' ἐντολὰς Ὑψίστου, καὶ λυσιτελέσει σοι μᾶλλον ἢ τὸ χρυσίον.» «Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Πᾶς ὅστις ἀκούει μου τοὺς λόγους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν. Τεθεμελίωτο γὰρ ἐπὶ πέτραν.» «Ὃς ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου, καὶ ἀδελφὴ, καὶ μήτηρ ἐστίν.» «Ὁ ὢν ἐκ Θεοῦ, τὰ ῥήματα Θεοῦ ἀκούει.» «Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ