90
οὐρανόθεν ῥήματι κατενέγκας, καὶ δι' εὐχῆς νεκροὺς ἀνεγείρας, ἐφοβήθη γυναῖκα; ναὶ, ἐφοβήθη. Οὐδεμία γὰρ συγκρίνεται κακία γυναικὶ πονηρᾷ. Μαρτυρεῖ μοι τῷ λόγῳ ἡ Σοφία λέγουσα· Οὐκ ἔστι κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστι κακία ὑπὲρ κακίαν γυναικός. Ὢ τὸ κακὸν τοῦ διαβόλου καὶ ὀξύτατον ὅπλον· διὰ γυναικὸς ἐξ ἀρχῆς ἐν τῷ παραδείσῳ κατέτρωσε τὸν Ἀδάμ. ∆ιὰ γυναικὸς τὸν ∆αβὶδ πρὸς τὴν κατὰ τοῦ Οὐρίου δολοφονίαν ἐξέμανεν. ∆ιὰ γυναικὸς τὸν σοφώτατον Σολομῶντα πρὸς παράβασιν κατέστρεψεν· διὰ γυναικὸς τὸν ἀνδρειότατον Σαμψὼν ξυρήσας ἐτύφλωσεν. ∆ιὰ γυναικὸς τοὺς υἱοὺς Ἡλὶ τοῦ ἱερέως ἐδάφισεν· διὰ γυναικὸς τὸν οὐρανοδρόμον Ἠλίαν ἐδίωκε· διὰ γυναικὸς τὸν εὐγενέστατον Ἰωσὴφ φυλακῇ κατέκλεισε. ∆ιὰ γυναικὸς τὸν παντὸς κόσμου λύχνον Ἰωάννην ἐπέτεμε· διὰ γυναικὸς πάντας κατασφάζει. Γυνὴ γὰρ ἀναιδὴς οὐδενὸς φείδεται. Οὐ Λευΐτην τιμᾷ, οὐχ ἱερέα ἐντρέπεται, οὐ προφήτην ἐναιδεῖται. Ὢ κακοῦ κακὸν κάκιστον, γυνὴ πονηρὰ, κἂν ᾖ πενιχρά. Ἐὰν δὲ καὶ πλοῦτον ἕλῃ τῇ πονηρίᾳ αὐτῆς συνεργοῦντα, δισσὸν τὸ κακόν· ἀφόρητον τὸ ζῶον, ἀθεράπευτον τὸ θηρίον. Ἐγὼ οἶδα καὶ ἀσπί 95.1328 δας κολακευομένας ἡμεροῦσθαι, καὶ λέοντας, καὶ τίγρεις, καὶ παρδάλεις τιθασσευομένας πραΰνεσθαι· γυνὴ δὲ πονηρὰ καὶ ὑβριζομένη μαίνεται, καὶ κολακευομένη ἐπαίρεται. Κἂν ἔχῃ ἄνδρα ἄρχοντα, νύκτωρ τε καὶ μεθ' ἡμέραν τοῖς λόγοις αὐτὸν ἐκμοχλεύουσα πρὸς δολοφονίαν ὀξύνει, ὡς Ἡρωδιὰς τὸν Ἡρώδην. Κἂν πένητα ἔχῃ τὸν ἄνδρα πρὸς ὀργὰς καὶ μάχας αὐτὸν διεγείρει· κἂν χήρα τυγχάνῃ, αὕτη δι' ἑαυτῆς τοὺς πάντας ἀτιμάζει. Φόβῳ γὰρ Θεοῦ οὐ χαλινοῦται τὴν γλῶσσαν· οὐκ εἰς τὸ μέλλον κριτήριον ἀποβλέπει· οὐ φιλίας οἶδεν θεσμόν. Οὐδέν ἐστι γυναικὶ πονηρᾷ τὸν ἴδιον ἄνδρα παραδοῦναι εἰς θάνατον. Ἀμέλει γοῦν τὸν δίκαιον Ἰὼβ ἡ ἰδία γυνὴ πρὸς θάνατον παρεδίδου, λέγουσα· Εἶπόν τι ῥῆμα βλάσφημον πρὸς Κύριον, καὶ τελεύτα. Ὢ φύσεως μοχθηρᾶς! ὢ προαιρέσεως ἀνοσίας! οὐκ ἠλέησεν ἰδοῦσα τοῦ ἰδίου ἀνδρὸς τὰ σπλάγχνα ὑπὸ τῶν ἀναζεουσῶν φλυκτίδων, ὥσπερ ὑπὸ ἀνθράκων σπινθηροβόλων καιόμενα, καὶ ὅλας τὰς σάρκας αὐτοῦ τοῖς σκώληξι συνειλημμένας. Οὐ κατεκάμφθη πρὸς οἶκτον, ἰδοῦσα αὐτὸν, ὅλον δι' ὅλου ἑλισσόμενον καὶ κάμνοντα, καὶ ἀγωνιῶντα, καὶ συνεχῆ ἄσθματα ἐκ λαγόνων μετὰ πόνου κεχηνότι τῷ στόματι φέροντα. Οὐκ ἐμειλίχθη πρὸς εὐσπλαγχνίαν, ὁρῶσα τόν ποτε ἐν βασιλικῇ πορφυρίδι, τότε ἐπὶ κοπρίας κείμενον, γεγυμνωμένον τῷ σώματι. Καὶ οὐκ ἐμνημόνευσε τῆς πρὸς αὐτὸν ἀρχαίας συνηθείας, καὶ οὐδὲ ὅσα δι' αὐτὸν ἐπίδοξα καλὰ ἤνθησεν. Ἀλλὰ τί; Εἶπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ἆρά σοί ποτε ἀῤῥωστούσῃ τοιοῦτον ἐφθέγξατο; Καὶ οὐχὶ εὐχαῖς τὴν νόσον ἀπέσμηξεν; Οὐκ ἤρκει γὰρ αὐτῷ ἡ πρὸς καιρὸν πενία, ἀλλὰ καὶ αἰώνιον αὐτῷ προξενεῖς διὰ τῆς βλασφημίας τὴν κόλασιν; Ἢ οὐκ οἶδας, ὅτι πᾶσα ἁμαρτία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ κατὰ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται, οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι; Θέλεις ἰδεῖν καὶ ἄλλην τῆς πονηρίας ταύτης ὁμόζυγον; ἴδε μοι καὶ τὴν ∆αλιδάν. Καὶ γὰρ ἐκείνη τὸν Σαμψὼν τὸν ἀνδρειότατον ἄνδρα ξυρήσασα, τοῖς ἀλλοφύλοις παρέδωκε, τὸν ἴδιον ἄνδρα, τὸν ἴδιον σύνευνον, ὃν ἔθαλπεν, ὃν ἐθώπευεν, ὃν ἐκολάκευεν, ὃν ὑπὲρ ἑαυτὴν ἀγαπᾷν ὑπεκρίνατο· ὃν χθὲς ἠγάπα, σήμερον ἠπάτα· ὃν χθὲς ἔθαλπεν ἀγαπῶσα, σήμερον ἔθαπτεν ἀπατῶσα. Καὶ μὴν οὐκ ἦν ὡραῖος; καὶ τίς αὐτοῦ ὡραιότερος κατ' ἐκεῖνο καιροῦ; ὥστε ἑπτὰ βοστρύχους ἐπὶ κεφαλῆς ἔφερε, τῆς ἑπταφώτου χάριτος τὴν εἰκόνα βαστάζων. Μὴ οὐκ ἦν ἀνδρεῖος; ὥστε τὸν λέοντα φοβερὸν ὄντα ἐν τῇ ὁδῷ μόνος ἀπέπνιξεν, καὶ μιᾷ σιαγόνι ὄνου μυρίους ἀλλοφύλους κατέστρωσεν. Ἀλλὰ καὶ ἅγιος ἦν. Τοσοῦτον γὰρ ἦν ἅγιος, ὡς διψήσαντα αὐτὸν ἐν σπάνει ὕδατος εὔξασθαι, καὶ ἐκ τῆς κατεχομένης ἐν τῇ χειρὶ αὐτοῦ σιαγόνος νεκρᾶς ὕδατος πηγὰς ἐξενέγκαι, κἀκεῖθεν τὸ ἴαμα τῆς δίψης ἀρύσασθαι. Καὶ τὸν οὕτως ὡραῖον, τὸν οὕτως ἀνδρεῖον, ἡ ἰδία γυνὴ ὡς πολέμιον τοῖς ἀλλοφύλοις παρέδωκεν. ∆ιὰ τοῦτο παραγγέλλει σοι ὁ προφήτης· Ἀπὸ