1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

232

[∆ίδου δ' ὁρόωσιν ἔρευθος,] ὀφθαλμοὺς ἔχουσα τυφλοὺς, καὶ εἰς γῆν νεύοντας ὀφρύας.

ΤΙΤΛ. Εʹ. -Περὶ νηστείας καὶ νηστευόντων.

«Εἰ εἰς κρίσιν καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινὸν, ἵνα τί μοι νηστεύετε; Οὐχὶ τοιαύτην νηστείαν ἐξελεξάμην, λέγει Κύριος; ἀλλὰ λύε 96.193 πάντα σύνδεσμον ἀδικίας· διάλυσον στραγγαλιὰς βιαίων συναλλαγμάτων. Ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα. ∆ιάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει.» «Ὅταν νηστεύητε, μὴ γίνεσθε ὡς ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα ἑαυτῶν, ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Σὺ δὲ νηστεύων, ἄλειψαί σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ. Καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ.» Νηστεία ἀληθὴς ἡ τῶν κακῶν ἀλλοτρίωσις. - Κόρος μὲν γὰρ εἰς γαστέρα τὴν χάριν ἵστησιν· νηστεία δὲ πρὸς ψυχὴν ἀναβιβάζει τὸ κέρδος. Εὐθύμησον, ὅτι σοι δέδοται παρὰ τοῦ ἰατροῦ φάρμακον ἁμαρτίας ἀναιρετικόν. Ὥσπερ γὰρ οἱ ἐν τοῖς ἐγκάτοις τῶν παίδων ζωογονούμενοι σκώληκες, φαρμάκοις τισὶ δριμυτάτοις ἐξαφανίζονται, οὕτως ἁμαρτίαν ὑποικουροῦσαν ἐν τῷ βάθει, τῇ ψυχῇ ἐπεισελθοῦσα ἐναποκτείνει νηστεία. Μὴ ἀφανίσῃς τὸ πρόσωπόν σου ὥσπερ οἱ ὑποκριταί. Οἷος εἶ, τοιοῦτος φαίνου, μὴ κατασχηματίζων σεαυτὸν πρὸς τὸ σκυθρωπὸν, τὴν ἐκ τοῦ δοκεῖν ἐγκρατὴς εἶναι δόξαν θηρώμενος. Οὔτε εὐποιίας σαλπιζομένης ὄφελος, καὶ νηστείας δημοσιευομένης κέρδος οὐδέν. Τὰ γὰρ ἐπιδεικτικῶς γινόμενα, οὐ πρὸς τὸν αἰῶνα τὸν μέλλοντα τὸν καρπὸν ἐκτείνει, ἀλλ' εἰς τὸν τῶν ἀνθρώπων ἔπαινον καταστρέφει. Πρόσδραμε τοίνυν φαιδρῶς τῇ δωρεᾷ τῆς νηστείας. Ἀρχαῖον δῶρον ἡ νηστεία, οὐ παλαιούμενον καὶ γηράσκον, ἀλλ' ἀνανεούμενον ἀεὶ, καὶ εἰς ἀκμὴν ἐπανθοῦν. Οὐ νεώτερον τὸ ἐφεύρημα· πατέρων ἐστὶ τὸ κειμήλιον. Πᾶν τὸ ἀρχαιότητι διαφέρον αἰδέσιμον. ∆υσωπήθητι τὴν πολιὰν τῆς νηστείας. Ἡλικιώτης ἐστὶ τῇ ἀνθρωπότητι. Νηστεία ἐν τῷ παραδείσῳ ἐνομοθετήθη. Τὴν πρώτην ἐντολὴν ἔλαβεν ὁ Ἀδάμ· Ἀπὸ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε. Τὸ δὲ, Οὐ φάγεσθε, νηστείας ἐστὶ καὶ ἐγκρατείας νομοθεσία. Εἰ ἐνήστευσεν ἀπὸ τοῦ ξύλου ἡ Εὔα, οὐκ ἂν ταύτης ἐδεόμεθα νῦν τῆς νηστείας. Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Ἐκακώθημεν διὰ τῆς ἁμαρτίας. Ἰαθῶμεν διὰ τῆς μετανοίας. Μετάνοια δὲ χωρὶς νηστείας, ἀργή. Ἐπικατάρατος ἡ γῆ· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι. Στυγνάζειν προσετάχθης (μὴ γὰρ τρυφᾷν) διὰ νηστείας ἀπολόγησαι τῷ Θεῷ. Ἀλλὰ καὶ ἡ ἐν τῷ παραδείσῳ διαγωγὴ, νηστείας ἐστὶν εἰκών. Ἐπειδὴ δὲ οὐκ ἐνηστεύσαμεν, ἐξεπέσαμεν τοῦ παραδείσου. Νηστεύσωμεν τοίνυν, ἵνα πρὸς αὐτὸν ἐπανέλθωμεν. Οὐχ ὁρᾷς τὸν Λάζαρον, πῶς διὰ νηστείας εἰσῆλθεν 96.196 εἰς τὸν παράδεισον· μὴ μιμήσῃ τῆς Εὔας τὴν παρακοήν· μὴ πάλιν σύμβουλον παραδέξῃ τὸν ὄφιν, φειδοῖ τῆς σαρκὸς τὴν βρῶσιν ὑποτιθέμενον· μὴ προφασίζου ἀῤῥωστίαν σώματος καὶ ἀδυναμίαν. Οὐ γὰρ ἐμοὶ τὰς προφάσεις, ἀλλὰ τῷ εἰδότι λέγεις. Νηστεύειν οὐ δύνασαι; κορέννυσθαι δὲ, εἰπέ μοι, καὶ συντρίβειν τὸ σῶμα τῷ βάρει τῶν ἐσθιομένων δύνασαι; Καὶ μὴν τοῖς ἀσθενοῦσιν, οὐ βρωμάτων ποικιλίαν, ἀλλὰ ἀσιτίαν καὶ ἔνδειαν οἶδα τοὺς ἰατροὺς ἐπιτάσσοντας. Πῶς οὖν ταῦτα δυνάμενος, ἐκεῖνα προφασίζῃ μὴ δύνασθαι; τί εὐκοπώτερον τῇ γαστρὶ, λιτότητι διαίτης παρενεγκεῖν τὴν νύκτα, ἢ δαψιλείᾳ βρωμάτων βεβαρημένην κεῖσθαι· μᾶλλον δὲ μηδὲ κεῖσθαι, ἀλλὰ πυκνὰ μεταστρέφεσθαι διαῤῥηγνυμένην καὶ στένουσαν; Μωσέα διὰ νηστείας ἔγνωμεν προσβάλλοντα τῷ ὄρει· οὐ γὰρ ἂν