1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

88

ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ' Αἰγύπτου· διέῤῥαγκα τὴν κοίτην μου κρόκῳ, τὸν δὲ οἶκόν μου κινναμώμῳ. Ἐλθὲ, καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου. ∆εῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι. Οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ· πεπόρευται ὁδῷ μακρᾷ, ἔνδεσμον ἀργυρίου λαβὼν ἐν τῇ χειρὶ αὐτοῦ, δι' ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ. Ἀπεπλάνησε δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ, βρόχοις δὲ τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν. Ὁ δὲ ἐπηκολούθησε κεπφωθεὶς, καὶ ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται, καὶ ὥσπερ κύων ἐπὶ δεσμὸν, ἢ ὡς ἔλαφος πεπληγὼς εἰς τὸ ἧπαρ, σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα, οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει. Πολλοὺς τρώσασα καταβέβληκε, καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν. Ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς, κατάγουσαι εἰς ταμεῖα θανάτου.» «Ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑὸς, οὕτως γυναικὶ κακόφρονι κάλλος.» «Γυνὴ ἄφρων καὶ θρασεία, ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην. Ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου, ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις 95.1321 προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν. Ὅς ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρός με, ἐνδεὴς δὲ φρονήσεως, παρακελεύομαι, λέγουσα· Ἄρτων κρυφίων ἡδέως ἅψασθε, καὶ ὕδατος κλοπῆς γλυκεροῦ πίεσθε. Ὁ δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ' αὐτῇ ὀλοῦνται, καὶ εἰς πέταυρον ᾅδου συναντᾷ.» «Ὥσπερ σκώληξ ἐν ξύλῳ, οὕτως ἄνδρα ἀπόλλυσι γυνὴ κακοποιός.» «Ὁ κατέχων μοιχαλίδα, ἄφρων καὶ ἀσεβής.» «Κρεῖσσον οἰκεῖν ἐν ἐρήμῳ, ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου.» «Σταγόνες ἐκβάλλουσιν ἄνθρωπον ἐν ἡμέρᾳ χειμερινῇ ἐκ τοῦ οἴκου αὐτοῦ, ὡσαύτως καὶ γυνὴ λοίδορος ἐκ τοῦ ἰδίου οἴκου ἄνδρα ἐκβάλλει.» «Ἀπὸ τῆς συγκοίτου σου φύλαξαι, τοῦ ἀναθέσθαι αὐτῇ τι ποιεῖν.» «Μὴ δῷς γυναικὶ τὴν ψυχήν σου, μὴ ὑπάντα ἑταιριζομένῃ. Μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε. Παρθένον μὴ καταμάνθανε. Μὴ δῷς πόρνῃ τὴν ψυχήν σου. Ἀπόστρεψον τὸν ὀφθαλμόν σου ἀπὸ γυναικὸς εὐμόρφου. Μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον. Ἐν κάλλει γὰρ γυναικὸς πολλοὶ ἐπλανήθησαν.» «Οἶνος καὶ γυναῖκες ἀποστήσουσι συνετούς.» «Πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα, καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται.» «Γυνὴ καταλιποῦσα τὸν ἄνδρα, καὶ παριστῶσα κληρονόμον ἐξ ἀλλοτρίων, πρῶτον ἐν νόμῳ Ὑψίστου ἠπείθησε, καὶ δεύτερον εἰς ἄνδρα αὐτῆς ἐπλημμέλησεν, καὶ τὸ τρίτον ἐν πορνείᾳ ἐμοιχεύθη, καὶ ἐξ ἀλλοτρίου ἀνδρὸς τέκνα παρέστησεν. Αὕτη εἰς ἐκκλησίαν ἐξαχθήσεται· οὐ διαδώσουσι τὰ τέκνα αὐτῆς ῥίζαν, καὶ οἱ κλάδοι αὐτῆς οὐκ οἴσουσι καρπόν· καταλείψει εἰς κατάραν τὸ μνημόσυνον αὐτῆς.» «Μὴ δῷς ὕδατι διέξοδον, μηδὲ γυναικὶ πονηρᾷ ἄνεσιν. Εἰ μὴ πορεύεται κατὰ χεῖρά σου, ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν. Συνοικῆσαι λέοντι, καὶ δράκοντι εὐδόκησαι, ἢ συνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς. Μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός· κλῆρος ἁμαρτωλοῦ ἐπιπεσεῖ ἐπ' αὐτήν. Ἀνάβασις ἀμμώδης ἐν ποσὶ πρεσβυτέρου, οὕτω γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ. Ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας, καὶ δι' αὐτῆς ἀποθνήσκομεν πάντες.» «Μὴ δῷς γυναικὶ πονηρᾷ παῤῥησίαν.» «Ὀργὴ μεγάλη γυνὴ μέθυσος. Πορνεία γυναικὸς ἐν μετεώροις ὀφθαλμῶν, καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται.» «Κρείσσων πονηρία ἀνδρὸς, ἢ ἀγαθοποιὸς γυνή. Ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς.» Ἁμαρτήματα γυναικῶν, ἀνδρῶν ἀπαιδευσία. Γυνὴ φιλόπλουτος, συνοικοῦσα ἀνδρὶ ὁμόφρονι, διπλάσιος νόσος. Τάς τε γὰρ τρυφὰς ἀναφλέγει καὶ 95.1324 τὰς φιληδονίας αὔξει, καὶ κέντρα ταῖς περιέργοις ἐπιθυμίαις ἐνίησι, τινὰς ἐπινοοῦσα μαργαρίτας, καὶ σμαράγδους, καὶ ὑακίνθους, καὶ χρυσόν· τὸν μὲν χαλκεύουσα, τὸν δὲ ὑφαίνουσα, καὶ διὰ πάσης ἀπειροκαλίας τὴν νόσον αὔξουσα. Οὐ γὰρ ἐκ παρέργου ἡ περὶ ταῦτα σπουδὴ, ἀλλὰ καὶ νύκτες, καὶ ἡμέραι τὰς περὶ τούτων μερίμνας ἔχουσι· καὶ μυρίοι τινὲς κόλακες ταῖς ἐπιθυμίαις αὐτῶν ὑποτρέχοντες, συνάγουσι τοὺς ἀνθοβαφεῖς, χρυσοχόους, τοὺς μυρεψοὺς, τοὺς ὑφάντας, τοὺς ποικιλτάς· οὐδένα καιρὸν ἀναπνεῖν τῷ ἀνδρὶ δίδωσιν ἐκ τῶν συνεχῶν αὐτῆς